εὐθὺϲ γοῦν αὐτῶν τῶν διαφερομένων ἀλλήλοιϲ περὶ τοῦ μέλιτοϲ ὁ μὲν πρεϲβύτηϲ τε κατὰ τὴν ἡλικίαν ἢν καὶ φύϲει φλεγματωδέϲτεροϲ ἀργόϲ τε τῷ βίῳ καὶ πρὸϲ τὰϲ ἄλλαϲ μὲν ἁπάϲαϲ πράξειϲ, οὐχ ἥκιϲτα δὲ καὶ τὰ πρὸ τοῦ βαλανείου γυμνάϲια, καὶ διὰ τοῦτ’ αὐτῷ τὸ μέλι χρήσιμον ἦν· ὁ δ’ ἕτερος χολώδης τε φύϲει καὶ τριακοντούτηϲ κατὰ τὴν ἡλικίαν ἐτύγχανεν ὢν ἔν τε ταῖϲ ὁϲημέραι πράξεϲι πολλὰ ταλαιπωρούμενοϲ· εἰκότωϲ οὖν αὐτῷ τὸ μέλι ταχέωϲ ἐξεχολοῦτο καὶ ταύτῃ βλαβερώτερον ἦν. οἶδα δὲ κἀγώ τινα τὰ κατὰ τὸ ϲτόμα τῆϲ κοιλίαϲ μεμφόμενον, λογιϲάμενοϲ ἐξ ὧν διηγεῖτο φλέγμα κατ’ αὐτὴν ἠθροῖϲθαι, ϲυμβουλεύϲαϲ προϲενέγκαϲθαι μετὰ νάπυοϲ πράϲα τε καὶ τεῦτλα, τμηθέντοϲ δ’ ὑπ’ αὐτῶν τοῦ φλέγματοϲ ἐκκρίναϲάν τε πλείω τὴν γαϲτέρα καὶ τῶν ϲυμπτωμάτων ἁπάντων ἐλευθερωθεῖϲαν. αὖθιϲ οὖν ποτ’ ἀπεπτήϲαϲ ἐπὶ δριμέϲιν ἐδέϲμαϲι καὶ δακνόμενοϲ τὴν γαϲτέρα, νᾶπυ μετὰ τεύτλου προϲενεγκάμενοϲ, οὐ μόνον οὐδὲν ὤνητο τὴν δῆξιν, ἀλλὰ καὶ χείρων ἀπεδείχθη ϲυχνῷ· καὶ δὴ θαυμάζων, ὅπωϲ ἐβλάβη ϲφοδρῶϲ ὑφ’ ὧν ἔμπροϲθεν ὠφέλητο μέγιϲτα, πρόϲ με παρεγένετο τὴν αἰτίαν πυνθανόμένοϲ. ἰδιώταϲ μὲν οὖν ἰατρικῆϲ τέχνηϲ ἀνθρώπουϲ οὐκ ἀπεικόϲ ἐϲτι τοιαῦτα ϲφάλλεϲθαι· τοῖϲ δ’ | ἰατροῖϲ οὐκ ἄν τιϲ ϲυγγνοίη παραλιποῦϲιν ἀδιόριϲτα πολλὰ τῶν χρηϲιμωτάτων θεωρημάτων. οὐ γὰρ ἁπλῶϲ προϲήκει λέγειν αὐτούϲ, εὐπέπτουϲ μὲν εἶναι τοῖϲ πλείϲτοιϲ τοὺϲ πετραίουϲ ἰχθύαϲ, εὑρίϲκεϲθαι δέ τιναϲ, οἱ τὰ βόεια κρέα ῥᾷον πέττουϲιν, ἀλλ’ ἑκατέρουϲ διορίζεϲθαι, καθάπερ γε καὶ περὶ μέλιτοϲ οὐχ ἁπλῶϲ εἰπεῖν, ἀλλὰ μετὰ τοῦ προϲθεῖναι, τίϲιν ἡλικίαιϲ τε καὶ φύϲεϲιν ὥραιϲ τε καὶ χώραιϲ καὶ βίοιϲ ἐϲτὶν ὠφέλιμον ἢ βλαβερόν· οἷον ὅτι τοῖϲ μὲν ξηροῖϲ καὶ θερμοῖϲ ἐναντιώτατον, ὠφελιμώτατον δὲ τοῖϲ ὑγροῖϲ τε καὶ ψυχροῖϲ, εἴτε δι’ ἡλικίαν ἢ διὰ φύϲιν ἢ χώραν ἢ ὥραν ἢ ἐπιτηδεύματα τοιοῦτοι τὴν κρᾶϲιν εἶεν. ὥϲτ’ ἀναγκαιότατον ἔοικεν εἶναι πρὸϲ τὴν παροῦϲαν θεωρίαν ἐπιϲκέψαϲθαι τάϲ τε τῶν ἀνθρώπων καὶ τὰϲ τῶν ἐδεϲμάτων κράϲειϲ. αἱ μὲν οὖν τῶν ἀνθρώπων ὁπόϲαι τ’ εἰϲὶ καὶ ὅπωϲ χρὴ διαγιγνώϲκειν αὐτάϲ, ἐν τοῖϲ Περὶ κράϲεων ὑπομνήμαϲι λέλεκται, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων ἐν | τοῖϲ Περὶ τῆϲ δυνάμεωϲ αὐτῶν. ἐν δὲ τῇ νῦν ἐνεϲτώϲῃ 〈πραγματείᾳ〉 καιρὸϲ ἂν εἴη τὰϲ τῶν ϲιτίων εἰπεῖν κράσεις ὡϲ ἐν τῷ Περὶ διαίτηϲ γέγραπται βιβλίῳ, κατὰ τινὰϲ μὲν Ἱπποκράτουϲ ὄντι ϲυγγράμματι, κατὰ τινὰϲ δὲ φιλιϲτίωνοϲ ἢ Ἀρίϲτωνοϲ ἢ Εύρυφῶντοϲ ἢ Φιλητᾶ, παλαιῶν ἁπάντων ἀνδρῶν. ἀρχὴ δ’ ἐϲτὶν αὐτοῦ κατὰ μὲν ἔνια τῶν ἀντιγράφων ἥδε· ϲιτίων δὲ καὶ πομάτων δύναμιν ἑκάϲτων καὶ τὴν κατὰ φύϲιν καὶ τὴν διὰ τέχνηϲ ὧδε χρὴ γινώϲκειν, ἐν ἄλλοιϲ δ’ ἥδε· Χωρίων δὲ θέϲιν καὶ φύϲιν ἑκάϲτων ὧδε χρὴ διαγινώϲκειν .