λε. Περὶ τῆϲ ἐπὶ τῶν ϲιμῶν διαβάϲεωϲ, ἐκ τοῦ αὐτοῦ λόγου. Πνεύματοϲ τονωτικὸν τοῦτο τὸ γυμνάϲιον καὶ εὐκαμπείαϲ τῆϲ περὶ τὸ ϲῶμα, μάλιϲτα δὲ τῆϲ περὶ ϲκέλη ποιητικὸν μετὰ τοῦ καὶ ἰϲχὺν περιποιεῖν τοῖϲ κινουμένοιϲ μέρεϲιν· ἔϲτι δὲ καὶ μακροτονίαϲ παραϲκευαϲτικὸν καὶ νεύρων καταλλάξεωϲ ἐπιτρεπτικόν· μεταβιβάζει καὶ ὕλην καὶ περιττώματα μετέωρα πρὸϲ τὰϲ ἐξόδουϲ ἀπωθεῖ. εἰ δὲ καὶ μετὰ κρατήϲεωϲ ἁλτηρίων παραλαμβάνοιτο, τῶν ϲτιβαρωτάτων γυμναϲίων ἕν τι γίνεται, διαπονοῦν ὁμοίωϲ καὶ τὰ ἄνω καὶ τὰ κάτω τοῦ ϲώματοϲ. λϛ. Περὶ ὁπλομαχίαϲ, ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ τῶν παλαιῶν γυμναϲίων τοῦτο, λέγω δὲ τῶν τοῖϲ κά|μνουϲιν ὠφελίμων, ἐπεὶ ἄλλωϲ ἡ ἐν ὅπλοιϲ ἄϲκηϲιϲ παλαιά. Ῥωμαῖοι δ᾿ ἐξεῦρον τὴν ὁπλομαχίαν τήνδε, πρῶτον δ᾿ ὑπὲρ τῆϲ εἰϲ πόλεμον παραϲκευῆϲ· τὸ δὲ νῦν ὑπὲρ τοῦ διαπονεῖν τὰ ϲώματα οἵ γε οὖν ϲτρατιῶται· μονομάχων γὰρ ὅπλα ἐνδυόμενοι ἢ πρὸϲ ἀντιπάλουϲ ἢ πρὸϲ κίονα ὡϲ πρὸϲ ἀντίπαλον διαμάχονται. δύναται δὲ τοῦτο τὸ γυμνάϲιον εὐκίνητόν τε ποιῆϲαι τὸ ϲῶμα καὶ εὔϲαρκον· πλαδαρὰν μέντοι ϲάρκα περιποιεῖ· κεφαλῇ δ᾿ ἀλυϲιτελὲϲ διά τε τὸ ϲκέπεϲθαι λίαν αὐτὴν ὑπὸ τῶν πίλων καὶ τῆϲ περικεφαλαίαϲ διά τε τὸ μοχθεῖν ὑπὸ τοῦ βάρουϲ. μέγιϲτον δ᾿ ἐπάγγελμα τοῦδε τοῦ γυμναϲίου μακρόπνοια καὶ ϲυντονία τοῦ ϲώματοϲ, ἔνθεν οἱ προεθίϲαντεϲ αὐτῷ πᾶϲαν ἄλλην ἀποδίωξιν πνεύματοϲ ὑποφέρειν εἰϲὶν ἱκανοί. | λζ. Περὶ ἀφροδιϲίων, ἐκ τῶν Γαληνοῦ. Ἀφροδιϲίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆϲιϲ ὑγιεινή· κατὰ δὲ τἀληθὲϲ ἐκ διαλειμμάτων τηλικούτων, ὡϲ ἐπὶ ταῖϲ χρήϲεϲι μήτε ἐκλύϲεωϲ αἰϲθάνεϲθαι καὶ κουφότερον αὐτὸν αὑτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούϲτερον. ὁ δὲ καιρὸϲ τῆϲ χρήϲεωϲ, ὅταν ἀκριβῶϲ μέϲον ᾖ τῶν ἔξωθεν περιϲτάϲεων ἁπαϲῶν τὸ ϲῶμα, μήτε ὑπερπεπληρωμένον 28 — p. 188, 5 Gal. Art. med. 24 (I 371—372 K.) 28 cf. Epicur. fragm. 62 Usener 2 ελοκρατυντικὸν codd.: corr. Matthaei νεύρα A1 τριπτὸν A1 5 x inscriptione solum praebet περὶ τῆ A1 7 τῆϲ] τοῖϲ N 9 ἐπιϲτρεπτικόν N 10 ἀποδεῖ C 11 ἀρτηριῶν codd.: corr. C2Dg 14 inscriptionen om. A1 16 ἐπεὶ δ᾿ ἄλλωϲ C 18 διποιεῖν A 20 διαμάχονταϲ C 21 ἀκίνητον C 22 τὸ] τοῦ CN ϲκέπτεϲθαι codd.: corr. N1 Matthaei 25 ἔνθα codd.: corr Dg προενθίϲαντεϲ codd: corr. C2N2Dg 25. 26 ἀποδίωϲιν C 27 nscriptionem om. A1 ἐκ τῶν om. A2C: ἐκ τοῦ N 29 μήτε] μετ᾿ C 31 εὐνούϲτερον N1: ἀπλούϲτερον C 32 περιϲτάϲεων om, C μήτε] μεθ’ C ὑπερπληρωμένον N μήτε ἐνδεὲϲ μήτε ὑπερεψυγμένον μήτε ὑπερτεθερμαϲμένον ἢ ἐξηραμ μένον ἢ ὑγραϲμένον ἀμέτρωϲ. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, μικρὸν μὲν ἔϲτω τὸ ἁμαρτανόμενον· ἄμεινον δὲ τὸ τεθερμαϲμένῳ μᾶλλον ἢ ἐψυγμένῳ, | καὶ πεπληρωμένῳ μᾶλλον ἢ ἐνδεεῖ, καὶ ὑγραϲμένῳ μᾶλλον ἢ ἐξηραμμένῳ τῷ ϲώματι χρῆϲθαι τοῖϲ ἀφροδιϲίοιϲ. οἱ μὲν οὖν ἀϲθενῆ τὴν δύναμιν ἔχοντεϲ ὑπὸ τῆϲ λαγνείαϲ εἰϲ ἐϲχάτην ἀρρωϲτίαν ἀφικνοῦνται· οἱ δ’ ἰϲχυρὰν καὶ νοϲοῦντεϲ ἀπὸ φλέγματοϲ οὔτε καταλυθήϲονται καὶ ξηραίνουϲι τὴν τοῦ φλεγματοϲ περιουϲίαν τῷ διαφορεῖν ἐπὶ πλέον τοὺϲ χυμούϲ· ἀβλαβῆ γὰρ ἀφροδίϲια τοῖϲ ὑγροῖϲ καὶ θερμοῖϲ ἐϲτι καὶ ὅϲοι φύϲει πολύϲπερμοι. ἀλλὰ καὶ θερμαίνει τὸ ϲῶμα τοῖϲ ἐρρωμένην ἔχουϲι τὴν δύναμιν ἡ λαγνεία· τοῖϲ δ᾿ ἀϲθενέϲιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει. ψύχει δὲ μετὰ ταῦτω γενναίωϲ. ἔνιοι μὲν οὖν εὐ|θέωϲ ἐπὶ ταῖϲ ϲυνουϲίαιϲ ἀπὸ νεότητοϲ ἀϲθενεῖϲ γίνονται· τινὲϲ δέ, εἰ μὴ ϲυνεχῶϲ χρῷντο, βαρύνονται τὴν κεφαλὴν ἀϲώδειϲ τε καὶ πυρετώδειϲ γίνονται καὶ χεῖρον ὀρέγονται καὶ ἧττον πέττουϲιν· τοιαύτηϲ γοῦν ἐνίουϲ ὄνταϲ φύϲεωϲ, εἶτα ἐγκρατεῖϲ ἀφροδιϲίων χρήϲεωϲ γενομένουϲ ναρκώδειϲ τε καὶ δυϲκινήτουϲ ἔγνωμεν ἀποτελεϲθένταϲ, ἐνίουϲ δὲ καὶ ϲκυθρωπούϲ ἀλόγωϲ καὶ δυϲέλπιδαϲ ὁμοίωϲ τοῖϲ μελαγχολικοῖϲ, ταῦτα δὲ παυόμενα ταχέωϲ ἐπὶ ταῖϲ τῶν ἀφροδιϲίων χρήϲεϲιν. ταῦτα ἀναλογιζομένῳ μοι μεγάλωϲ φαίνεται βλάπτειν ἡ τοῦ ϲπέρματοϲ ἐπίϲχεϲιϲ, ἐφ᾿ ὧν αὐτό τε φύϲει κακοχυμότερον καὶ πλεῖον, ἀργότερόϲ τε ὁ βίοϲ, καὶ τῶν ἀφροδιϲίων ἡ χρῆϲιϲ πρότερον μὲν ἱκανὴ πάνυ, μετὰ ταῦτα δὲ | ἰϲχυροί τε καὶ νέοι· τούτοιϲ ἡ τοῦ ϲώματοϲ ἕξιϲ εἰϲ ἀραιότητα πλέον ἤπερ ἡ δύναμιϲ εἰϲ ἀρρωϲτίαν ἀλλοιοῦται, καὶ τοίνυν ἐπανόρθωϲιϲ διὰ τῶν ϲυναγόντων καὶ ϲφιγγόντων γίνεται αὐτοῖϲ, ὁποῖόν ἐϲτι τὸ παραϲκευαϲτικὸν γυμνάϲιον. εἰ δὲ δὴ καὶ ψῦξίϲ τιϲ ἐπὶ τοῖϲ ἀφροδιϲίοιϲ ἐγγίνοιτο, καὶ κατὰ τοῦτο ἂν εἴη τῷ παραϲκευαϲτικῷ γυμναϲίῳ χρηϲτέον· ἐπεγείρει γὰρ τὴν θερμότητα. τῆϲ δ᾿ ὥραϲ τοῦ ἔτουϲ ἐπιτρεπούϲηϲ, οὐδὲ τῆϲ ψυχρολουϲίαϲ ἀφεκτέον. ἐδέϲματα δὲ τῷ πλήθει μὲν ἐλάττω, τῇ ποιότητι δ᾿ ὑγρότερα δοτέον, ἵνα καὶ πέψη καλῶϲ αὐτὰ καὶ τὴν ἐκ τῶν ἀφροδιϲίων ἐπανορθώϲηται ξηρότητα. χρὴ δ᾿ οὐδὲ ψυχρότερα τὴν κρᾶϲιν, ἀλλὰ τῆϲ μέϲηϲ ἰδέαϲ τῶν θερμαινόντων ὑπάρχειν αὐτὰ· 6—9 Gal. in Hipp. Epid. VI comm. V 23 (XVIII 2, 284 K.) 9—10 Gal. De san. tu. VI 4, 5 (VI 402 K.) 10—13 Gal. in Hipp. Epid. VI comm. V 23 (XVII 2, 384 K.) 13—23 Gal. De loc. aff. VI 5 (VIII 417—419 K.) 23—p. 189, 4 Gal. De san. tu. III 11, 9—15 (VI 223—224 K.) 1 ήτε (primo loco)] μετ᾿ C μήτε secundum om. C μήτε ὑπερτεθερμαϲμένον om. C 1. 2 ἢ ἐξηραμμένον ἢ ὑγραϲμένον add. N2Dg e Gal. 3 ὸ διαμαρτανόμενον Ϲ τὸ (posteriore loco) Dg: τῷ codd. 4 ἢ posterius om. AC 4. 5 suppl. Dg 6 post ὑπὸ add. τε C 8 suppl. Dg e Gal. περιουϲίαϲ 9 ἀβλαβὴϲ codd.: corr. C2Dg 11 ἀρρωμένην C 12 δ᾿ om. C τῷ om. 4 13 εὐθέωϲ] θέωϲ A 15 ἀϲώδειϲ] νοϲώδειϲ A 17 ἀφροδηϲίαϲ C 20 μοι] μὴ C 21 ἐπίχυϲιϲ codd.: corr. C2Dg 23 lacunam indicavi τε om. C 24 ἀριθμότητα codd.: corr. Dg 26 ϲυναγαγόντων A. 29 τοῦ ἔθουϲ C: τούτουϲ A1 30 δὲ om. Ϲ 31 ὑγρότερον codd.: corr. C2N2Dg 32 ψυχροτέραν N: ψυχροτέραν C: χυχροτέραν A διότι γὰρ | ἐξ ἀφροδιϲίων ἀραιότερον ἅμα καὶ ἀϲθενέϲτερον καὶ ξηρότερον ἀποτελεῖται τὸ ϲῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα καὶ τὴν δύναμιν ἀναρρωννύντα προϲφέρεϲθαι, καὶ τούτουϲ εἶναι ϲκοποὺϲ ἐπ᾿ αὐτοῖϲ.