ἡ φακῆ δ’ ἐνίοιϲ ἐκταράττει μᾶλλον ἢ ἐπέχει τὴν γαϲτέρα κατὰ τοιόνδε τινὰ λόγον· ἐπιδέδεικταὶ μοι κατὰ τὰ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ὑπομνήματα, ὅτι, καθάπερ ἐν τοῖϲ ὑφ’ ἡμῶν ϲκευαζομένοιϲ ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων ἔνια ϲυντίθεται, κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τῆϲ φύϲεωϲ οὐκ ὀλίγα τῶν ἁπλῶν εῖναι δοκούντων ϲύγκειται. τοιοῦτον δή τι καὶ περὶ πολλὰϲ τῶν τροφῶν ἐϲτιν. οὐ γὰρ ἡ φακῆ μόνον ἀλλὰ καὶ ἡ κράμβη καὶ τῶν θαλαττίων ϲχεδὸν ἅπαντα τὰ ὀϲτρακόδερμα καλούμενα ϲύνθετον ἔχει τὴν φύϲιν ἐξ ἐναντίων δυνάμεων. αὐτὸ μὲν γὰρ τὸ ϲτερεὸν ἑκάϲτου ϲῶμα βραδυπόρον τέ ἐϲτι καὶ ϲταλτικὸν τῆϲ γαϲτρόϲ, ἡ δ’ ὑγρότηϲ ἐρεθίζει πρὸϲ ἔκκριϲιν. ἀκριβῆϲ δ’ ἀπόδειξιϲ ἐκ τῆϲ ἑψήϲεωϲ γίγνεται, τοῦ μὲν ὕδατοϲ, ἐν ὑπὲρ ἂν ἕκαϲτον τούτων ἑψηθῇ, λαπάττοντοϲ τὴν | γαϲτέρα, αὐτῶν δὲ τῶν ϲωμάτων ἐπεχόντων. καὶ κατὰ τοῦτο τινῶν μὲν ἀκούϲῃ λεγόντων, ἐὰν πρότερον κράμβην φάγῃϲ τῶν ἄλλων ϲιτίων μὴ λίαν ἑφθήν, εἴϲ τι ϲκεῦος ἔχον ἐλαίου καὶ γάρου μετακομίσαϲ ἀθρόωϲ ἐκ τοῦ λέβητοϲ, ὑπαχθήϲεσθαι τὴν κοιλίαν, ἄλλων δέ τινων τὴν καλουμένην δίϲεφθον κράμβην ϲκευαζόντων εἰϲ ἐπίϲχεϲιν γαϲτρόϲ. ἡ ϲκευαϲία δὲ τῆϲ τοιαύτηϲ κράμβηϲ ἐϲτὶν ἥδε· προεψήϲαντεϲ αὐτὴν ἐν ὕδατι τοῦτο μὲν ὅλον ἀκριβῶϲ ἐξαιροῦϲι τοῦ λέβητοϲ, ἕτερον δ’ ἐπεμβάλλουϲι καθαρὸν θερμόν, ἐν ᾧ πάλιν ἕψουσι τὸ δεύτερον, ἵν’, εἴ τι μετὰ τὴν προτέραν ἕψηϲιν ἔτι λείψανον ἔχοι τῆϲ οἰκείαϲ ὑγρότητοϲ, ὅλον ἐκκριθείη· πᾶϲι γὰρ τοῖϲ ἑψομένοιϲ ἐν ὑγρῷ ϲυμβαίνει μεταλαμβάνειν τε ἅμα τῆϲ ἐκείνου δυνάμεωϲ καὶ μεταδιδόναι τῆϲ ἑαυτῶν. καὶ τοῦθ’ ὁϲημέραι γιγνόμενον ἐπὶ τῶν ἐν τοῖϲ ζωμοῖϲ ἑψομένων ἔνεϲτί ϲοι μαθεῖν, εἴτ’ οὖν ὄϲπριόν τι τὸ ἑψόμενον εἴτε ζῷου μόριον εἴτε λάχανον εἴη. τὸ μὲν γὰρ ἑψηθὲν ἐνδείκνυται γευομένοιϲ τε καὶ ὀϲμωμένοιϲ τὴν τοῦ ζωμοῦ ποιότητα καὶ δύναμιν, ὁ ζωμὸϲ δὲ τὴν τοῦ | καθ’ αὑτὸν ἑψηθέντοϲ. ἔξεϲτι δέ ϲοι παντὸϲ τοῦδε τοῦ λόγου τοῦ νῦν ἡμῖν προκειμένου τὴν ἀλήθειαν οὕτω βασανίϲαι, καθεψήϲαντι φακῆν ἢ κράμβην ἤ τι τῶν θαλαττίων ζᾡων ὧν εἶπον, εἶθ’ ἡδύναντι τὸ ἀφέψημα δι’ ἐλαίου καὶ γάρου καὶ πεπέρεωϲ, ἔπειτα δόντι πιεῖν, ὅτῳ βούλει. καθάπερ γε καὶ δὶς ἑψήϲαντι τὴν κράμβην· θεάϲῃ γὰρ ἐπὶ μὲν τῷ πόματι διαχωροῦϲαν τὴν κοιλίαν, ἐπὶ δὲ τῷ ϲτερεῷ ϲώματι ϲτεγνουμένην. οὐδὲν οὖν θαυμαϲτὸν ἐνίοτε ϲτρόφους τε γίγνεϲθαι καὶ πνευματώσειϲ ἐπὶ τοῖϲ τοιούτοιϲ ἐδέϲμαϲιν, ὅταν ἅμα τοῖϲ ἑαυτῶν χυμοῖϲ ὄλα τὰ ϲώματα ληφθῇ· μάχη γάρ τιϲ γίγνεται πρὸϲ ἄλληλα, τοῦ μὲν ϲτερεοῦ ϲώματοϲ ἰϲχομένου τε καὶ βραδύνοντοϲ, ἐπειγομένηϲ δὲ τῆϲ ὑγρότητοϲ ἐπὶ τὴν ἔκκριϲιν. ῶϲ ἐάν γε τὸ δάκνον ἐκκριθῇ, παύεται τὸ ϲύμπτωμα· μένοντοϲ δ’ αὐτοῦ; καὶ ϲτροφοῦϲθαι καὶ πνεματοῦϲθαι τὴν κοιλίαν ἀναγκαῖόν ἐϲτι, καὶ πέραϲ γε τούτων ἐϲτὶν ἡ τῶν ϲταϲιαζόντων ἔκκρισις.