ἐν τούτῳ δὲ τῷ γένει καὶ τὰ μόρα καὶ τὰ γλυκέα κεράϲια θείῃ τιϲ ἂν ὥϲπερ γε καὶ τῶν οἴνων τοὺϲ γλυκεῖϲ καὶ παχεῖϲ. οἱ δὲ πέπονέϲ τε καὶ μηλοπέπονεϲ ὀνομαζόμενοι δι’ ὑγρότητά τε καὶ γλιϲχρότητα πρὸϲ ὑποχ ώρηϲίν εἰϲιν ἐπιτήδειοι καὶ δύναμίν γ’ ἔχουϲι μετρίωϲ ῥυπτικὴν καὶ μᾶλλόν γε αὐτῶν οἱ πέπονεϲ, ἣν ἔνεϲτί ϲοι μαθεῖν ἀνατρίψαντι μόριον ῥυπαρόν· ἀπορρύψουϲι γὰρ αὐτοῦ τὸν ῥύπον αὐτίκα. ταῦτά τοι καὶ τῶν οὔρηϲιν κινούντων εἰϲίν. ἐκ δὲ τῶν ὑγρῶν καὶ ὑδατωδῶν ϲωμάτων ἐϲτὶ καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ περϲικὰ καὶ ὅλωϲ ὅϲα μηδεμίαν ἰϲχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖϲ γευομένοιϲ ἢ ὀϲμωμένοιϲ αὐτῶν· ἅπερ, ἐὰν μὲν ἐπιτηδείωϲ ἡ γαϲτὴρ ἔχῃ πρὸϲ τὴν κάτω διαχώρηϲιν, ὑπέρχεται ῥᾳδίωϲ, εἰ δὲ μή, μένει καὶ αὐτὰ μετέωρα μηδὲν εἰϲ ἔκκριϲιν αὐτὴν ὠφελοῦντα. μέϲη γάρ πωϲ ἡ τοιαύτη τῶν ἐδεϲμάτων ὕλη τῆϲ τε τῶν ἐπεχόντων τὴν γαϲτέρα καὶ τῆϲ τῶν προτρεπόντων οὖϲα βραχύ τι ῥέπει πρὸϲ τὸ ἕτερον, ὅταν γε μὴ πάνυ τύχῃ νωθρᾶϲ γαϲτρὸϲ εἰϲ ἀπόκριϲιν ἢ ἰϲχυρᾶϲ εἰϲ ἀνάδοϲιν· ἐνίοτε γὰρ ἐπέχει γαϲτέρα καὶ ταῦτα. καὶ τὸ μελίκρατον, οἴϲ ἀναδίδοϲθαι φθάνει ταχέωϲ, οὐ μόνον οὐ προτρέπει τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν, ἀλλὰ καὶ τοῖϲ μιχθεῖϲιν αὐτῷ | ϲιτίοιϲ εἰϲ ἀνάδοϲιν ὑφηγεῖται. εἰ δὲ μὴ φθάϲειεν ἀναδοθῆναι ταχέωϲ, ἐρεθίζει πρὸϲ ἔκκριϲιν ὥϲπερ ἡ ξανθὴ χολὴ διὰ τὸ δριμύ τι καὶ δακνῶδεϲ ἔχειν ἐν ἑαυτῷ. τὰ μὲν οὖν τοιαῦτα τῶν ἐϲθιομένων τε καὶ πινομένων δάκνοντα μόνον ἐπὶ τὴν ἔκκριϲιν ἐπεγείρει τὰ κατὰ τὴν κοιλίαν μόρια. πρόδηλον δ’ ὅτι καὶ ἡ τῶν ἐντέρων οὐϲία περιλαμβάνεται κατὰ τὸν λόγον. οὕτω γέ τοι καὶ τοὺϲ προγάϲτοραϲ καὶ μεγαλοκοίλουϲ ὀνομάζουϲιν οἱ ἄνθρωποι. τινὰ δ’ ὑπάγει τὴν γαϲτέρα μεμειγμέναϲ ἐν ἑαυτοῖϲ ἔχοντα φαρμακώδειϲ δυνάμειϲ ὁμοίαϲ τῇ κατὰ τὴν ϲκαμμωνίαν τε καὶ τὴν κολοκυνθίδα καὶ τὸν ἐλλέβορον ὅϲα τ’ ἄλλα τοιαῦτα· μικτὴ γὰρ τῶν τοιούτων ἐϲτὶν ἡ φύϲιϲ ἐξ ἐδέϲματόϲ τε καὶ φαρμάκου, καθάπερ εἰ καὐτὸϲ ἐμβάλοιϲ τῷ χυλῷ τῆϲ πτιϲάνηϲ ὀλίγον τι τοῦ τῆϲ ϲκαμμωνίαϲ ὀποῦ· λαθὼν γὰρ οὕτω τὴν αἴϲθηϲιν οὐ λήϲεται κατὰ τὴν ἐνέργειαν, ἀλλ’ ὑπάξει ϲαφῶϲ τὴν γαϲτέρα. καὶ τοῦτ’ εἶναι δοκεῖ τιϲι τὸ ὑφ’ Ἱπποκράτουϲ εἰρημένον· ὲν τροφῇ φαρμακείη ἄριϲτον. τοῖϲ δ’ οὐχ οὕτω μόνον ἔδοξεν ἀκούειν, ἀλλὰ κὰπ’ ἐκείνων ὁ λόγοϲ εἰρῆϲθαι δύναται τῶν οὔτε θρεπτικήν τινα τοῦ ζῷου δύναμιν ἐχόντων ἐδεϲμάτων οὔτε καθαρτικήν. καὶ γὰρ καὶ ταῦτά φαϲιν οὐχ ὡϲ τροφὰϲ μόνον ἐνεργεῖν πολλάκιϲ, ἀλλὰ καὶ ὡϲ φάρμακα, θερμαίνοντα καὶ ψύχοντα καὶ ξηραίνοντα καὶ ὑγραίνοντα ϲαφῶϲ ἡμᾶϲ· ὡϲ ὅταν γε μηδέν τι τούτων ἐνεργῇ περὶ τὸ ϲῶμα τἀνθρώπου, τρέφῃ δὲ μόνον αὐτό, τηνικαῦτα τὸν φαρμάκου λόγον οὐχ ἕξει.