Ἐπὶ τούτοις ὑποκειμένοις ἐνθένδε ποθὲν ἀρκτέον ἂν εἴη τῆς ὑγιεινῆς πραγματείας. ἐπειδὴ συμμετρία τίς ἐστιν ἡ ὑγεία, συμμετρία δὲ πᾶσα κατὰ διττὸν τρόπον ἀποτελεῖταί τε καὶ λέγεται, ποτὲ μὲν εἰς ἄκρον ἥκουσα καὶ ὄντως οὖσα συμμετρία, ποτὲ δὲ ἀπολειπομένη βραχύ τι τῆς ἀκριβείας, εἴη ἂν καὶ ὑγιεινὴ συμμετρία διττή τις· ἡ μὲν γὰρ ἀκριβής τε καὶ ἀρίστη καὶ τελεία καὶ ἄκρα, ἡ δὲ ἀπολειπομένη μὲν ταύτης, οὐ μὴν ἤδη γε τοσούτῳ, ὡς λυπεῖσθαι τὸ ζῶον. ἔτι δὲ κἀνταῦθα λογική τις μᾶλλον ἢ κατὰ τὴν χρείαν τῆς τέχνης ζήτησις, οὐ συγχωρούντων ἐνίων, ἕτερον ἑτέρου μᾶλλον ὑγιαίνειν, οὐδ’ εἶναι πλάτος ἱκανὸν ἐν τῇ διαθέσει τοῦ σώματος, ἣν ὑγίειαν ὀνομάζομεν, ἀλλ’ ἕν τι καὶ ἀπηκριβωμένον οὖσαν αὐτὴν ἄτμητον εἰς τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάρχειν. ἐμοὶ δὲ ὥσπερ τὸ λευκὸν σῶμα τὸ μὲν ἧττον λευκὸν εἶναι φαίνεται, τὸ δὲ μᾶλλον, οὕτως καὶ τὸ ὑγιαῖνον ἧττόν τε καὶ μᾶλλον εἶναι δοκεῖ τοιοῦτον. διττὴ δὲ ἀπόδειξις τοῦ λόγου· μία μὲν ἐκ τῆς κατὰ τὰς ἡλικίας μεταπτώσεως· ἀφ’ οὗ γὰρ ἀπεκυήθη τὸ ζῶον, ἀεὶ μεταβάλλειν ἀναγκαῖον αὐτοῦ κρᾶσιν, ὡς ἔμπροσθεν ἐδείκνυμεν· ὥστ’, εἴπερ ἐν μὲν τῷ ποιῷ τῆς κράσεως ἡ ὑγεία, τὸ ποιὸν δ’ οὐ μένει ταὐτὸ, οὐδὲ τὴν ὑγίειαν ἐγχωρεῖ τὴν αὐτὴν φυλάττεσθαι· δευτέρα δ’ ἀπόδειξις ἐκ τῆς κατὰ τὰς ἐνεργείας διαφορᾶς. οὔτε γὰρ τοῖς ὀφθαλμοῖς ὡσαύτως ἅπαντες οἱ ὑγιαίνοντες ὁρῶσιν, ἀλλ’ οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, οὔτε τοῖς ὠσὶν ὁμοίως ἀκούουσιν, ἀλλὰ κἀνταῦθα πάμπολυ τὸ μᾶλλόν τε καὶ ἧττον· οὐ μὴν οὐδὲ τοῖς σκέλεσιν ὡσαύτως θέουσιν, οὐδὲ ἀντιλαμβάνονται ταῖς χερσὶν, οὐδὲ τοῖς ἄλλοις ἅπασιν ὀργάνοις ὡσαύτως ἐνεργοῦσιν, ἀλλ’ ὁ μέν τις βέλτιον, ὁ δὲ χεῖρον εἴπερ οὖν αἱ διαφοραὶ τῶν ἐνεργειῶν ταῖς τῶν κράσεων διαφοραῖς ἀκολουθοῦσιν, ἀνάγκη τοσαύτας εἶναι τὰς τῶν κράσεων διαφορὰς, ὅσαι πέρ εἰσι καὶ αἱ τῶν ἐνεργειῶν. εἰ δὲ μὴ κράσεων ἐθέλει τις λέγειν, ἀλλὰ κατασκευῶν, ἵν’ ἐπὶ πάσαις ταῖς αἱρέσεσιν ὁ λόγος ἐκτείνοιτο, συμπεραίνοιτ’ ἂν ὡσαύτως. συμμετρία γὰρ δή τις ἡ ὑγίεια κατὰ πάσας ἐστὶ τὰς αἱρέσεις, ἀλλὰ καθ’ ἡμᾶς μὲν ὑγροῦ καὶ ξηροῦ, καὶ θερμοῦ καὶ ψυχροῦ, κατ’ ἄλλους δὲ ὄγκων καὶ πόρων, κατ’ ἄλλους δὲ ἀτόμων, ἢ ἀνάρμων, ἢ ἀμερῶν, ἢ ὁμοιομερῶν, ἢ ὅτου δὴ τῶν πρώτων στοιχείων, ἀλλὰ κατὰ πάντας γε διὰ τὴν συμμετρίαν αὐτῶν ἐνεργοῦμεν τοῖς μορίοις. εἴπερ οὖν διαφόρως ἐνεργοῦμεν, διάφορός ἐστι καὶ ἡ καθ’ ἕκαστον συμμετρία τῶν στοιχείων, ὅπερ ἦν ἡ ὑγίεια. καὶ μὴν καὶ χωρὶς τοῦ στοιχείου μνημονεύειν ᾧδ’ ἂν ὁ λόγος ἐρωτηθείη εἴπερ ταῖς κατασκευαῖς τῶν μορίων ἀκολουθοῦσιν αἱ ἐνέργειαι, ὅσαιπερ ἂν ὦσιν ἐν ταῖς ἐνεργείαις αἱ διαφοραὶ, τοσαῦται καὶ αἱ κατασκευαὶ ἔσονται· ἀλλὰ μὴν ἀκολουθοῦσιν ταῖς κατασκευαῖς αἱ ἐνέργειαι· ἀναγκαῖον ἄρα τοσαύτας εἶναι τῶν κατασκευῶν διαφορὰς, ὅσαιπερ καὶ αἱ τῶν ἐνεργειῶν. εἰσὶ δὲ τῶν ἐνεργειῶν πάμπολλαί τινες· ἄρα καὶ τῶν κατασκευῶν εἰσιν. εἴπερ οὖν ἐν ἅπασι τοῖς ὑγιαίνουσιν αἱ κατασκευαὶ τῶν μορίων ὑπάρχουσι σύμμετροι, διάφοροι δέ εἰσιν αἱ κατασκευαὶ, διότι αἱ ἐνέργειαι διάφοροι, πάμπολλαί τινες συμμετρίαι τῶν κατασκευῶν ἔσονται, ὥστε καὶ ὑγίειαι πάμπολλαι. καὶ μὴν εἰ διαφέρουσιν ἀλλήλων αἱ κατὰ μέρος ὑγίειαι, ἤτοι κατὰ τὸ κοινὸν ἁπάσαις εἶδος, ἀφ’ οὗπερ ὑγίειαι λέγονται, διοίσουσιν, ἢ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρουσιν· ἀλλὰ μὴν οὐ κατὰ τὸ κοινὸν εἶδος· ἀδιάφοροι γάρ εἰσιν αἱ ὑγίειαι· κατὰ τὸ μᾶλλον ἄρα καὶ ἧττον ἀλλήλων διαφέρουσιν. ὥσπερ γὰρ ἡ ἐν τῇ χιόνι λευκότης τῆς ἐν τῷ γάλακτι λευκότητος, ᾗ μὲν λευκόν ἐστιν, οὐ διαφέρει, τῷ μᾶλλον δὲ καὶ ἧττον διαφέρει, κατὰ τὸν αὐτὸν τρόπον ἡ ἐν τῷ Ἀχιλλεῖ, φέρε εἰπεῖν, ὑγίεια τῆς ἐν τῷ Θερσίτῃ ὑγιείας, καθ’ ὅσον μὲν ὑγίεια, ταὐτό ἐστιν, ἑτέρῳ δέ τινι διαφέρει· καὶ τοῦτο τὸ ἕτερον οὐδὲν ἄλλο ἐστὶν ἢ τό μᾶλλόν τε καὶ ἧττον. οὔτε γὰρ, ὡς οὐ διαφερόντως ἐνεργοῦμεν ἅπαντες, ἔνεστιν εἰπεῖν, οὔθ’, ὡς δι’ ἄλλο τι τὴν ἀνισότητα ταύτην ἔχομεν, ἢ διὰ τὴν κατασκευὴν, ἐφ’ ἧς ἐνεργοῦμεν. Εἴ τις δὲ φήσει, μόνους μὲν τοὺς ἅπασι τοῖς μορίοις ἄκρως ἐνεργοῦντας ὑγιαίνειν, ἡμᾶς δὲ τοὺς ἄλλους, ὅσοι χεῖρον ἐκείνων ἔχομεν, οὐχ ὑγιαίνειν, ἴστω συμπάσης οὗτος τῆς ὑγιεινῆς πραγματείας ἀνατρέπων τὴν ὑπόθεσιν. εἰ γὰρ δὴ τὸ φυλάττειν ἣν παρελάβομεν ὑγίειαν ὁ σκοπὸς αὐτῆς ἐστιν, οὐδεὶς δὲ |ἡμῶν ὑγιαίνει, πρόδηλον ὡς ἐπ’ οὐδενὸς ἐνεργοῦσαν ἕξομεν, ἣν νῦν συστῆσαι βουλόμεθα τέχνην ὑγιεινήν· οὐκοῦν οὐδὲ ζητητέον αὐτὴν, ἀλλὰ σιωπητέον καὶ παυστέον ἤδη τὸν λόγον. ἁπάσας οὖν ἐκκόπτει τὰς τοιαύτας ἀπορίας ἡ τῆς ἀληθείας γνῶσις· οὐ γὰρ ἡ τελεία μόνον ἥ τίς ἐστιν ἄτμητος ὑγίεια λέγεταί τε καί ἐστιν, ἀλλὰ καὶ ἡ τῆσδε μὲν ἀποδέουσα, μηδέπω δὲ τῆς χρείας ἐκπεπτωκυῖα. χρῄζομεν γὰρ ἅπαντες ἄνθρωποι τῆς ὑγιείας εἴς τε τὰς κατὰ τὸν βίον ἐνεργείας, ἃς ἐμποδίζουσί τε ἣ διακόπτουσι καὶ καταπαύουσιν αἱ νόσοι, καὶ προσέτι τῆς ἀνοχλησίας ἕνεκεν· ὀχλούμεθα γὰρ ἐν ταῖς ὀδύναις οὐ σμικρά. τὴν δὲ τοιαύτην κατάστασιν, ἐν ᾗ μήτε ὀδυνώμεθα, μήτε ἐν ταῖς κατὰ τὸν βίον ἐνεργείαις ἐμποδιζόμεθα, καλοῦμεν ὑγίειαν, ἣν εἴ τις ἑτέρῳ προσαγορεύειν ὀνόματι βούλεται, πλέον οὐδὲν ἐκ τούτων σχήσει, καθάπερ οὐδ’ οἱ τὴν ἀειπάθειαν εἰσάγοντες. εἰ μὲν γὰρ διὰ τοῦτ’ εἰσῆγον αὐτὴν, ὅτι πᾶν σῶμα γεννητὸν, ὥσπερ τὰς τῆς γενέσεως αἰτίας, οὕτω καὶ τὰς τῆς φθορᾶς ἔχει συμφύτους ἐξ ἀρχῆς, ὡς ἡμεῖς ἔμπροσθεν ἐπεδείξαμεν, ἐπῃνοῦμεν ἂν αὐτοὺς, ὡς ἀληθῆ τε ἅμα καὶ παλαιὰ πρεσβεύοντας δόγματα. ἐπειδὴ δὲ ὁμοειδῆ τὴν τῶν ὑγιαινόντων σωμάτων κατάστασιν εἶναι βούλονται ταῖς τῶν νοσούντων, οὐκέτ’ ἐπαινοῦμεν, οὐδὲ ἀποδεχόμεθα τὸ δόγμα· βέλτιον γὰρ ἦν μακρῷ, πλάτος ὑποθέσθαι συνέχον τὴν ὑγίειαν, ἤπερ ἅπαντας ἡμᾶς ὑπ’ ἀπαύστων νοσημάτων συνέχεσθαι. καὶ γὰρ τὰ σπέρματα πασῶν τῶν νόσων ἐνυπάρχειν ἡμῖν φασιν. ἀλλά τοι συγχωροῦσί γε καὶ αὐτοὶ, διὰ τὴν σμικρότητα τὴν αἴσθησιν ἡμῶν ἐκφεύγειν αὐτά. ἔστω τοίνυν, εἰ βούλονται, ὀδυνηρά τις ἐν ἡμῖν διάθεσις, ἀλλ’ οὕτω σμικρὰ καὶ ἀναίσθητος, ὡς μὴ λυπεῖν τοὺς ἔχοντας. ἔστωσαν, εἰ βούλονται, καὶ πυρετοὶ, ἀλλ’ οὕτω σμικροὶ, ὡς μήτ’ αἴσθησιν ἡμῖν ἀπ’ αὐτῶν γίνεσθαι μηδεμίαν, ἐξεῖναί τε καὶ πολιτεύεσθαι, καὶ λούεσθαι, καὶ πίνειν ἐσθίειν τε καὶ τἄλλα πράττειν, ὧν δεόμεθα. τὸ γὰρ τῆς χρείας ἀπαρεμπόδιστον ὁρίζει μᾶλλον τὴν ὑγίειαν. οὐδὲ γὰρ ἡ τῶν ἐνεργειῶν ἀσθένεια νόσου γνώρισμά ἐστιν, ἁπλῶς οὕτως εἰποῦσιν, ἀλλ’ ἡ παρὰ τὴν ἑκάστου φύσιν. ὡς ἅπαντές γε κακῶς ὁρῶμεν, εἰ τοῖς ἀετοῖς τε καὶ Λυγκεῖ παραβαλλοίμεθα, καὶ ἀκούομεν οὐκ ὀρθῶς, εἰ Μελάμποδι, καὶ δὴ καὶ τοῖς ποσὶν ἀῤῥωστοῦμεν, εἴ τις ἡμᾶς Ἰφίκλῳ παραβάλλοι, καὶ ταῖς χερσὶν, εἰ Μίλωνι, καὶ καθ’ ἕκαστον δὲ μόριον ἐγγὺς ἂν ἥκειν νομισθείημεν πηρώσεως, εἰ τοῖς πρωτεύουσι κατὰ τοῦτο παραβαλλοίμεθα. τίς γ’ οὖν ἡμῶν φαύλως ἔχειν οἴεται τὸν ὀφθαλμὸν, εἰ μὴ βλέπει τοὺς ἀπὸ δυοῖν σταδίων μύρμηκας; ἢ τίς τῶν ὤτων, εἰ μὴ κατακούει τῶν ἀφ’ ἑξήκοντα σταδίων; ἀλλ’ εἰ ταῦτα τὰ γράμματα, τὰ κατὰ τουτὶ τὸ βιβλίον ἐγγεγραμμένα, μὴ βλέποι τις ὀρθῶς, οὕτως ἂν ἤδη μέμψαιτο τὰς ὄψεις· οὐ μὴν οὐδ’ εἰ ταῦτα, τέσσαρας πήχεις ἀποστήσας, μὴ βλέποι, δικαίως ἂν μέμφοιτο, πλὴν εἰ τῶν οὕτως ὀξυωπεστάτων εἴη τὴν φύσιν, ὡς καὶ ταῦτα βλέπειν. οὕτως γὰρ, οἶμαι, καὶ μέμψεται, καὶ φήσει δικαίως, ὅπερ ἅπαντες ἄνθρωποι λέγουσιν, ὡς τόδε τι κατὰ τὸν ἔμπροσθεν χρόνον ἐνεργῶν εἶτα νῦν οὐκ ἐνεργεῖ. τὸν μὲν γὰρ τοιοῦτον ἐν νόσῳ τινὶ φήσομεν ὑπάρχειν, εἴπερ μηδὲ διὰ γῆρας τοῦτο πάσχει· καίτοι καὶ τοῦτο νόσον εἶναι λέγουσιν ἔνιοι. τοὺς δ’ ἄλλους ἅπαντας, οἷς φύσει μήτ’ ὀξὺ βλέπειν ἢ ἀκούειν ὑπάρχει, μήτε θέειν ὠκέως, ἤ τι τοιοῦτον ἕτερον ἐνεργεῖν ἰσχυρῶς, οὔτε νοσεῖν, οὔθ’ ὅλως παρὰ φύσιν ἔχειν ὑποληψόμεθα. πᾶσαι μὲν γὰρ αἱ νόσοι παρὰ φύσιν, οὐκ ἔχουσι δ’ οἱ τοιοῦτοι παρὰ φύσιν, ὥσπερ οὐδ’ οἱ γέροντες. οὔκουν ἁπλῶς γε τῶν ἐνεργειῶν εὐρωστίᾳ τε καὶ ἀῤῥωστίᾳ κριτέον ἐστὶ τοὺς ὑγιαίνοντάς τε καὶ νοσοῦντας, ἀλλὰ τὸ κατὰ φύσιν μὲν τοῖς ὑγιαίνουσι, τὸ παρὰ φύσιν δὲ τοῖς νοσοῦσι προσθετέον, ὡς εἶναι τὴν μὲν ὑγίειαν διάθεσιν κατὰ φύσιν ποιητικὴν ἐνεργείας, τὴν δὲ νόσον διάθεσιν παρὰ φύσιν ἐνεργείας βλαπτικήν. οὔτε γὰρ, εἰ κατὰ φύσιν ἡ διάθεσις, ἤδη καὶ ὑγίεια· διάθεσις γάρ τίς ἐστι κατὰ φύσιν ἥ τε τῶν Αἰγυπτίων μελανότης, ἥ τε τῶν Κελτῶν λευκότης, ἥ τε τῶν Σκυθῶν πυῤῥότης· ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑγίεια, διότι μηδ’ ἐν χρώμασιν ὅλως ἡ ὑγίεια· οὔτ’ εἰ παρὰ φύσιν, ἤδη καὶ νόσος· ὡς εἴη γ’ ἂν οὕτω καὶ νόσος ἥ τ’ ἐξ ἡλίου μελανότης, ἥ τ’ ἐκ μακρᾶς σκιατροφίας λευκότης. ἀλλὰ προσθεῖναι χρὴ τῇ μὲν τῆς ὑγείας ἐννοίᾳ τὸ λόγον αἰτίας ἔχειν αὐτὴν πρὸς τὴν ἐνέργειαν, τῇ δὲ τῆς νόσου τὸ καὶ ταύτην τὴν ἐνέργειαν βλάπτειν. ἀλλὰ περὶ μὲν τούτων ἐν ἑτέροις εἴρηται διὰ πλειόνων. εἰς δὲ τὰ παρόντα τοσοῦτον ἀποχρήσει μόνον ἐξ αὐτῶν εἰλῆφθαι, τὸ πλάτος ἱκανὸν εἶναι τῆς ὑγείας, καὶ μὴ πᾶσιν ἡμῖν ὑπάρχειν ἴσον ἀκριβῶς. εἰ δέ τῳ δοκεῖ βίαιον εἶναι καὶ τὴν μὴ παντάπασιν ἀπηκριβωμένην εὐκρασίαν ὅμως ἔτι καὶ αὐτὴν ὀνομάζεσθαι, οὗτος ἀναμνησθήτω τῶν κατὰ τὸν βίον ἁπάντων ὀνομάτων. εὔκρατον οὖν τι καὶ πόμα φαμὲν εἶναι, καὶ βαλανεῖον, οὐ μόνον ὅτι τὸ μὲν ἄλλῳ, τὸ δὲ ἄλλῳ τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ ὅτι πρὸς τὸν αὐτὸν ἄνθρωπον ἐν πλάτει τοιοῦτον ὑπάρχει. ἀποστραφέντος οὖν τοῦ πίνοντος, ἐμβαλὼν εἰς τὸ ποτήριον ἢ θερμὸν ἢ ψυχρὸν βραχὺ λάθοις ἂν εὔκρατον ποιήσας. καίτοι χ’, εἴπερ ἦν οὕτως ἀπηκριβωμένον τὸ εὔκρατον, ὡς ἓν εἶναι καὶ ἄτμητον, οὐκ ἂν ἐπιβαλόντος θερμὸν ἢ ψυχρὸν ἔτι εὔκρατον ἐφαίνετο. κατὰ δὲ τὸν αὐτὸν τρόπον, οὐδ’ εἰ βραχύ τις εἰς τὴν εὔκρατον κολυμβήθραν ἐμβάλοι ψυχρὸν, διαφθερεῖ παραχρῆμα τὴν εὐκρασίαν αὐτῆς. οὕτω δὲ τὸ περιέχον εὔκρατον εἶναί φαμεν, εἰ καὶ βραχείας ἐφ’ ἑκάτερα τροπὰς λαμβάνει. καὶ τί θαυμαστὸν, εἰ τὴν εὐκρασίαν εἰς ἱκανὸν ἐκτείνουσι πλάτος ἅπαντες, ὅπου γε καὶ ἐν αὐταῖς ταῖς λύραις εὐαρμοστίαν τὴν μὲν ἀκριβεστάτην δήπου μίαν καὶ ἄτμητον ὑπάρχειν εἰκὸς, ἡ μέντοι γ’ εἰς χρείαν ἰοῦσα πλάτος ἔχει; πολλάκις γ’ οὖν ἡρμόσθαι δοκοῦσαν ἄριστα λύραν ἕτερος μουσικὸς ἀκριβέστερον ἐφηρμόσατο. πανταχοῦ γὰρ ἡ αἴσθησις ἡμῖν ἐστι κριτήριον ὡς πρὸς τὰς ἐν τῷ βίῳ χρείας. ὥστε καὶ τὴν εὐκρασίαν καὶ τὴν δυσκρασίαν αἰσθήσει κρινοῦμεν. ὡσαύτως δὲ καὶ τὴν τῆς ἐνεργείας βλάβην ἑκάστου τῶν βεβλαμμένων παρὰ τὸ κατὰ φύσιν, ὅταν εἰς αἰσθητὸν ἥκῃ μέγεθος, ἤδη νόσον ἡμῖν εἶναι νομιστέον, οὐδὲν ὡς πρὸς τὰ παρόντα διαφέροντος οὐδ’ ἐνταῦθα, πότερον αὐτὰς τὰς βεβλαμμένας ἐνεργείας τὸ νόσημα εἶναι λέγει τις, ἢ τὰς διαθέσεις, ὑφ’ ὧν βλάπτονται, ὥσπερ οὐδ’ εἰ διαθέσεις τις ἢ κατασκευὰς ὀνομάζειν ἐθέλει. διῄρηται γὰρ ἡμῖν ἑτέρωθι καὶ περὶ τῶνδε, καὶ δέδεικται κατὰ τὰς διαθέσεις τε καὶ κατασκευὰς τοῦ σώματος ἥ θ’ ὑγεία καὶ νόσος, οὐ κατὰ τὰς ἐνεργείας τε καὶ τὰς βλάβας αὐτῶν συνιστάμεναι. ἀλλὰ πρός γε τὸ φυλάττειν ὑγείαν ἢ ἰᾶσθαι τὰς νόσους οὐδὲν ἐκ τῆς τούτων ἀκριβείας ὀνινάμεθα. μόνον γὰρ ἀρκεῖ διαγινώσκειν, ὡς ἡ μὲν κατασκευὴ τοῦ σώματος, αἰτίας ἔχουσα λόγον ὡς πρὸς τὴν ἐνέργειαν, ὁ σκοπὸς τῆς ὑγιεινῆς τε καὶ θεραπευτικῆς τέχνης ἐστί· ταύτην γὰρ ἡμῖν φυλάττειν μὲν ὑπάρχουσαν πρόκειται, δημιουργεῖν δὲ ἀπολλυμένην· αἱ δὲ ἐνέργειαι κατ’ ἀνάγκην ἕπονται, ταῖς μὲν χρησταῖς κατασκευαῖς ἄμεμπτοι, ταῖς δ’ οὐ τοιαύταις μοχθηραί. ὥστ’, ἐπειδήπερ ὃ φυλάττομεν καὶ δημιουργοῦμεν αὐτοὶ, διάθεσίς τίς ἐστι καὶ κατασκευὴ τοῦ σώματος, ἕπεται δ’ ἐξ ἀνάγκης αὐτῇ ἡ τῶν ἐνεργειῶν τελειότης, οὐδὲν ἔτι χρὴ πρὸς τὰ παρόντα, πότερον ἐν τῷ τῶν ἐνεργειῶν ἢ τῷ τῶν κατασκευῶν γένει θετέα ἐστὶν ὑγίειάν τε καὶ νόσον, ἐπισκοπεῖσθαι. λαβόντες δ’ ἐξ ὑποθέσεως, δέον εἶναι φυλάττειν τῆς κατὰ φύσιν τοῦ σώματος ἡμῶν κατασκευῆς ἐκεῖνα, δι’ ὧν ἐνεργοῦμεν, ἀναμνήσαντές τε πάλιν, ὡς ἡ τῶν ὁμοιομερῶν εὐκρασία τε καὶ τῶν ὀργανικῶν διάπλασις καὶ θέσις ἀριθμός τε καὶ πηλικότης τὰ τῶν ἐνεργειῶν ἐστιν αἴτια, καὶ ὡς ἐν πλάτει ταῦτα πάντα ἐστὶ, καὶ ὡς καθ’ ἕκαστον ἄνθρωπον ἴδια, τῶν ἐφεξῆς ἐχώμεθα. μεγάλην δ’ εἰς αὐτὰ χρείαν ἡ γνῶσις τοῦ πλάτους αὐτῶν παρέχεται. τῆς γὰρ εὐκρασίας διττῆς οὔσης, τῆς μὲν ὡς πρὸς ἐπίνοιαν μᾶλ λον ἢ μόνιμον ὕπαρξιν, ὥς γ’ ἐν ζώου σώματι, τῆς δὲ ὑπαρχούσης τε καὶ φαινομένης ἐν ἅπασιν τοῖς ὑγιαίνουσιν, αὐτὴν πάλιν ἡμᾶς χρὴ τέμνειν τὴν φαινομένην· εὑρεθήσεται γὰρ οὐ μικρὰ τῶν ἐν αὐτῇ διαφορά. μάθοις δ’ ἂν, ὡς ἔστιν ἀληθὲς τὸ λεγόμενον, ἐκ τῶν ἡλικιῶν μάλιστα. τῆς γὰρ τῶν μειρακίων ἡλικίας ἀρίστης οὔσης ὡς πρὸς τὰς καθ’ ὁρμὴν ἐνεργείας, ἡ τῶν βρεφῶν δι’ ὑγρότητα χείρων ἐστὶν, ἡ δὲ τῶν γερόντων διὰ ξηρότητά τε καὶ ψύξιν. ἐν μέντοι ταῖς ἄλλαις ἐνεργείαις ταῖς φυσικαῖς ὀνομαζομέναις, οἷον αὐξήσεσί τε καὶ πέψεσι, καὶ ἀναδόσεσι καὶ θρέψεσι, τὰ βρέφη τῶν κατὰ τὰς ἄλλας ἡλικίας ἁπάσας ἀμείνω. ἀλλ’ ὅμως οὐδὲν κωλύονται πάντες οἱ κατὰ πάσας τὰς ἡλικίας ὑγιαίνειν. ὡς οὖν ἐπὶ τῶν ἡλικιῶν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον εὑρήσεις καὶ ἐπὶ τῶν φύσεων αὐτῶν ἀμήχανον οὖσαν τὴν διαφορὰν ἐν ταῖς κράσεσιν· ὥστε, εἰ οὕτως ἔτυχε, δυοῖν παίδοιν τὴν αὐτὴν ἡλικίαν ἀγόντων, τὸν μὲν ὑγρότερον εἶναι θατέρου πολλῷ, τὸν δὲ ξηρότερον, ὡσαύτως δὲ τὸν μὲν θερμότερον, τὸν δὲ ψυχρότερον. ἐν όσοις δὴ τοῖς σώμασιν ὑπάρχει τὸ πολλῷ τοῦ προσήκοντος ἤτοι θερμοτέροις, ἢ ψυχροτέροις, ἢ ὑγροτέροις, ἢ ξηροτέροις εἶναι, ἐν τούτοις οὐκ ἔστιν ἄμεμπτος ἡ κρᾶσις· ἐν ὅσοις δὲ ὑπάρχει τις διαφορὰ τοῦ κάλλιστα κεκραμένου, οὐ μὴν αἰσθητὴ διὰ σμικρότητα, τοῦθ’ ὡς πρὸς τὴν χρείαν ἐν ἴσῃ χώρᾳ τιθέμεθα τοῖς ἀρίστοις· ὥστ’ εἶναι τῆς κατὰ πλάτος ὑγείας τὴν μὲν εὔκρατόν τε καὶ ἄμεμπτον ὡς πρὸς αἴσθησιν, τὴν δ’ οἷον δύσκρατόν τε καὶ μεμπτήν. ἐναργέστατα δὲ τοῦ λεγομένου γνωρίσματα παρέχουσιν αἱ κατ’ ἰσχνότητα καὶ πολυσαρκίαν διαφοραὶ τῶν σωμάτων· ἀναγκαῖον γάρ που τὰς ἐναντίας ἕξεις ἐναντίαις ἕπεσθαι κράσεσιν. ὥσπερ οὖν οὐκ ἐπαινοῦμεν οὔτε τὸ ἄγαν ἰσχνὸν, οὔτε τὸ πάνυ παχὺ σῶμα, κατὰ τὸν αὐτὸν τρόπον οὔτε τὰς κράσεις αὐτῶν ἐπαινέσομεν, εἰ καὶ ὅτι μάλιστα βλέποιμεν ἀμφοτέρους ὑγιαίνοντας. αἱ δ’ ἐν τῷ μέσῳ τούτων ἕξεις τῶν εὐσάρκων ὀνομαζομένων, ὥσπερ αὗται σύμμετροί τε καὶ ἄμεμπτοι τὴν ἰδέαν εἰσὶ, ἕπονται συμμέτροις τε καὶ ἀμέμπτοις κράσεσι. τὰς τοίνυν τοιαύτας φύσεις ὡς μὲν πρὸς τὴν ἀκριβεστάτην ἀλήθειαν οὐδ’ αὐτὰς εὐκράτους ἄν τις εἴποι, κατά γε τὴν ἁπλῆν καὶ τελείαν εὐκρασίαν, ὡς μέντοι πρὸς τὴν αἴσθησίν τε καὶ πρὸς τὴν χρείαν ἀμέμπτους τε καὶ ἀρίστους χρὴ τίθεσθαι. τεκμήριον δὲ ἐναργέστατον, ὅτι μηδ’ αὐτὰ τὴν ἀκριβεστάτην ἔχουσιν εὐκρασίαν, ἐκ τοῦ μηδέποτε μένειν αὐτὰς ὡσαύτως ἐχούσας, ἀλλὰ πρῶτον μὲν δέχεσθαι τὴν καθ’ ἡλικίαν μεταβολὴν, οὐδέποτε ἐν ταὐτῷ μενούσης οὐδεμιᾶς ἡλικίας, ἀλλ’ ἀεὶ πρὸς τὸ ξηρότερον ἰούσης, δευτέραν δὲ τὴν καθ’ ὕπνον τε καὶ ἐγρήγορσιν, ἡσυχίαν τε καὶ κίνησιν, αὐτῶν τε τῶν κινήσεων τὰς διαφορὰς, ἔτι τε πρὸς ταύταις τὴν τοῦ πεινᾷν, ἢ διψῇν, ἢ ἐσθίειν, ἢ πίνειν, ἢ ἐμπεπλῆσθαι σιτίων, ἢ πόματος προσδεῖσθαι· καὶ πρὸς τούτοις ἔτι καὶ λουτρὰ, καὶ θυμοὶ, καὶ φροντίδες, καὶ λῦπαι, καὶ πάνθ’ ὅσα τοιαῦτα μονονουχὶ καθ’ ἑκάστην ῥοπὴν ὑπαλλάττοντα τὴν κρᾶσιν. οὔκουν χρὴ ζητεῖν ἐν τοσαύτῃ μεταβολῇ τὴν ἀκριβῶς ἀρίστην κρᾶσιν. εἰ γὰρ καὶ συνέπεσέ ποτε καθ’ ἡντιναοῦν ἀρίστην φύσιν, ἀλλ’ οὐκ ἔμεινέ γε οὐδ’ ἀκαρῆ. ὥστε γ’ ἐμοὶ καὶ θαυμάζειν ἐπέρχεται τὴν δόξαν τῶν ἀνδρῶν, ὅσοι τὴν ὑγίειάν τε καὶ εὐκρασίαν ἀπλατῆ τε καὶ μίαν εἶναι νομίζουσιν, εἰ δέ τι παρὰ ταύτην ἐστὶν, οὐδ’ ὑγείαν εἶναί φασιν, τήν τε ἀειπάθειαν ἐσφέροντες οὐκ αἰσθάνονται περὶ πράγματος ἢ μηδέποτε γεγονότος ἐν ζώου σώματι ποιούμενοι τὸν λόγον, ἢ μηδ’ ἐλάχιστον ὑπομένοντος, εἰ καί ποτε γένοιτο.