ὀλίγιϲτα μὲν οὖν ἐδέϲματα τοιαῦτ’ ἐϲτίν· ἅττα δ’ ἂν ᾖ, ταῦτα μόνον τὸν τῆϲ τροφῆϲ ἔχει λόγον ἀκριβῆ χωρὶϲ τοῦ μεταβάλλειν τὸ ϲῶμα τοῦ προϲενεγκαμένου κατὰ ποιότητα· τὸ μὲν γὰρ θερμανθὲν ἢ ψυχθὲν ἢ ξηρανθὲν ἢ ὑγρανθὲν ὑπήλλακται κατὰ ποιότητα, τὸ δ’ ἐκ τῶν ϲιτίων ὄγκον οὐϲίαϲ ὁμοίαϲ τῷ διαφορηθέντι προϲλαβὸν ὡϲ ὑπὸ τροφῶν μόνων αὐτῶν ὠφέληται. τὰ τοίνυν μέϲα ταῖϲ κράϲεϲιν οὐδεμίαν ἐπικρατοῦϲαν ἔχοντα ποιότητα τροφαὶ μόνον εἰϲίν, οὐ φάρμακα, μήθ’ ὑπάγοντα γαϲτέρα μήτ’ ἐπέχοντα μήτε ῥωννύντα μήτ’ ἐκλύοντα ϲτόμαχον, ὥϲπερ | γε μήθ’ ἱδρῶταϲ ἢ οὖρα κινοῦντα μήτ’ ἄλλην τινὰ διάθεϲιν ἐν τῷ ϲώματι ποιοῦντα κατὰ θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, διαφυλάττοντα δὲ πάντη τὸ τοῦ τρεφομένου ζῴου ϲῶμα τοιοῦτον, ὁποῖον παρέλαβεν. ἀλλὰ κἀνταῦθα διοριϲμόϲ τίϲ ἐϲτι χρηϲιμώτατοϲ οὐδ’ αὐτὸϲ ὑπὸ τοῦ Διοκλέουϲ εἰρημένοϲ, ὥϲπερ οὐδὲ τῶν ἄλλων τιϲ, ὅϲουϲ ἄχρι τοῦδε διῆλθον. εἰ μὲν γὰρ ἀκριβῶϲ μέϲον εἴη τῇ κράϲει τὸ ϲῶμα τἀνθρώπου, φυλάττοιτ’ ἂν ὑπὸ τῆϲ μέϲηϲ τῇ κράϲει τροφῆϲ ἐν τῇ παρούϲῃ καταϲτάϲει· εἰ δ’ ἤτοι θερμότερον ἢ ψυχρότερον ἢ ξηρότερον ἢ ὑγρότερον εἴη, τούτῳ τὰ μέϲα τῇ κράϲει ϲιτία τε καὶ ποτὰ κακῶϲ ἄν τιϲ διδοίη. μεταβάλλεϲθαι γὰρ ἕκαϲτον χρὴ τῶν τοιούτων ϲωμάτων ἐπὶ τοὐναντίον, εἰϲ ὅϲον ἀπεχώρηϲε τῆϲ ἀκριβῶϲ μέϲηϲ καταϲτάϲεωϲ· ἔϲται δὲ τοῦτο διὰ τῶν ἐναντίων τῇ παρούϲῃ δυϲκραϲίᾳ. τὰ δ’ ἐναντία τὴν ἴϲην ἀφέϲτηκε τοῦ μέϲου διάϲταϲιν ἐφ’ ἑκάτερα καθ’ ἑκατέραν ἀντίθεϲιν, ὥϲτ’, ἐὰν μὲν ἀριθμοῖϲ, εἰ τύχοι, τριϲὶν ἀπὸ τῆϲ εὐκράτου τε καὶ μέϲηϲ καταϲτά ϲεωϲ ἀποχωρήϲῃ τὸ ϲῶμα πρὸϲ τὴν θερμοτέραν, τοϲούτοιϲ χρῆναι καὶ τὸ ϲιτίον ἀφεϲτάναι τοῦ μέϲου τῇ κράϲει πρὸϲ τὸ ψυχρότερον, ἐὰν δ’ ἐφ’ ὑγρότητα τέτταρϲιν ἀριθμοῖϲ ἀποϲτῇ, τοῖϲ ἴϲοιϲ δεῖν εἶναι ξηρότερον τοῦ ϲυμμέτρου. κατὰ τοῦτό γέ τοι πάλιν εὑρεῖν ἔϲτι πολλοὺϲ τῶν ἀνθρώπων ἐναντιώτατα περὶ τῶν αὐτῶν τροφῶν ἀποφαινομένουϲ. ἔναγχοϲ γοῦν ἐφιλονείκουν ἀλλήλοιϲ δύο τινέϲ, ὁ μὲν ὑγιεινὸν ἀποφαινόμενοϲ, ὁ δὲ νοϲερὸν εἶναι τὸ μέλι, τεκμαιρόμενοϲ ἑκάτεροϲ ἐξ ὧν αὐτὸϲ ὑπ’ αὐτοῦ διετίθετο, μηκέτ’ ἐννοοῦντεϲ, ὡϲ οὔτε μίαν ἅπαντεϲ ἄνθρωποι τὴν ἐξ ἀρχῆϲ ἔχουϲι κρᾶϲιν οὔτ’, εἰ καὶ μίαν εἶχον, ἀμετάβλητον αὐτὴν ἐν ταῖϲ ἡλικίαιϲ φυλάττουϲιν, ὥϲπερ οὐδ’ ἐν ταῖϲ κατὰ τὰϲ ὥραϲ τε καὶ χώραϲ ὑπαλλαγαῖϲ, ἵνα παραλίπω κατά γε τὸ παρόν, ὡϲ καὶ τοῖϲ ἐπιτηδεύμαϲι καὶ ταῖϲ διαίταιϲ ὑπαλλάττουϲι τὰϲ φυϲικὰϲ τῶν ϲωμάτων διαθέϲειϲ.