Περὶ δὲ τοῦ μὴ δι’ ἀρτηριῶν μόνον, ἀλλὰ καὶ διὰ τῶν φλεβῶν καὶ τῶν ἄλλων ἁπάντων ἐπιῤῥεῖν ἐκ τῆς καρδίας τοῖς μορίοις τὴν θερμασίαν, ἐπεὶ διὰ βραχέος εἴρηται πρόσθεν, αὖθις ἡμῖν ἀναληπτέον τε καὶ ἀποδεικτέον, εἰποῦσι πρότερον τὰ φαινόμενα, δι’ ὧν ἄν τις αὐτὸ συλλογίσαιτο. πολλοὺς οὖν ἤδη πολλάκις μονομάχους μονάρχους τε καὶ στρατιώτας καὶ κυνηγέτας οὕτω τρωθῆναι συνέβη φλέβας καὶ ἀρτηρίας, ὥστε ἀναγκασθῆναι τοὺς ἰατροὺς βρόχῳ διαλαβεῖν αὐτάς. καὶ οὗτοι πάντες οὐ μετὰ πολὺν χρόνον ψυχροτέρων αἰσθάνονται τῶν μορίων, πρωϊαίτερον μὲν, εἰ τὰς φλέβας καὶ τὰς ἀρτηρίας βρόχῳ διαλάβοις, ὀψιαίτερον δὲ, εἰ τὰς ἀρτηρίας μόνον, ἥκιστα δὲ, εἰ μόνας τὰς φλέβας. ἐξ ὧν δῆλον, ἥκειν μέν τινα καὶ διὰ τῶν φλεβῶν εἰς τὰ μόρια θερμασίαν, ἀλλ’ ἐλάττονα μακρῷ τῆς διὰ τῶν ἀρτηριῶν. εἰ δὲ χωρὶς τραύματος ἐθελήσαις μόριόν τι τοῦ σώματος λαβὼν ἰσχυρῶς καταδῆσαι, παραχρῆμα πελιδνόν τε καὶ ψυχρὸν αὐτὸ γινόμενον θεάσῃ, δῆλον ὡς στερηθὲν τῆς ἄνωθεν ἐπιῤῥεούσης διὰ πάντων τῶν μερῶν αὐτοῦ θερμασίας. ὁπότ’ οὖν καὶ τοῦτο δέδεικται, καὶ φαίνεται μηδὲν ἐναντιούμενον τῷ μὴ μίαν εἶναι τὴν χρείαν τῆς ἀναπνοῆς καὶ τῶν σφυγμῶν, ἕτοιμον ἤδη συλλογίσασθαι, φυλακῆς ἕνεκα τῆς καθ’ ἕκαστον μόριον θερμασίας γεγονέναι τοὺς σφυγμούς. ὥσθ’, ὅπερ ἐκ τῆς ἀναπνοῆς τῇ καρδίᾳ μόνῃ, τοῦτ’ ἐξ ἐκείνων τῷ καθ’ ὅλον τὸ ζῶον ὑπάρχειν θερμῷ, εἶναι δὲ καὶ τὸ τῆς πέψεως τοῦ ψυχικοῦ πνεύματος κοινὸν μὲν ἀμφοῖν, ἀλλ’ ἰδιαίτατον τῶν ἀρτηριῶν, εἴ γε δὴ μεμνήμεθα τῶν ὀλίγον πρόσθεν εἰρημένων περὶ τοῦ δικτυοειδοῦς πλέγματος. ἐπεὶ τοίνυν ἐν τῷ περὶ χρείας ἀναπνοῆς ἐδείκνυτο διὰ μὲν τῆς εἰσπνοῆς ἐμψυχόμενον τὸ ἔμφυτον θερμὸν, διὰ δὲ τῆς ἀναπνοῆς οἷον καθαιρόμενον, ἐκκρινομένου τοῦ καπνώδους περιττώματος, ἄμφω δὲ ταῦτ’ εἰς τὴν φυλακὴν αὐτοῦ συντελεῖν, δῆλον ὡς κᾀπὶ τῶν σφυγμῶν ἐροῦμεν, ἐν μὲν ταῖς διαστολαῖς ἕλκεσθαί τινα οὐσίαν ἀερώδη, κατὰ δὲ τὰς συστολὰς ἐκκρίνεσθαι τὸ ἐκ τῆς τῶν χυμῶν συγκαύσεως καθ’ ὅλον τὸ ζῶον γινόμενον οἷον καπνῶδες περίττωμα. Καίτοι γινώσκω τοὺς περὶ τὸν Ἀρχιγένην καί τινας ἔτι πρότερον ἐν μὲν ταῖς συστολαῖς πληροῦσθαι τὰς ἀρτηρίας οἰομένους, ἐν δὲ ταῖς διαστολαῖς κενοῦσθαι. πρὸς γὰρ τὴν ἕλξιν ἐπιτηδειοτάτην εἶναι νομίζουσι τὴν συστολὴν, τεκμαιρόμενοι μάλιστα τῷ τε στόματι καὶ ταῖς ῥισὶν κατὰ μὲν τὰς εἰσπνοὰς, ὡς ἐκεῖνοί φασι, συστελλομένοις, κατὰ δὲ τὰς ἐκπνοὰς διαστελλομένοις· ὅπερ ἐπὶ τῶν ἀῤῥώστων μὲν τὴν δύναμιν ὁρᾶται γινόμενον. οὐδ’ οὖν οὐδ’ ἐπὶ τούτων, κᾂν ἄλλο τι μόριον ᾖ ἐν τοῖς ὑστάτοις καὶ χονδρώδεσι τῶν ῥινῶν. ὁρᾶται δέ ποτε κᾀπὶ τῶν δραμόντων ὠκέως ἢ ἄλλως πως συντόνως γυμναζομένων, οὐ μὴν ἐπ’ ἄλλου γε οὐδενὸς, οὔθ’ ὑγιαίνοντος, οὔτε νοσοῦντος. χρὴ δὲ τὴν φυσικὴν κατάστασιν, ἥτις ἂν ᾖ, τοῖς ἀπαραποδίστως τε καὶ ἀκριβῶς ὑγιαίνουσι μᾶλλον ἤπερ τοῖς ἄλλοις φαίνεσθαι. ἀλλ’ ἔστω γίνεσθαι πᾶσιν ὁμοίως, καὶ φαινέσθωσαν αἵ τε ῥῖνες καὶ τὰ χείλη συστέλλεσθαι τοῖς εἰσπνέουσι, τίς ἡ ἐκ τούτου πίστις τῷ ζητουμένῳ; οὐ γὰρ δὴ ἀνάλογον φήσουσιν ἔχειν ταῖς ἀρτηρίαις τὰ χείλη καὶ τὰς ῥῖνας. ἀλλὰ τούτοις μὲν ἀνάλογον τὰ πέρατα τῶν ἀρτηριῶν, αὐταῖς δὲ ταῖς ἀρτηρίαις αἱ ἀπὸ τούτων ἐπὶ τὴν καρδίαν οἷον ὁδοὶ τοῦ πνεύματός εἰσιν. εἰ μὲν οὖν ἐκείνας ἔχουσι δεῖξαι συστελλομένας ἐν ταῖς εἰσπνοαῖς, εἴη ἄν τι πλέον αὐτοῖς τοῦ παραδείγματος· εἰ δὲ πρὸς τῷ μηδὲν ὠφελεῖσθαι ἔτι καὶ καθ’ ἑαυτῶν αὐτὸ ἐφέλκονται, ἐρούντων ἂν ἡμῶν, ὥσπερ ἡ φάρυγξ, καὶ ὁ πνεύμων, καὶ σύμπας ὁ θώραξ ἐν ταῖς εἰσπνοαῖς διαστέλλεται, καὶ τὰς ἀρτηρίας οὕτω χρῆναι διΐστασθαι, καθ’ ὃν ἕλκουσι καιρὸν, οὐ καθ’ ὃν ἐκπέμπουσι τὸ πνεῦμα. ἀλλὰ καὶ ἡ μετὰ τὴν συστολὴν αὐτῶν ἡσυχία πολλῷ μακροτέρα γινομένη τῆς μετὰ τὴν διαστολὴν, ὥσπερ καὶ ἡ πρὸ τῆς εἰσπνοῆς τῆς μετ’ αὐτὴν, ἐνδείκνυταί τινα καὶ κατὰ τοῦτο ἀναλογίαν εἶναι τοῖς σφυγμοῖς πρὸς τὴν ἀναπνοήν. οἷον γοῦν τι ἡ εἰσπνοὴ τοῖς ἀναπνευστικοῖς ὀργάνοις, τοιοῦτον ἡ διαστολὴ ταῖς ἀρτηρίαις, καὶ οἷον γοῦν τι ἐκείνοις ἡ ἐκπνοὴ, τοιοῦτον ταῖς ἀρτηρίαις ἡ συστολή. ταύτης δὲ τῆς διπλῆς καὶ συνθέτου τῶν ἀρτηριῶν κινήσεως, ἣν δὴ καὶ  σφυγμὸν ὀνομάζομεν, ἐξηγεῖται μὲν ἡ καρδία, καθάπερ καὶ ἡμῖν ἐν ἑτέροις καὶ μυρίοις ἄλλοις πρὸ ἡμῶν ἀποδέδεικται, οὐ μὴν καθ’ ὃν Ἐρασίστρατος ὑπελάμβανεν τρόπον, ἀλλ’ ὡς Ἡρόφιλός τε καὶ Ἱπποκράτης, καὶ σχεδὸν οἱ δοκιμώτατοι πάντες τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων. ἡ γὰρ ἐν τῷ σώματι τῆς καρδίας δύναμις, ὑφ’ ἧς διαστέλλεται καὶ συστέλλεται, διὰ τῶν χιτώνων ἐπιῤῥέουσα ταῖς ἀρτηρίαις ἁπάσαις, οὕτως αὐτὰς διαστέλλει καὶ συστέλλει, καθάπερ καὶ αὐτὴν τὴν καρδίαν. ὡς οὖν ἐκείνη διαστελλομένη μὲν εἰς ἑαυτὴν ἕλκει τὰ πλησιάζοντα τοῖς στόμασιν αὐτῆς, συστελλομένη δὲ ἐκθλίβει, οὕτω καὶ αἱ ἀρτηρίαι διαστελλόμεναι μὲν ἕλκουσι πανταχόθεν, συστελλόμεναι δ’ ἐκθλίβουσι πανταχόσε. Τί δὴ τοῦτ’ ἔστι πανταχόθεν καὶ πανταχόσε, σαφέστερον ἔτι διαιρήσω σοι. πάμπολλοι πόροι ταῖς ἀρτηρίαις, οἱ μὲν ἐν αὐτοῖς τοῖς χιτῶσιν οἷον ὀπαί τινες, ἄλλοι δὲ δίκην στομάτων εἰς ἔντερα καὶ γαστέρα καὶ τοῦτο δὴ τὸ ἐκτὸς δέρμα περαίνονται. ἀλλὰ καὶ συνεχεῖς ἀλλήλαις τε καὶ τῇ καρδίᾳ κατὰ μεγίστους εἰσὶ πόρους, κατὰ τὰς αὐτὰς ἀρτηρίας, μᾶλλον δὲ εὐρυχωρίας ἁπάσας. ταῖς γε φλεψὶν οὔπω κατὰ μεγάλας, ἀλλ’ ἐκφεύγουσι μὲν τὰς αἰσθήσεις αἱ συναναστομώσεις αὐτῶν. ὥστε, κᾂν ἀπιστοίης δικαίως, ὡς οὐκ οὔσαις, πιστεύσαις ἂν διὰ τὰ ἄλλα τὰ πρὸς τῶν παλαιῶν εἰρημένα, καὶ οὐχ ἥκιστα διὰ τόδε τὸ φαινόμενον. εἰ γάρ τις λαβὼν ζῶον ὁτιοῦν τούτων δὴ τῶν μεγάλας τε καὶ σαφεῖς τὰς φλέβας τε καὶ τὰς ἀρτηρίας ἐχόντων, οἷον βοῦν, ἢ σῦν, ἢ ὄνον, ἢ ἵππον, ἢ πρόβατον, ἢ ἄρκτον, ἢ πίθηκον, ἢ πάρδαλιν, ἢ ἄνθρωπον αὐτὸν, ἤ τι τῶν ἄλλων τῶν παραπλησίων, κατὰ μεγάλας καὶ πολλὰς ἀρτηρίας τρώσειεν, ἐκκενώσει δι’ αὐτὰς ἅπαν τοῦ ζώου τὸ αἷμα. τούτου πολλάκις τοῦ φαινομένου ἡμεῖς πεῖραν ἐποιησάμεθα, καὶ διαπαντὸς εὑρίσκοντες ἐκκενουμένας τὰς φλέβας ἅμα ταῖς ἀρτηρίαις ἀληθὲς τὸ τῶν συναναστομωσεών ἐκ τούτων ἐπείσθημεν δόγμα. διὰ γοῦν τούτων τῶν ἀναστομώσεων ἐκ τῶν φλεβῶν ἕλκουσι μὲν ἐν ταῖς διαστολαῖς ἀρτηρίαι, ἐκθλίβουσι δὲ εἰς αὐτὰς ἐν ταῖς συστολαῖς, ὥσπερ διὰ τῶν εἰς τὸ δέρμα περαινομένων στομάτων ἐκκρίνουσι μὲν ἔξω πᾶν ὅσον ἀτμῶδές τε καὶ καπνῶδες περίττωμα, μεταλαμβάνουσι δὲ εἰς ἑαυτὰς ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος οὐκ ὀλίγην μοῖραν. καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον, ὡς ἔκπνουν καὶ εἴσπνουν ἐστὶν ὅλον τὸ σῶμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔκ τε τῆς γαστρὸς καὶ τῶν ἐντέρων ἕλκουσί τε καὶ αὖθις ἐκκρίνουσιν. οὕτω δὲ καὶ ἐκ τῶν περιεχουσῶν αὐτὰς χωρῶν διὰ τῶν οἷον ὀπῶν τῶν καθ’ ὅλους τοὺς χιτῶνας αὐτῶν ἐν μέρει μὲν ἕλκουσιν, ἐν μέρει δ’ ἐκκρίνουσι. παρὰ δὲ τῆς καρδίας λαμβάνουσι μὲν πλεῖον, διδόασι δ’ ἔλαττον. αἰτία δὲ αἱ τῶν ὑμένων ἐπιφύσεις, ὑπὲρ ὧν αὐτάρκως Ἐρασιστράτου διειλεγμένου, περιττὸν ἡμᾶς νῦν γράφειν. ἀλλ’ ἐκεῖνος μὲν ἔοικεν ὑπολαμβάνειν, μηδὲν ὅλως εἰς τὴν καρδίαν ἐκ τῶν ἀρτηριῶν μεταλαμβάνεσθαι, πλήν γε διὰ τῶν ἐν πνεύμονι· τὸ δὲ οὐχ οὕτως ἔχει. τάχα μὲν γὰρ καὶ τὰ κατ’ αὐτὸν τὸν τῆς φύσεως νόμον διοικουμένου τοῦ ζώου μεταλαμβάνεταί τι μικρόν. οὐχ οὕτως γάρ μοι δοκοῦσιν ἀκριβῶς ἀποφράττειν τὸ στόμα τῆς μεγάλης ἀρτηρίας οἱ ὑμένες, ὡς μηδὲν ἐξ αὐτῆς εἰς τὴν καρδίαν παλινδρομεῖν· εἰ δὲ μὴ, ἀλλά τοί γε, βιαίας τινὸς περιστάσεως καταλαβούσης τὸ ζῶον, ἀναγκαῖον οὕτως γίνεσθαι. πάντως δὲ μᾶλλον ἀληθὲς εἶναί μοι δοκεῖ. τοῦτο δὲ καὶ δι’ ἑτέρων ἡμῖν γραμμάτων ἀποδέδεικται, καὶ οὐ μεγάλη τις αὐτοῦ χρεία πρὸς τὸν ἐνεστῶτα λόγον. εἰ μὲν γάρ τι καὶ τῇ καρδίᾳ μεταδιδόασιν αἱ ἀρτηρίαι, πανταχόθεν ἂν οὕτως ἕλκοιέν τε καὶ αὖθις ἀντιπέμποιεν· εἰ δὲ μὴ, πανταχόθεν μὲν ἕλξουσιν, ἐπιπέμψουσιν δὲ καὶ, πλὴν εἰς τὴν καρδίαν, πανταχόσε. καί μοι δοκεῖ πολλῷ βέλτιον εἶναι τοῦτο τὸ δόγμα τῶν Ἐρασιστρατείων ὑποθέσεων· οὐδὲ γὰρ οὐδὲ σύμπνουν οὐδὲ σύῤῥουν εἶναι τὸ σῶμα δυνατὸν ἑαυτῷ, τῶν ἀρτηριῶν ἑλκουσῶν μὲν πανταχόθεν, μὴ ἐκπεμπουσῶν δὲ πανταχόσε. καὶ μὲν δὴ τὸ τῆς ἐνεργείας αὐτῶν χρηστὸν ᾧδ’ ἂν μᾶλλον εἰς ἅπαν ἐκταθείη τὸ ζῶον. οὕτω γὰρ ἅπαν μόνον ἀναψύχεσθαί τε καὶ καθαίρεσθαι δυνήσεται ταῖς τῶν ἀρτηριῶν διαφόροις κινήσεσι ἐπιστατούμενον. ὡς δ’ Ἐρασίστρατος ὑπελάμβανεν, ὀχετῶν ἀψύχων ἔργον, οὐκ ὀργάνων ζωτικῶν, αἱ ἀρτηρίαι τοῖς ζώοις ὑπηρετοῦσιν. ἡμεῖς δὲ καὶ δι’ ἑτέρου τινὸς ὅλου βιβλίου πολυειδῶς ἀπεδείξαμεν, αἷμα κᾀν τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον ἐν αὐταῖς ταῖς ἀρτηρίαις περιέχεσθαι. εἰ δὲ τοῦτο, παντί που δῆλον, ὡς οὐχ, ὅτι πληροῦνται τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύματος, ὡς Ἐρασίστρατος ἐνόμιζε, διὰ τοῦτο διαστέλλονται μᾶλλον, ἢ, ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται. κενῶν μὲν γὰρ αἵματος οὐσῶν, ἐνδέχοιτ’ ἂν ἴσως ἐν ὀλίγῳ χρόνῳ τὸ ἀπὸ τῆς καρδίας ἐπιῤῥυὲν ἐξικέσθαι μέχρι τῶν περάτων· αἷμα δὲ εἴπερ ἔχοιεν, οὐδαμῶς ἐγχωρεῖ τὸ τάχος τῆς κινήσεως ὁμολογεῖν τῷ παρὰ τῆς καρδίας πληρουμένας αὐτὰς διαστέλλεσθαι. οὐ γὰρ, ὅτι πληροῦνται, διὰ τοῦτο διαστέλλονται, ἀλλ’ ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦνται. τοῦτο μὲν δὴ πολλάκις τε καὶ πανταχοῦ καὶ ἡμῖν καὶ πολλοῖς τῶν ἔμπροσθεν ἀποδέδεικται, τὸ τὰς ἀρτηρίας ἐνεργεῖν αὐτὰς, ὡς καὶ ἡ καρδία, συστελλομένας τε καὶ διαστελλομένας ἐν μέρει κατὰ τὴν αὐτὴν ἐκείνῃ  δύναμιν, ἣν ἐκ τῆς καρδίας ὁρμωμένην διὰ τῶν χιτώνων αὐτῶν ἐλέγομεν πέμπεσθαι.