Cap. I. Οὐκ ἄλλα μέν, ὦ Θρασύβουλε, παραχρῆμα περὶ τοῦ προβληθέντος ὑπὸ σοῦ ζητήματος εἶπον, ἄλλα δὲ συγγράψασθαι τοῖσδε τοῖς ὑπομνήμασιν ἔχω· πάντως γάρ που γιγνώσκεις, ὡς ἀεί τε τὰ αὐτὰ περὶ τῶν αὐτῶν διεξέρχομαι καὶ ὡς εἰς οὐδὲν ἐπιχειρῶ λέγειν, ὧν οὔτε μέθοδον ἔμαθον οὔτ’ ἐγυμνασάμην πω κατ’ αὐτήν. ἀρχὴ τοίνυν εὑρέσεως οὐ τούτῳ μόνῳ τῷ νῦν προκειμένῳ σκέμματι τὸ γνῶναι, τί || ποτ’ ἐστὶ τὸ ζητούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν. αὐτὸ δὲ δὴ τοῦτο τὸ γνῶναι διττόν ἐστιν· ἢ γὰρ τὴν ἔννοιαν μόνην τοῦ πράγματος ἢ καὶ τὴν οὐσίαν γιγνώσκομεν. ὅτῳ δ’ ἀλλήλων ταῦτα διαφέρει, γέγραπται μὲν ἐπὶ πλέον ἐν τοῖς περὶ ἀποδείξεως, ἵναπερ καὶ τὰς ἄλλας ἁπάσας μεθόδους ἐκτιθέμεθα, γένοιτο δ’ ἂν καὶ νῦν δῆλον ἐξ αὐτῆς τῆς χρήσεως. Cap. II. Ὄντος γὰρ τοῦ προβλήματος τοῦδε, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ καλούμενον ὑγιεινόν, καὶ σοῦ διὰ ταῦτ’ ἀξιώσαντος ἀκοῦσαι τὴν ἐμὴν ὑπὲρ αὐτοῦ δόξαν, ὅτι πολλάκις ἰατροῖς τε καὶ γυμνασταῖς ἔφησθα παραγεγονέναι διαμφισβητοῦσιν, ἀποκρίνεσθαί μοι πρότερον ἠξίωσά σε, τίνα ποτὲ τὴν ἔννοιαν ἑκάστου τῶν ὀνομάτων ἔχεις, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, μή που σὺ μὲν ὑπὲρ ἄλλων πραγμάτων ἀκούειν ποθῇς, ἐγὼ δ’ ὑπὲρ ἄλλων σοι διαλέγωμαι, κἄπειτα πρὸς τοὔνομα μόνον ὁ λόγος ἡμῖν οὐ πρὸς αὐτὸ γίγνηται τὸ πρᾶγμα. σὺ μὲν || οὖν πρὸς τοῦτ’ ἀπεσιώπησας οἰόμενος ἐμὲ χρῆναι λέγειν αὐτὸν ὑπὲρ ἁπάντων ἅπαντα, τὸ δ’ ἀληθὲς οὐχ ὧδ’ ἔχει· πολλὰ γὰρ ἂν εἴης οὐχ ἕν προβεβληκώς, πρῶτον μὲν τί ποτ’ ἐστὶν ἰατρική, δεύτερον δὲ τί ποτε γυμναστικὴ καὶ τρίτον ἐπὶ τούτοις τί ποτε τὸ ὑγιεινόν, ἢ τοῦτο δὴ τὸ μάλιστα προβεβλημένον, ὁποτέρας αὐτῶν εἴη. καίτοι τοῦτ’ αὐτὸ τὸ τέταρτον οὐχ ἁπλῶς ἔφασκον δεῖν οὕτω προβάλλειν, [ὁποτέρας εἴη αὐτῶν τῶν τεχνῶν τὸ ὑγιεινόν] ἀλλ’ εὐθὺς προστιθέντας, εἴτ’ ἴδιον εἴτ’ οἰκεῖον εἴτε μέρος εἴθ’ ὁπωσοῦν ἄλλως ἐθέλοι τις· ἔσεσθαι γάρ τινα κἀνταῦθ’ ἀρχὴν τῆς εὑρέσεως τῷ ζητουμένῳ. προβληθέντος γὰρ αὐτοῦ τελέως ὧδέ πως καὶ νὴ Δί’ ἐρωτηθέντος, ἆρά γε τῆς ἰατρικῆς ἐστιν ἢ τῆς γυμναστικῆς οἰκεῖον τὸ ὑγιεινόν, ἐπειδὰν ἑκάστου τῶν τριῶν ἐκείνων ὀνομάτων εἴπωμεν τὸ σημαινόμενον, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, δεήσει τέταρτον ἐπ’ αὐτοῖς ἐξηγήσασθαι τὸ οἰκεῖον ὅ τι σημαίνει καὶ τίς ὁ κανὼν αὐτοῦ τῆς διαγνώσεως. ἀλλὰ τοῦτο μὲν ἴδιον αὐτοῦ τοῦ προβλήματος ὑπάρχει, τὸ δ’ ἰατρικὴν ἐξηγήσασθαι || τί ποτ’ ἐστὶ καὶ γυμναστικὴν καὶ ὑγιεινὸν οὐκ ἴδιον μὲν τοῦ προβλήματος [ὑπάρχει], ὁμολογεῖσθαι δ’ ἀναγκαῖον. ὅθεν, ἐπειδὴ τοῦθ’ ἓν μόνον, ὃ προὔβαλες, σὺ διελθεῖν ἐβουλήθης τότε καί σε κινδυνεύειν ἐν ταῖς ἀποκρίσεσιν ἑώρων ὀκνοῦντα, τῶν τινα γεγυμνασμένων ἐν λογικῇ θεωρία φιλοσόφων ἐπιφανέντα πως τοῖς λόγοις κατὰ τύχην ἠξίουν ἀποκρίνασθαί μοι. προθύμως δ’ ἐκείνου τοῦτο ποιήσαντος καὶ πάντ’ ὀρθῶς ἀποκριναμένου ῥᾳδίως, ὡς οἶσθα, διεπεράνθη τὸ πρόβλημα. Cap. III. Καὶ μὴν κατάδηλος ἦσθα καὶ τότε μὲν εὐθὺς ἱκανῶς χαίρων ἐπὶ τῇ τῶν λόγων μεθόδῳ· καὶ γὰρ θᾶττον ἢ κατὰ τὴν προσδοκίαν εὑρέθη τὸ ζητούμενον· ἐξ ὑστέρου δὲ προσκείμενος ἀεὶ λιπαρῶς ἐβιάσω τε καὶ κατηνάγκασας οὐ πάνυ τί με πρόθυμον ὄντα γράψασθαι τοὺς λόγους· οὔτε γὰρ ἕν τουτὶ τὸ πρόβλημα μόνον ἀκριβῶς ἐρευνηθὲν ὤμην χρῆναι διασώζειν ἐν γράμμασιν οὔθ’ ὁμοίως τῷδε τὰ λοιπὰ πάντα διεξέρχεσθαι σχολὴν ἧγον. ὅθεν, ὅπερ || αὐτὸς ἐπ’ ἐμαυτοῦ πράξας ἔτυχον, ἱκανὸν ᾤμην ἔσεσθαι καὶ πρὸς ὑμᾶς τοὺς φίλους, δεῖξαι τὴν ὁδόν, ᾗ χρώμενος ἄν τις οὐ τοῦτο μόνον ἀλλὰ καὶ τἆλλα πάντα διαιροῖτο προβλήματα. Cap. IV. Τὴν γὰρ λογικὴν ὀνομαζομένην παρὰ τοῖς φιλοσόφοις θεωρίαν ὅστις ἂν ἱκανῶς ἀσκήσῃ, πᾶν οὗτος ὁμοίως δυνήσεται μεταχειρίζεσθαι ζήτημα· τὸ δ’ ἄνευ ἐκείνης ἀναγιγνώσκειν ὑπομνήματα προβλημάτων οὐδὲν ἄλλ’ ἢ χρόνον ἀπολλύειν ἐστὶν οὔτε κρίνειν εἰδότα, τίνα μὲν ἐν αὐτοῖς ἀληθῶς εἴρηται, τίνα δὲ ψευδῶς, οὔτε πάντων τῶν γεγραμμένων μνημονεύειν δυνάμενον. ἀλλ’ ἐπειδὴ κατέστην ἅπαξ εἰς τὸ λέγειν περὶ τοῦ προβλήματος, ὅθενπερ ὀλίγον. ἔμπροσθεν ὁ λόγος ἔδειξεν, ἄρχεσθαι δεῖ. Cap. V. Καὶ νὴ Δι’ εἴ τις ἐρωτηθείς, ὅ τί ποτ’ ἐστὶν ἰατρική, φαίη τέχνην εἶναι θεραπευτικὴν μὲν νοσούντων, φυλακτικὴν δ’ ὑγιαινόντων, ἄντικρυς ἂν οὗτος δοκοίη τὸ ζητούμενον εἰληφέναι μέρος αὐτῆς ἀποφαίνων || τὸ ὑγιεινόν· ὥσπερ αὗ καὶ ὅστις ἰατικὴν ἀρρωστούντων μόνον εἶναι λέγει τὴν ἰατρικήν, ἑτέρῳ τρόπῳ καὶ οὗτος ἐξ ἑτοίμου λαμβάνει τὸ ζητούμενον ἀφαιρῶν αὐτῆς τὸ ὑγιεινόν. οὕτω δὲ καὶ τὴν γυμναστικὴν εἴ τις ὑγιείας φυλακτικὴν εἶναι φήσειεν, ἐκ προχείρου τὸ ζητούμενον λήψεται, ὥσπερ γε καὶ ὃς ἂν εὐεξίας αὐτὴν ἀποφαίνηται δημιουργόν, ἑτέρῳ τρόπῳ καὶ ὅδε τὸ ζητούμενον ὡς ὁμολογούμενον θήσεται. χρὴ γάρ, εἴθ’ ὁρισμόν τις τῆς τέχνης εἴθ’ ὑπογραφὴν ἐγχειρήσειεν ἀποδιδόναι, μὴ τὸ ζητούμενον ἀναποδείκτως τοῦτον ἀναιρεῖν ἢ τίθεσθαι ἀλλ’ ἑτέρωθέν ποθεν ἐξ ὁμολογουμένων ἀρξάμενον ἀποδεικνύναι πειρᾶσθαι. ἆρ’ οὖν ἄμεινον ἰατρικὴν μὲν εἶναι λέγειν, ἧς τέλος ἡ ὑγίεια, γυμναστικὴν δ’, ἧς τέλος ⟨ἡ⟩ εὐεξία, καὶ ταύτας τὰς ὑπογραφὰς ἀρχὰς τίθεσθαι τῆς ζητήσεως; ἀλλά τοι καὶ οὕτως ἐκ προχείρου μὲν τῆς γυμναστικῆς ἀφαιρησόμεθα τὸ ὑγιεινόν, ἐπὶ δ’ αὗ τῆς ἰατρικῆς ἔτ’ ἄδηλόν τε καὶ ζητούμενον ἀπολείψομεν· εἰ γὰρ δὴ τέλος ἡ ὑγίεια τῆς τέχνης ἐστὶ ταύτης, τάχ’ ἂν ἔχοι λαβὴν ὁ λόγος || εἰς διορισμόν, οὐ φυλακὴν τῆς οὔσης ἀλλὰ ποίησίν τε καὶ γένεσιν τῆς οὐκ οὔσης τέλος εἶναι τιθέμενος αὐτῆς. εὐπορία γὰρ εἰς ἑκάτερον ἐντεῦθεν ἐπιχειρεῖν ἐπαγωγαῖς χρωμένους, εἰ μὲν τῆς αὐτῆς τέχνης τό τε ποιῆσαί τι πρότερον οὐκ ὂν καὶ τὸ φυλάξαι σῶον, ἐπειδὰν γένηται, δεικνύναι βουληθείημεν, οἰκοδομικῆς τε καὶ ναυπηγικῆς καὶ τεκτονικῆς τε καὶ χαλκευτικῆς μνημονεύοντας, εἰ δ’ ἄλλης μὲν τὸ δημιουργεῖν, ἄλλης δὲ τὸ διαφυλάττειν σῶον, ὑφαντικῆς τε καὶ ῥαπτικῆς καὶ πρὸς ταύταις σκυτοτομίας τε καὶ νευρορραφίας· οὕτω γὰρ ὀνομάζοσι τὴν τὰ πεπονηκότα τῶν ὑποδημάτων ἐπανορθουμένην. ἄλλου μὲν γὰρ εἶναι δοκεῖ τεχνίτου ποιεῖν ἱμάτιον, ἄλλου δ’ ἠπήσασθαι ῥαγέν, ὥσπερ αὗ καὶ ὑπόδημα δημιουργῆσαι μὲν τοῦ σκυτοτόμου, πονῆσαν δ’ ἐπανορθώσασθαι τοῦ νευρορράφου. δέδεικται δ’ ἡμῖν ἐν τοῖς περὶ ἀποδείξεως, ὡς οὐ χρηστέον ἐπαγωγαῖς εἰς ἀποδείξεις ἐπιστημονικάς· ὥσθ’ ὅστις ἐν ἐκείνοις ἐγυμνάσατο, || καταφρονήσει μὲν τῆς τοιαύτης ὁδοῦ, ζητήσει δ’ ἑτέραν βελτίω, ὁ μὴ γυμνασάμενος δὲ θάτερον τῶν μερῶν ἑλόμενος, ὁπότερον ἂν βουληθῇ, δι’ ὅλης ἡμέρας ἐρίζειν ἕξει.