ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΙ ΠΛΑΤΩΝΟΣ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΑ ΕΝΝΕΑ. ΠΡΩΤΟΝ ΑΚΕΦΑΛΟΝ. Ἀλλὰ κᾀκείνου τὸ συνεχὲς τῷ στέρνῳ διεσεσήπει, καὶ ἦν οὕτω σαφῶς θεάσασθαι τὴν καρδίαν, ὡς κᾀν ταῖς τῶν ζώων ἀνατομαῖς, ἐπειδὰν ἑκόντες ἀναγυμνῶμεν. τὸ μὲν οὖν παιδάριον ἐσώθη, σαρκωθέντων τε τῶν περὶ τὸ στέρνον καὶ συμφύντων ἀλλήλοις, καὶ τοιοῦτον ἐπίθεμα γενομένων τῆς καρδίας, οἷόν περ ἡ ἔμπροσθεν ἦν κορυφὴ τοῦ χιτῶνος. καὶ οὐ χρὴ θαυμάζειν, εἰ, γυμνωθείσης τῆς καρδίας, ἐσώθη τὸ παιδάριον. οὐδὲν γὰρ περιττότερον ἡ διάθεσις εἶχε τῶν ὁσημέραι γινομένων εἰς τὸν θώρακα συντρήσεων. οὐ μὴν οὐδὲ ὁ περικάρδιος ἴδιον ἐξαίρετον ἐπιφέρει τινὰ κίνδυνον, ὥσπερ που καὶ Ἡρόφιλος εἴρηκε καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν. οὔτε οὖν τὸ παιδάριον ἐκεῖνο παρ’ ὅλην τὴν θεραπείαν ἐβέβλαπτο τὴν ἐνέργειαν, οὔτε ἄν τι ζῶον ὁμοίως ἀνατέμνωμεν. τίνος οὖν ἕνεκα ταῦτ’ εἴρηταί μοι; τοῦ τὴν καρδίαν αἵματος εἶναι μεστὴν τηνικαῦτα κατ’ ἀμφοτέρας τὰς κοιλίας. τῷ τοῦτο δῆλον; εἰ τρώσαις αὐτὴν, εὐθὺς ἐκχεῖται τὸ αἷμα. ἐχρῆν δέ γε κατὰ τὸν Χρύσιππον ἢ τὸ πνεῦμα πρότερον ἐκκενούμενον φαίνεσθαι, κᾄπειθ’ οὕτως ἕπεσθαι τὸ αἷμα, ἢ μηδὲ ὅλως ἕπεσθαι, καθάπερ οὐδὲ ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον ἕπεται κοιλιῶν. ἀλλ’ ἐπειδὰν ἐκκόψαντες τὸ κρανίον ἀφέλωμεν τὴν παχεῖαν μήνιγγα, καὶ γυμνώσαντες ἅπαντα τὸν ἐγκέφαλον ἐπιχειρῶμεν τιτρώσκειν ἡντιναοῦν αὐτοῦ κοιλίαν, οὔτε ἐν τῷ παραχρῆμα φαίνεται κατ’ αὐτὰς αἷμα περιεχόμενον, οὔτε ὕστερον ἑπόμενον. οὕτως δὲ κᾀπὶ τοῦ τεθνεῶτος ἤδη ζώου κατὰ μὲν τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας οὐκ ἔσθ’ ὅπου οὐκ ἂν εὕροις αἵματος θρόμβους, ἐν δὲ ταῖς κατὰ τὸν ἐγκέφαλον οὐχ εὑρήσεις, πλὴν εἰ θλασθέντος αὐτοῦ σὺν τῷ κρανίῳ τῶν ἐν αὐτῷ τινες ἀρτηριῶν ἢ φλεβῶν διασπασθεῖεν. οὕτω δὲ κᾀπὶ τῶν τιτρωσκομένων κατὰ τὴν ἔκφυσιν τοῦ νωτιαίου βοῶν εὑρίσκεταί ποτε διαδιδόμενον εἴς τινα τῶν προσθίων κοιλιῶν αἷμα. καὶ οὐδὲν οὐδ’ ἐνταῦθα θαυμαστὸν, αὐτῆς τῆς ὀπισθίου κοιλίας τιτρωσκομένης, καὶ πολλῶν καὶ μεγάλων αὐτῇ συντιτρωσκομένων ἀγγείων, ἀφικνεῖσθαί ποτε καὶ μέχρι τῶν προσθίων τὸ αἷμα. δύναιτο δ’ ἂν ἐνίοτε καὶ βρόχῳ πνιγέντος τοῦ ζώου διὰ τὴν ὑπερβάλλουσαν βίαν ῥαγῆναί τι τῶν κατὰ τὸν ἐγκέφαλον ἀγγείων, οἷα δὴ πολλάκις ὁρᾶται γιγνόμενα καὶ καθ’ ὁτιοῦν ἄλλο μέρος ὑπὸ πλήθους αἵματος ἢ χύσεως ἀναῤῥαγέντος ἀγγείου. εἰ δ’ ἐν ὕδατι πνιγείη τὸ ζῶον, οὐκ ἂν ὁμοίως ἀγγεῖον ῥαγείη. κατὰ μέντοι τοὺς ἄλλους ἅπαντας θανάτους τῶν ζώων οὐκ ἂν εὕροις ἐν ἐγκεφάλου κοιλίᾳ περιεχόμενον θρόμβον, ὥσπερ ἐν τῇ καρδίᾳ διαπαντός. ἀλλὰ τὰ μὲν ἐπὶ τῶν τεθνεώτων ἐκ περιουσίας εἰρῆσθαί μοι δοκῶ. ἐπάνειμι δ’ αὖθις ἐπὶ ζῶντα ζῶα, καὶ δείκνυμί σοι, γυμνωθείσης τῆς καρδίας, οὐ μόνον εἰ σμίλην καθείης εἰς τὴν ἀριστερὰν κοιλίαν, αἷμα προχεόμενον εὐθέως, ἀλλὰ κᾂν γραφεῖον, ἢ βελόνην, ἤ τι τοιοῦτον ἕτερον. καίτοι γε, εἴπερ ἀναγκαῖον ἦν, ἐχρῆν ἐκκενωθῆναι τὸ πνεῦμα πρότερον, ἵνα ἀκολουθήσῃ τὸ αἷμα· τὸ γὰρ στεγνὸν τῆς ὀπῆς ἂν εἰς χρόνου μῆκος οὐ σμικρὰ συνετέλεσεν. ἀλλὰ οὐχ ᾧδ’ ἔχει τἀληθές· ἕπεται γὰρ αὐτίκα μάλα τῷ τρώσαντι τὸ αἷμα, ὥστε οὐκ ἂν, οὐδ’ εἰ πάνυ σφόδρα ταχύνῃς ἐν τῇ χειρουργίᾳ, δυνήσῃ ποτὲ ἀναίμακτον ἐξαρπάσαι τὸ τρῶσαν. ᾧ δῆλον, ὡς πλήρης ἐστὶν αἵματος ἡ ἀριστερὰ κοιλία.