Τί δὴ τοῦτ’ ἔστι πανταχόθεν καὶ πανταχόσε, σαφέστερον ἔτι διαιρήσω σοι. πάμπολλοι πόροι ταῖς ἀρτηρίαις, οἱ μὲν ἐν αὐτοῖς τοῖς χιτῶσιν οἷον ὀπαί τινες, ἄλλοι δὲ δίκην στομάτων εἰς ἔντερα καὶ γαστέρα καὶ τοῦτο δὴ τὸ ἐκτὸς δέρμα περαίνονται. ἀλλὰ καὶ συνεχεῖς ἀλλήλαις τε καὶ τῇ καρδίᾳ κατὰ μεγίστους εἰσὶ πόρους, κατὰ τὰς αὐτὰς ἀρτηρίας, μᾶλλον δὲ εὐρυχωρίας ἁπάσας. ταῖς γε φλεψὶν οὔπω κατὰ μεγάλας, ἀλλ’ ἐκφεύγουσι μὲν τὰς αἰσθήσεις αἱ συναναστομώσεις αὐτῶν. ὥστε, κᾂν ἀπιστοίης δικαίως, ὡς οὐκ οὔσαις, πιστεύσαις ἂν διὰ τὰ ἄλλα τὰ πρὸς τῶν παλαιῶν εἰρημένα, καὶ οὐχ ἥκιστα διὰ τόδε τὸ φαινόμενον. εἰ γάρ τις λαβὼν ζῶον ὁτιοῦν τούτων δὴ τῶν μεγάλας τε καὶ σαφεῖς τὰς φλέβας τε καὶ τὰς ἀρτηρίας ἐχόντων, οἷον βοῦν, ἢ σῦν, ἢ ὄνον, ἢ ἵππον, ἢ πρόβατον, ἢ ἄρκτον, ἢ πίθηκον, ἢ πάρδαλιν, ἢ ἄνθρωπον αὐτὸν, ἤ τι τῶν ἄλλων τῶν παραπλησίων, κατὰ μεγάλας καὶ πολλὰς ἀρτηρίας τρώσειεν, ἐκκενώσει δι’ αὐτὰς ἅπαν τοῦ ζώου τὸ αἷμα. τούτου πολλάκις τοῦ φαινομένου ἡμεῖς πεῖραν ἐποιησάμεθα, καὶ διαπαντὸς εὑρίσκοντες ἐκκενουμένας τὰς φλέβας ἅμα ταῖς ἀρτηρίαις ἀληθὲς τὸ τῶν συναναστομωσεών ἐκ τούτων ἐπείσθημεν δόγμα. διὰ γοῦν τούτων τῶν ἀναστομώσεων ἐκ τῶν φλεβῶν ἕλκουσι μὲν ἐν ταῖς διαστολαῖς ἀρτηρίαι, ἐκθλίβουσι δὲ εἰς αὐτὰς ἐν ταῖς συστολαῖς, ὥσπερ διὰ τῶν εἰς τὸ δέρμα περαινομένων στομάτων ἐκκρίνουσι μὲν ἔξω πᾶν ὅσον ἀτμῶδές τε καὶ καπνῶδες περίττωμα, μεταλαμβάνουσι δὲ εἰς ἑαυτὰς ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος οὐκ ὀλίγην μοῖραν. καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον, ὡς ἔκπνουν καὶ εἴσπνουν ἐστὶν ὅλον τὸ σῶμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔκ τε τῆς γαστρὸς καὶ τῶν ἐντέρων ἕλκουσί τε καὶ αὖθις ἐκκρίνουσιν. οὕτω δὲ καὶ ἐκ τῶν περιεχουσῶν αὐτὰς χωρῶν διὰ τῶν οἷον ὀπῶν τῶν καθ’ ὅλους τοὺς χιτῶνας αὐτῶν ἐν μέρει μὲν ἕλκουσιν, ἐν μέρει δ’ ἐκκρίνουσι. παρὰ δὲ τῆς καρδίας λαμβάνουσι μὲν πλεῖον, διδόασι δ’ ἔλαττον. αἰτία δὲ αἱ τῶν ὑμένων ἐπιφύσεις, ὑπὲρ ὧν αὐτάρκως Ἐρασιστράτου διειλεγμένου, περιττὸν ἡμᾶς νῦν γράφειν. ἀλλ’ ἐκεῖνος μὲν ἔοικεν ὑπολαμβάνειν, μηδὲν ὅλως εἰς τὴν καρδίαν ἐκ τῶν ἀρτηριῶν μεταλαμβάνεσθαι, πλήν γε διὰ τῶν ἐν πνεύμονι· τὸ δὲ οὐχ οὕτως ἔχει. τάχα μὲν γὰρ καὶ τὰ κατ’ αὐτὸν τὸν τῆς φύσεως νόμον διοικουμένου τοῦ ζώου μεταλαμβάνεταί τι μικρόν. οὐχ οὕτως γάρ μοι δοκοῦσιν ἀκριβῶς ἀποφράττειν τὸ στόμα τῆς μεγάλης ἀρτηρίας οἱ ὑμένες, ὡς μηδὲν ἐξ αὐτῆς εἰς τὴν καρδίαν παλινδρομεῖν· εἰ δὲ μὴ, ἀλλά τοί γε, βιαίας τινὸς περιστάσεως καταλαβούσης τὸ ζῶον, ἀναγκαῖον οὕτως γίνεσθαι. πάντως δὲ μᾶλλον ἀληθὲς εἶναί μοι δοκεῖ. τοῦτο δὲ καὶ δι’ ἑτέρων ἡμῖν γραμμάτων ἀποδέδεικται, καὶ οὐ μεγάλη τις αὐτοῦ χρεία πρὸς τὸν ἐνεστῶτα λόγον. εἰ μὲν γάρ τι καὶ τῇ καρδίᾳ μεταδιδόασιν αἱ ἀρτηρίαι, πανταχόθεν ἂν οὕτως ἕλκοιέν τε καὶ αὖθις ἀντιπέμποιεν· εἰ δὲ μὴ, πανταχόθεν μὲν ἕλξουσιν, ἐπιπέμψουσιν δὲ καὶ, πλὴν εἰς τὴν καρδίαν, πανταχόσε. καί μοι δοκεῖ πολλῷ βέλτιον εἶναι τοῦτο τὸ δόγμα τῶν Ἐρασιστρατείων ὑποθέσεων· οὐδὲ γὰρ οὐδὲ σύμπνουν οὐδὲ σύῤῥουν εἶναι τὸ σῶμα δυνατὸν ἑαυτῷ, τῶν ἀρτηριῶν ἑλκουσῶν μὲν πανταχόθεν, μὴ ἐκπεμπουσῶν δὲ πανταχόσε. καὶ μὲν δὴ τὸ τῆς ἐνεργείας αὐτῶν χρηστὸν ᾧδ’ ἂν μᾶλλον εἰς ἅπαν ἐκταθείη τὸ ζῶον. οὕτω γὰρ ἅπαν μόνον ἀναψύχεσθαί τε καὶ καθαίρεσθαι δυνήσεται ταῖς τῶν ἀρτηριῶν διαφόροις κινήσεσι ἐπιστατούμενον. ὡς δ’ Ἐρασίστρατος ὑπελάμβανεν, ὀχετῶν ἀψύχων ἔργον, οὐκ ὀργάνων ζωτικῶν, αἱ ἀρτηρίαι τοῖς ζώοις ὑπηρετοῦσιν. ἡμεῖς δὲ καὶ δι’ ἑτέρου τινὸς ὅλου βιβλίου πολυειδῶς ἀπεδείξαμεν, αἷμα κᾀν τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον ἐν αὐταῖς ταῖς ἀρτηρίαις περιέχεσθαι. εἰ δὲ τοῦτο, παντί που δῆλον, ὡς οὐχ, ὅτι πληροῦνται τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύματος, ὡς Ἐρασίστρατος ἐνόμιζε, διὰ τοῦτο διαστέλλονται μᾶλλον, ἢ, ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται. κενῶν μὲν γὰρ αἵματος οὐσῶν, ἐνδέχοιτ’ ἂν ἴσως ἐν ὀλίγῳ χρόνῳ τὸ ἀπὸ τῆς καρδίας ἐπιῤῥυὲν ἐξικέσθαι μέχρι τῶν περάτων· αἷμα δὲ εἴπερ ἔχοιεν, οὐδαμῶς ἐγχωρεῖ τὸ τάχος τῆς κινήσεως ὁμολογεῖν τῷ παρὰ τῆς καρδίας πληρουμένας αὐτὰς διαστέλλεσθαι. οὐ γὰρ, ὅτι πληροῦνται, διὰ τοῦτο διαστέλλονται, ἀλλ’ ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται. τοῦτο μὲν δὴ πολλάκις τε καὶ πανταχοῦ καὶ ἡμῖν καὶ πολλοῖς τῶν ἔμπροσθεν ἀποδέδεικται, τὸ τὰς ἀρτηρίας ἐνεργεῖν αὐτὰς, ὡς καὶ ἡ καρδία, συστελλομένας τε καὶ διαστελλομένας ἐν μέρει κατὰ τὴν αὐτὴν ἐκείνῃ  δύναμιν, ἣν ἐκ τῆς καρδίας ὁρμωμένην διὰ τῶν χιτώνων αὐτῶν ἐλέγομεν πέμπεσθαι. Κάλλιον δ’ εἶναί μοι δοκοῦσι ποιεῖν οἱ ζητοῦντες, ἆρά γε τὴν διαστολὴν, ἢ τὴν συστολὴν, ἢ ἀμφοτέρας ἐνεργείας χρὴ νομίζειν τῶν ἀρτηριῶν, ὥσπερ, οἶμαι, καὶ περὶ τῶν τῆς ἀναπνοῆς μερῶν εὐλόγως ἐζητήθη, πότερον τὴν ἐκπνοὴν, ἢ τὴν εἰσπνοὴν, ἢ ἀμφοτέρας ἐνεργείας ὑποληπτέον ὑπάρχειν. ἀλλὰ περὶ μὲν ἐκείνων ἐν ἑτέροις εἴρηται τὰ εἰκότα, περὶ δὲ τῆς τῶν σφυγμῶν κινήσεως νῦν ζητητέον. εἰ μὲν οὖν, ὥσπερ εἴρηται, τῆς αὐτῆς ἐνεργείας ἕνεκα γεγόνασιν ἀναπνοή τε καὶ σφυγμὸς καὶ πρὸς τῶν αὐτῶν δημιουργουσῶν δυνάμεων, ῥᾴδιον ἂν εἴη τῇ πρὸς ἐκείνην ὁμοιότητι καὶ περὶ τῶν σφυγμῶν τι τεκμήρασθαι. ἐπεὶ δὲ τῶν μὲν σφυγμῶν ἡ ζωτικὴ δύναμις ἡ ἀπὸ τῆς καρδίας ὁρμωμένη δημιουργὸς, τῆς δ’ ἀναπνοῆς, ὡς ἐδείξαμεν, ἡ ἀπ’ ἐγκεφάλου ψυχικὴ, οὐδὲν ἂν ἡμῖν ἐκ τῶν ὑπὲρ ἐκείνης εὑρημένων εὐποροῖ τῆς πρὸς τὰ παρόντα χαλεπωτέρας δήπου τῆς εὑρέσεως, καὶ διότι μετὰ τὸν θάνατον οὐχ ὥσπερ τὰς φλέβας ἔστιν ἰδεῖν εἰς ἑαυτὰς συμπιπτούσας, οὕτω καὶ τὰς ἀρτηρίας. αἱ μὲν γὰρ, ὅταν κενωθῶσι τοῦ αἵματος, εἰς ἑαυτὰς συνιζάνουσι τελέως, ὥστε τοὺς ἄνωθεν αὐτῶν χιτῶνας ἐπιπίπτειν τοῖς κάτωθεν, αἱ δ’ ἀρτηρίαι μέχρι παντὸς διεστηκυῖαι φαίνονται, διὰ τὸν ἕτερον δηλονότι τῶν ἐν αὐταῖς χιτώνων τὸν σκληρόν. καίτοι τινὲς καὶ αὐτὸ τοῦτο μετὰ τὸν θάνατον γίνεσθαί φασι, πηγνυμένων ὑπὸ τῆς ψύξεως αὐτῶν καὶ οὐ φύσει τοιούτων οὐσῶν. ἕτεροι δὲ εἰς θερμὸν ὕδωρ ἐμβαλόντες, εἶτ’ ἔτι διεστώσας ὁρῶντες, οὕτω πείθονται διακεῖσθαι καὶ πρὸ τοῦ θανάτου· ἐπανελθεῖν γὰρ ἂν εἰς τὴν ἀρχαίαν φύσιν, ἀπελθούσης τῆς ψύξεως, εἰ δὴ ταύτῃ τι ἐνενεωτέριστο. παντοίως οὖν ἀπόρου τοῦ ζητουμένου ὄντος, οἷς τεκμαιρόμενος ἀμφοτέρας τὰς κινήσεις τῶν ἀρτηριῶν ἐνεργείας εἶναι νομίζω, καὶ δὴ φράσω. τὴν μὲν διαστολὴν, ἔτι τῆς δυνάμεως ἐῤῥωμένης, μεγάλην γίνεσθαι, ὥσπερ τοὐναντίον, αὐτῆς ἀσθενούσης, μικρὰν εἶναι, πᾶσι πρόδηλον. ἐχρῆν δὲ, εἴπερ, ὥς τινες οἴονται, τὸ μὲν συστέλλεσθαι τῶν ἀρτηριῶν ἐνέργεια, τὸ δὲ διαστέλλεσθαι εἰς τὴν κατὰ φύσιν τῶν χιτώνων διάστασιν ἐπάνοδος αὐτόματος, πρῶτον μὲν ἴσον ἀεὶ τὸν ὄγκον ὑπάρχειν τῶν διαστολῶν, ἔπειτα μηδὲν μᾶλλον ἐῤῥωμένης ἢ ἀῤῥώστου δυνάμεως εἶναι ἔρ γον τὸ μέγεθος· οὐδέτερον δ’ οὕτως ἔχει. καὶ πρόσεστιν ἕτερον τεκμήριον οὐ μικρὸν εἰς ταὐτὸν συντελοῦν. μέγιστοι καὶ ὑψηλότατοι σφυγμοὶ τοῖς κάλλιστα κριθησομένοις γίνονται. καίτοι τότ’ οὐκ ἄν τις οὐδὲ μαινόμενος εἴποι τὴν δύναμιν ἀῤῥωστεῖν. εἰ γὰρ τὸ καλῶς κριθῆναι γίνεται ἐνδείᾳ δυνάμεως, τὸ κακῶς δι’ εὐρωστίαν δηλονότι γενήσεται· εἰ δὲ τοῦτο, καὶ τὸ ἀποθανεῖν αὐτὸ ῥώμης ἔργον εἶναι φήσομεν. τί οὖν ἂν εἴη γελοιότερον; ἀλλὰ καὶ τὸ τὸ σφοδρὸν τῆς πληγῆς ἐν τῷ διαστέλλεσθαι τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον ὑπάρχειν τῶν σφυγμῶν ἐπίτασιν καὶ ἄνεσιν ἐνεργείας ἐνδείκνυται. εἰ δὲ τὸ φαῦλον τῆς ἐνεργείας ἦν ἡ διαστολὴ, καθάπερ ἡ ἐκπνοὴ, οὔτ’ ἂν τὸ μᾶλλόν τε καὶ ἧττον ἦν ἐν αὐτῇ, καθὰ ἐν ταῖς ἐκπνοαῖς, οὔθ’ ὅλος ὁ τόνος τε καὶ ἡ σφοδρότης τῆς προσβολῆς. ἡ μὲν οὖν διαστολὴ διὰ ταῦτά τε καὶ ἄλλα παραπλήσια τούτοις ἐκ τοῦ τῶν ἐνεργειῶν εἶναί μοι φαίνεται γένους, καὶ σώζοιτ’ ἂν ἔτι καὶ κατὰ τοῦτο ἡ πρὸς τὴν ἀναπνοὴν τῶν σφυγμῶν ὁμοιότης.