Τὸ γὰρ ὑπὸ τῶν περὶ τὸν Ἐρασίστρατον λεγόμενον, ὡς πρὶν μὲν τοῦ γυμνωθῆναι πνεῦμα μόνον ἐν αὐτῇ περιείχετο, γυμνωθείσης δὲ παρεμπίπτει τὸ αἷμα, οὐδὲν ἄλλ’ ἐστὶν ἢ ἀνθρώπων λόγος ἀναισχύντων πρὸς τὸν ἔλεγχον. ἀλλὰ καὶ τοῦτ’ αὐτῶν ἐλέγξαι τὸ ἀναισχύντημα ῥᾷστόν ἐστιν. εἰ γὰρ δὴ παρὰ φύσιν εἰς τὴν πνευματικὴν κοιλίαν τῆς καρδίας ἐκπέπτωκε τὸ αἷμα, πάντ’ ἐχρῆν, οἶμαι, συγκεχύσθαι τὰ κατὰ φύσιν αὐτῆς ἔργα, καὶ μήτε τὰς ἀρτηρίας ἔθ’ ὁμοίως σφύζειν, ὡς ὅτ’ ἐκ τοῦ παρ’ αὐτῆς ἐπληροῦτο πνεύματος, ἀπολωλέναι τε παμπόλλας ἐνεργείας, ὡς ἂν τῆς πηγῆς αὐτῶν οὐκέτι οὔσης. Ἐρασίστρατος μὲν γὰρ ζωτικοῦ πνεύματος, Χρύσιππος δὲ τοῦ ψυχικοῦ πνεύματος πλήρη φασὶν εἶναι τὴν κοιλίαν ταύτην. ἀλλ’ οὐδὲν ὅλως τὸ ζῶον καταλαμβάνει σύμπτωμα. καὶ τοῦτ’ ἔνεστι τῷ βουλομένῳ μαθεῖν παρ’ ἡμῶν, ὥσπερ ἀμέλει πολλάκις ἐδείξαμεν οὐκ ὀλίγοις τῶν ἀπιστούντων, εὐθὺς ἀντιπαραβάλλοντες αὐτοῖς ἐφ’ ἑτέρου ζώου, πολλάκις δὲ καὶ καθ’ ἒν ὁτιοῦν ταὐτὸν, ὁπόσα τε καὶ ὁποῖα καταλαμβάνει τὸ σύμπαν σῶμα παθήματα, κοιλίας ἐγκεφάλου τρωθείσης. καίτοι τί λέγω τρωθείσης; εἰ γὰρ καὶ πρὶν τρῶσαι θλίψῃς ἡντινοῦν αὐτῶν, ἀκίνητόν τε καὶ ἀναίσθητον, ἄπνουν τε καὶ ἄφωνον εὐθὺς ἔσται τὸ ζῶον. οὕτω δὲ κᾀπὶ τῶν ἀνθρώπων αὐτῶν ἀνατιτραμένων φαίνεται συμπίπτον.  ἐν γὰρ τῷ τὰ κατεαγότα τῶν ὀστῶν ἐκκόπτειν, ὑποβάλλειν ἀναγκαζομένων ἡμῶν ἀσφαλείας ἕνεκα τοὺς καλουμένους μηνιγγοφύλακας, εἰ βραχεῖ βιαιότερον ἐπιθλίψει τις αὐτοῖς τὸν ἐγκέφαλον, ἀναίσθητός τε καὶ ἀκίνητος ἁπασῶν τῶν καθ’ ὁρμὴν κινήσεων ὁ ἄνθρωπος ἀποτελεῖται, οὐ μὴν τήν γε καρδίαν γυμνωθεῖσαν θλιβόντων. ἀλλ’ ἔγωγε οἶδα καὶ πυράγρᾳ ποτὲ χαλκέως ἐπιτρέψας τινὶ περιλαβεῖν αὐτὴν, ἐπειδὴ καὶ τῶν δακτύλων ἐξεπήδα βιαίως παλλομένη. ἀλλ’ οὐδὲν οὐδὲ τότε τὸ ζῶον ἔπασχεν, οὔτε εἰς αἴσθησιν, οὔτε εἰς κίνησιν τὴν καθ’ ὁρμὴν, ἀλλ’ ἐκεκράγει τε μεγάλα, καὶ ἀκωλύτως ἀνέπνει, καὶ πάντα ἐκίνει σφοδρῶς τὰ κῶλα. μόνη γὰρ ἡ τῶν ἀρτηριῶν βλάπτεται κίνησις, οὕτω διαληφθείσης τῆς καρδίας, ἄλλο δὲ οὐδὲν πάσχει τὸ ζῶον, ἀλλ’, ἄχρι περ ἂν ζῇ, καὶ κινεῖ πάντα τὰ μέλη, καὶ ἀναπνεῖ. ἐγκεφάλου δὲ οὕτω θλιφθέντος, ἔμπαλιν ἅπαντα συμπίπτει· σφύζουσι μὲν αἱ ἀρτηρίαι κατὰ φύσιν ἅμα τῇ καρδίᾳ, κινεῖται δ’ οὐδὲν μέλος, οὐδὲ ἀναπνεῖ τὸ ζῶον, οὐδὲ ἐκφωνεῖ. ἤδη μὲν οὖν ἐκ τῶνδε καὶ ἄλλο τι μεῖζον ἐκφαίνεται, τὸ μήτε τὴν καρδίαν ἐγκεφάλου τινὸς δεῖσθαι πρὸς τὴν οἰκείαν κίνησιν, μήτε τὸν ἐγκέφαλον τῆς καρδίας. οὐ μὴν τούτου γε ἕνεκεν ἐμνημόνευσα τῶν ἐκ τῆς ἀνατομῆς φαινομένων, ἀλλ’ ὅπως ἐπιδείξαιμι τὸ ψυχικὸν πνεῦμα κατὰ τὰς τοῦ ἐγκεφάλου κοιλίας περιεχόμενον. ἔνθα νῦν καὶ μάλιστα μεμψαίμην ἂν τὸν Χρύσιππον, ὅτι βουλόμενος εἰλικρινές τι καὶ καθαρὸν εἶναι πνεῦμα τὸ κατὰ τὴν ἀρχὴν τῆς ψυχῆς, οὐ προσηκόντως ἐν τῇ καρδίᾳ καθίδρυσεν αὐτό. καίτοι Χρύσιππον μὲν ἄν τις ἀποδέξαιτο μετρίως ἀποφηνάμενον, ὡς μήθ’ ὅτι τῶν νεύρων ἀρχὴ ἡ καρδία τὴν γνῶσιν αὐτῷ χαρίζεσθαι, μήτ’ ἄλλο μηδὲν τῶν κατὰ τὸ πρόβλημα τοῦτο ζητουμένων· ὁμολογεῖ γὰρ ἀπείρως ἔχειν τῶν ἀνατομῶν. Ἀριστοτέλει δέ γε καὶ Πραξαγόρᾳ, παρὰ τὸ φαινόμενον ἀποφαινομένοις, ἀρχὴν τῶν νεύρων εἶναι τὴν καρδίαν, ἐγκαλέσειεν ἄν τις δικαίως. ὅτι μὲν γὰρ ἄλλα πολλὰ τῶν κατὰ τὰς ἀνατομὰς ἀκριβῶς οὐχ ἑωράκασιν, ἐξ ὧν ὑπελείποντο συνταγμάτων ἔνεστι καταμαθεῖν· ὅτι δὲ ἤτοι παντάπασιν αὐτοὶ τυφλώττοντες, ἢ τυφλοῖς διαλεγόμενοι, περὶ τῆς τῶν νεύρων ἀρχῆς ἔγραψαν, οὐ λόγοις χρὴ μακροῖς κατασκευάζειν, ἀλλ’ ἐπὶ τὴν αἴσθησιν ἰέναι. φαίνεται γὰρ, ὡς ἔμπροσθεν ἐδήλωσα, τὰ μὲν τῶν νεύρων ἐξ ἐγκεφάλου ἄντικρυς ἐκπεφυκότα, τὰ δ’ ἐκ τοῦ νωτιαίου μυελοῦ, νωτιαῖος δ’ αὐτὸς ἐξ ἐγκεφάλου. βέλτιον οὖν ἦν οὔθ’ ἁπλῶς ἀρχὴν τῶν νεύρων ἀποφήνασθαι τὴν καρδίαν, ὅπερ Ἀριστοτέλης ἐποίησεν, οὔτε ἐκ πανουργίας τινὸς ἐπιβεβουλευμένης, ὡς ὁ Πραξαγόρας. οὗτος γὰρ ὁ ἀνὴρ ἐπειδὴ μηδὲν ἑώρα νεῦρον ἐκφυόμενον τῆς καρδίας, ἐφιλοτιμεῖτο δὲ πρὸς Ἱπποκράτην, καὶ πάντως ἐβούλετο τὸν ἐγκέφαλον ἀφελέσθαι τῆς τῶν νεύρων ἀρχῆς, οὐ σμικρὸν ἀπετόλμησε ψεύσασθαι, τὰς ἀρτηρίας φάμενος ἐν τῷ προϊέναι καὶ κατασχίζεσθαι στενὰς γιγνομένας εἰς νεῦρα μεταβάλλειν· τοῦ γὰρ δὴ σώματος αὐτῶν ὑπάρχοντος νευρώδους μὲν, ἀλλὰ κοίλου, κατὰ τὴν ἐπὶ πλέον ἐν τῷ ζώῳ σχίσιν οὕτως γιγνομένων μικρῶν τῶν κοιλοτήτων, ὡς ἐπιπίπτειν ἀλλήλοις τοὺς χιτῶνας, ὁπόταν τοῦτο πρῶτον γένηται, νεῦρον ἤδη φαίνεσθαι τὸ ἀγγεῖον. Ἐρασίστρατος μὲν οὖν οὐδὲ ἀντιλογίας ἠξίωσε τὸν λόγον, ὡς ἀναισχύντως ἀποτετολμημένον.