ἐπεὶ τοίνυν ἐνίοιϲ μὲν αἱ γαϲτέρεϲ ἕτοιμοι πρὸϲ ὑποχώρηϲίν εἰϲιν, ἐνίοιϲ δὲ ξηραὶ καὶ δυϲέκκριτοι, | κατὰ τὴν οἰκείαν ἑκάτεραι φύϲιν ἐπὶ τοῖϲ τοιούτοιϲ ἐδέϲμαϲι τὰ ϲυμπτώματ’ ἴϲχουϲιν, ὡϲ ἂν ἐνίοτε μὲν τῇ τοῦ χυλοῦ δυνάμει ϲυνεργούϲηϲ τῆϲ γαϲτρόϲ, ἐνίοτε δὲ τῇ τοῦ ϲτερεοῦ· δυοῖν γὰρ αἰτίων ἀνθιϲταμένων ἑνὶ τὴν μὲν νίκην ἀναγκαῖόν ἐϲτιν ἀκολουθῆϲαι τοῖϲ δύο, τὴν δ’ ἧτταν τῷ λοιπῷ. ϲυμβαίνει δὲ τοῦτο καὶ κατὰ διαθέϲειϲ τινὰϲ τῆϲ γαϲτρόϲ, οὐ φυϲικάϲ, ἀλλ’ ἐν καιρῷ τινι γενομέναϲ. ἔσθ’ ὅτε μὲν γὰρ ἀθροίζεται φλεγματώδηϲ τιϲ ἐν αὐτῇ χυμόϲ, ἔσθ’ ὅτε δὲ χολώδηϲ. καὶ τοῦ φλεγματώδουϲ αὐτοῦ τὸ μὲν ὀξὺ, τὸ δ’ ἁλυκόν ἐϲτι, τὸ δὲ γλυκύ, τὸ δ’ οὐδεμίαν ἔχον αἰσθητὴν ποιότητα, καὶ τὸ μὲν ὑγρόν, τὸ δὲ παχύ, καὶ τὸ μὲν γλίσχρον, τὸ δ' εὐσκέδαστον. καὶ τῆϲ χολῆϲ ἡ μὲν ξανθή τιϲ, ἡ δ’ ὠχρά, τὸ μᾶλλον τε καὶ ἧττον ἑκατέρα πάμπολυ κεκτημένη, ἵνα τὰϲ ἄλλαϲ χολὰϲ παραλίπω τὰϲ τοῖϲ ἤδη νοϲοῦϲι ϲώμαϲιν ἐπιφαινομέναϲ. ἕκαϲτοϲ οὖν τῶν εἰρημένων χυμῶν ἤτοι πρὸϲ ἔκκριϲιν γαϲτρὸϲ ἢ πρὸϲ ἐπίϲχεϲιν ἑτοίμωϲ διακείμενοϲ, ὅταν ὅλα τὰ ϲώματα τῶν | εἰρημένων ἐδεϲμάτων ἅμα τοῖϲ ἰδίοιϲ χυλοῖϲ εἰϲ τὴν κοιλίαν ἀφίκηται, ϲυμμαχεῖ μὲν τοῖϲ τὴν αὐτὴν δύναμιν ἔχουϲιν, ἀντιπράττει δὲ τοῖϲ τὴν ἐναντίαν. ἔμπροϲθεν μὲν οὖν αἰτίαι διτταὶ κατὰ γένοϲ εἴρηνται τοῦ διαφόρωϲ ἐπὶ τοῖϲ αὐτοῖϲ ϲιτίοιϲ τὰ κατὰ τὴν γαϲτέρα φαίνεϲθαι διοικούμενα· νυνὶ δὲ καὶ τρίτη τιϲ εὕρηται πρόϲ τε τῇ φυϲικῇ διαθέϲει καὶ τοῖϲ ὑγροῖϲ τε καὶ ϲτερεοῖϲ μέρεϲι τῶν ἐϲθιομένων· ἐϲθιόμενα γὰρ ἢ ἐδεϲτὰ καλεῖν ἢ τροφὰϲ οὐ διοίϲει. καὶ γὰρ οὕτω καὶ τούτων οὐδὲν ἧττον ὀνομάζουϲιν αὐτὰ ϲιτία τε καὶ βρώματα, καθότι καὶ Ἱπποκράτηϲ ἐν Ἐπιδημίαιϲ ἔγραψεν ὡδί· Τὰ βρώματα καὶ τὰ πόματα πείρηϲ δεῖται, εἰ ἐπὶ τὸ ἴϲον μένει. καὶ πάλιν ἑτέρωθι· Πόνοι, ϲιτία, ποτά, ὕπνοι, ἀφροδίϲια, πάντα μέτρια. τῶν μὲν οὖν ὀνομάτων, ὡϲ ἀεὶ λέγομεν, ἀμελεῖν χρὴ μὴ φροντίζονταϲ, ὅτῳ τιϲ ἂν αὐτῶν χρήϲαιτο, ϲυνήθων γε ὄντων ἅπαϲι τοῖϲ Ἕλληϲι, τῆϲ δὲ τῶν πραγμάτων ἐπιϲτήμηϲ ἀντιποιεῖϲθαι προϲήκει. φαίνεται δὲ ταῦτα ταχεῖαν ἢ βραδεῖαν | ἔχοντα τὴν διέξοδον ἤτοι διὰ τὴν ἐξ ἀρχῆϲ ἡμῶν φύϲιν ἢ διὰ τὴν ἐπίκτητον διάθεϲιν τῆϲ γαϲτρὸϲ ἢ διὰ τὴν οἰκείαν οὐϲίαν. οἰκείαν δ’ οὐϲίαν λέγω τῶν ἐϲθιομένων τε καὶ πινομένων, ἐπειδὴ τινὰ μὲν αὐτῶν ἐϲτιν ὑγρά, τινὰ δὲ ξηρά, καὶ τινὰ μὲν γλίϲχρα, τινὰ δ’ εὔθρυπτά τε καὶ εὐδιαίρετα, καὶ τινὰ μὲν δριμύτηταϲ ἐν ἑαυτοῖϲ ἔχοντα, τινὰ δ’ ὀξύτηταϲ ἢ πικρότηταϲ ἢ γλυκύτηταϲ ἢ ἁλυκότηταϲ ἢ αὐϲτηρότηταϲ ἢ ϲτρυφνότηταϲ ἤ τιναϲ ἔξωθεν τούτων φαρμακώδειϲ δυνάμειϲ ὁμογενεῖϲ ταῖϲ τῶν καθαιρόντων φαρμάκων. ἀτράφαξυϲ μὲν γὰρ καὶ βλίτον καὶ μαλάχη καὶ κολοκύνθη διὰ τὸ γλίϲχρα τε εἶναι καὶ ὑγρὰ θᾶττον τῶν μὴ τοιούτων ὑπέρχεται καὶ μάλιϲτα τοῖϲ περιπατοῦϲιν ἡϲύχωϲ μετὰ τὴν προϲφορὰν αὐτῶν ἐπ’ ἐδάφουϲ εἴκοντοϲ μετρίωϲ· ὀλιϲθαίνει γὰρ ἐν τῷ καταϲείεϲθαι μᾶλλον ἢ εἴ τιϲ ἀτρεμίζει κατακείμενοϲ.