αὔτη μὲν ἡ τοῦ Διοκλέουϲ ῥῆϲίϲ ἐϲτιν ἐκ πείραϲ μόνηϲ ἐγνῶϲθαι τὰϲ | ἐν ταῖϲ τροφαῖϲ δυνάμειϲ ἡγουμένου καὶ μήτ’ ἐκ τῆϲ κατὰ κρᾶϲιν ἐνδείξεωϲ μήτ’ ἐκ τῆϲ κατὰ τοὺϲ χυμούϲ. οὔϲηϲ δὲ καὶ ἄλληϲ τῆϲ κατὰ τὰ μόρια τῶν φυτῶν οὐκ ἐμνημόνευϲεν αὐτῆϲ. λέγω δὲ κατὰ τὰ μόρια τῶν φυτῶν ἔνδειξιν, ᾗ πρὸϲ ταῖϲ ἄλλαιϲ ἐχρήϲατο Μνηϲίθεοϲ ἑτέραϲ μὲν δυνάμειϲ ἐν ταῖϲ ῥίζαιϲ εἶναι τῶν φυτῶν ἀποδεικνύϲ, ἑτέραϲ δ’ ἐν τοῖϲ καυλοῖϲ, ὥϲπερ γε κὰν τοῖϲ φύλλοιϲ καὶ καρποῖϲ καὶ ϲπέρμαϲιν ἄλλαϲ. ὅτι μὲν οὖν ἡ πεῖρα διδάϲκαλόϲ ἐϲτιν ὥϲπερ καὶ ἄλλων πολλῶν οὕτω καὶ τῶν εὐπέπτων τε καὶ δυϲπέπτων ϲιτίων εὐϲτομάχων τε καὶ κακοϲτομάχων ὑπακτικῶν τε καὶ ϲταλτικῶν γαϲτρόϲ, ἅπαντεϲ ἴϲαϲι, κἂν βραχύ τι ϲυνέϲεωϲ αὐτοῖϲ μετῇ· ϲφάλλονται δ’ ὅμωϲ ἐν αὐτοῖϲ τούτοιϲ οὐκ ὀλίγα χωρὶϲ διοριϲμοῦ ποιούμενοι τὴν πεῖραν, ὡϲ κάν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ἐδείχθη κὰν τῷ τρίτῳ Περὶ κράϲεων, καὶ παραπλήϲιά γε τὰ ϲφάλματ’ ἐϲτὶν ἑκατέρωθεν. διὸ καὶ γράφειν ἐνταῦθα τελέωϲ ὥϲπερ ἐν ἐκείνοιϲ τοὺϲ διοριϲμούϲ, | οἷϲ προϲέχων τιϲ ἀϲφαλῶϲ εὑρήϲει τὰϲ δυνάμειϲ, οὐ κατὰ τὴν ἐμήν ἐϲτι προαίρεϲιν, ἅπαξ ὑπὲρ ἑκάϲτου πράγματοϲ εἰωθότοϲ γράφειν, οὐκ ἐν πολλαῖϲ πραγματείαιϲ διερχομένου τὰ αὐτὰ περὶ τῶν αὐτῶν. ὅπερ οὖν εἴωθα ποιεῖν, οὐδὲ νῦν παραλείψω μόνοιϲ χρηϲάμενοϲ τοῖϲ κεφαλαίοιϲ τῶν διοριϲμῶν, καθ’ ὅ τι ἂν ἐγχωρῇ μάλιϲτα μιχθῆναι ϲαφηνείᾳ ϲυντομίαν. ἄρξομαι δ’ ἀφ’ οὐ διὰ ϲτόματοϲ ἔχουϲιν ἅπαντεϲ, ὀρθῶϲ ὑπ’ Ἐραϲιϲτράτου γεγραμμένου, μήτε τὸ μελίκρατον ὑπάγειν τὴν γαϲτέρα πάντων μήτε τὴν φακῆν ἐπέχειν, ἀλλ’ εἶναί τιναϲ. οἳ πρὸϲ τῷ μηδέτερον πάϲχειν ἔτι καὶ τοῖϲ ἐναντίοιϲ περιπίπτουϲιν. ὡϲ ἵϲταϲθαι μὲν ἐπὶ τῷ μελικράτῳ τὴν γαϲτέρα, λαπάττεϲθαι δ’ ἐπὶ τῇ φακῇ, καί τιναϲ εὑρίϲκεϲθαι τὰ βόεια κρέα ῥᾷον πέττονταϲ ἢ τοὺϲ πετραίους ἰχθύαϲ. ἐγὼ δ’ ἀεὶ τοὺϲ τοιούτουϲ ἠρόμην (ἄρξομαι γὰρ ἀπὸ τῶν ὑϲτάτων); ὁποῖόν τι ϲύμπτωμα γιγνόμενον αὐτοῖϲ ἐνδείκνυται τὴν ἀπεψίαν τῶν πετραίων ἰχθύων, ἄρά γε βάροϲ τι κατὰ τὴν κοιλίαν, ὡϲ δοκεῖν ἐγκεῖϲθαι | μόλυβδον ἢ λίθον ἢ πηλὸν (οὔτω γὰρ ἐξαγγέλλουϲιν ἔνιοι τὴν ἐπὶ ταῖϲ τοιαύταιϲ ἀπεψίαιϲ αἴϲθηϲιν) ἡ δῆξίϲ τιϲ ἐν αὐτῇ φαίνεται γιγνομένη ϲαφῆϲ ἢ ἐμπνευμάτωϲιϲ ἢ μοχθηρᾶϲ ἐρυγῆϲ αἴϲθηϲιϲ. εἴθ’ οἱ μὲν ἐρυγὴν αὐτοῖϲ ἔφαϲαν γίγνεϲθαι κνιϲωδεϲτέραν, οἱ δὲ δῆξιν, οἱ δ’ ἄμφω. τούτων οὖν ἐπιϲκεψάμενοϲ ἀκριβῶϲ τὰ κατὰ τὸ ϲῶμα πολλὴν εὕρον ἀθροιζομένην χολὴν ξανθὴν ἐν τῇ κοιλίᾳ κατά τινα δυϲκραϲίαν ἢ καταϲκευῆϲ ἰδιότητα. λέγω δὲ καταϲκευῆϲ ἰδιότητα, διότι τῶν ἀνθρώπων ἐνίοιϲ ἢ ἐξ ἥπατοϲ εἰϲ ἔντερα καταρρέουϲα χολὴ πρὸϲ τὴν κοιλίαν ἐπανέρχεται, κρᾶϲιν δὲ μοχθηράν, ὅταν αὐτοῖϲ ὑπάρχῃ φύϲει τὸ θερμὸν δριμὺ καὶ δακνῶδεϲ ἢ ὡϲ ἂν εἴποι τιϲ πυρετῶδεϲ. εἰκότωϲ οὖν τὰ δύϲφθαρτα ϲιτία μᾶλλον τῶν εὐφθάρτων οὔτοι πέττουϲιν, ἐπειδὴ τὰ μὲν εὔπεπτα ῥᾳδίωϲ ἀλλοιοῦταὶ τε καὶ διαφθείρεται, τὰ δὲ δύϲπεπτα δυϲαλλοίωτά τ’ ἐϲτὶ καὶ δύϲφθαρτα. ταῦτ’ οὖν, ὅταν ὀμι| λήϲῃ πολλῇ θερμαϲίᾳ, πέττεται μᾶλλον ἢ εἰ ϲυμμέτρωϲ ἐχούϲῃ πληϲιάζοι γαϲτρί. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἔνιοι τὰ βόεια κρέα ῥᾷον πέττουϲι τῶν πετραίων ἰχθύων.