Ἀλλ’ οὐ πρόκειταί μοι νῦν τὴν τῶν ἄλλων χυμῶν δύναμιν ἐξηγήσασθαι, περὶ μελαίνης χολῆς προθεμένῳ γράφειν, ἣν Ἱπποκράτης φησὶν ἀναγκαίαν μὲν ἔχειν τὴν γένεσιν, ὅπως δὲ μὴ γένηται πλείων, ἐδίδαξεν, ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων ἀρξάμενος. ἔν τε γὰρ τοῖς ζώοις, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς κράσεσίν ἐστιν, ἐν τούτοις φαίνεται γεννᾶσθαι πλέον, ἔν τε ταῖς θερμοτέραις ἅμα καὶ ξηροτέραις ὥραις τε καὶ χώραις καὶ καταστάσεσιν, ἐπιτηδεύμασί τε τοῖς μετὰ κόπων, καὶ φροντίδων, καὶ ἀγρυπνιῶν, ἐδεσμάτων τε τῶν παχυμερῶν καὶ ξηροτάτων. ἀλλὰ καὶ τὸ χρῶμα τοῦ σώματος παντὸς μελάντερόν ἐστι τοῖς τὴν τοιαύτην πεφυκόσιν ἀθροίζειν χολὴν, ἔν τε τοῖς καυσώδεσι νοσήμασιν, ὅσα χωρὶς ὑγρότητος ἔχει τὴν γένεσιν, ἐφ’ ὧν καὶ εἰ αἱμοῤῥαγήσει ποτὲ, ἢ στάξει, μέλαν ῥεῖ. τὰ μὲν οὖν τοιαῦτα φαινόμενα τὰς αἰτίας, ὑφ’ ὧν ὁ μελαγχολικὸς γεννᾶται χυμὸς, ἐνδείκνυται. περὶ δὲ τῆς καθάρσεως αὐτῶν ταυτὶ τὰ φαινόμενα τὴν ὁδὸν τῆς εὑρέσεως ὑπαγορεύει. κακοπραγῶν ἐν χρόνῳ πλείονι σπλὴν, εἴτε διὰ φλεγμονὴν, εἴτε διὰ σκίῤῥον, εἴτε δι’ ἀτονίαν, ἀχροίας ἐργάζεται κατὰ πᾶν τὸ σῶμα, πρὸς τὸ μελάντερον ἐκτρεπόμενον. ἀλλὰ καὶ αὐτὸς ἀεὶ μελάντερός ἐστι τοῦ ἥπατος, καὶ μάλιστα τῶν τῆς θερμῆς καὶ ξηρᾶς κράσεως ζώων, ὁποῖα τὰ καρχαρόδοντα πάντα ἐστὶν, ὥσπερ γε πάλιν, ὁπόσα κράσεως ψυχροτέρας καὶ ὑγροτέρας ἢ κατ’ ἐκεῖνα τετύχηκεν ὄντα, καθάπερ οἱ ὕες, οὐ πάνυ μέλας ὁ σπλὴν αὐτοῖς ἐστι. τοῖς δὲ βουσὶ, καὶ κατὰ φύσιν μὲν ἔχουσι, μελάντερος ὁ σπλήν ἐστιν, γηράσασι δὲ πολλαπλασίῳ δή τινι μελάντερος γίνεται. ἀλλὰ καὶ ἡ γεῦσις τοῦ σπλάχνου τούτου, καίτοι γε ἑψομένου, φαίνεται στρυφνὸν ἔχουσά τι καὶ οὐδαμῶς ὅμοιον ἥπατι. διὰ τούτων μὲν οὖν ὑπαχθέντες οἱ ἄριστοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀπεφήναντο, καθαίρεσθαι τὸ ἧπαρ ὑπὸ τοῦ σπληνὸς, ἕλκοντος εἰς ἑαυτὸν ὅσον ἰλυῶδες ἐν αἵματι. τοιοῦτο δὲ τοῦτό ἐστιν, ὡς ἔφην, ὁποῖον ἐν οἴνῳ μὲν ἡ τρὺξ, ἐν ἐλαίῳ δ’ ἡ ἀμόργη. τοῖς δὲ νεωτέροις αἱρέσεις προστήσασθαι προελομένοις, ὥσπερ ἄλλα λέλεκται πολλὰ ψευδῶς, οὕτω καὶ τὸ μηδὲν δεῖσθαι τὸν ἰατρὸν εἰς τὰ τῆς τέχνης ἔργα τῆς περὶ τοὺς χυμοὺς θεωρίας, καὶ πρό γε πάντων ἔτι, τὰ καθαίροντα φάρμακα μάτην ὠνομάσθαι καθαίροντα· κενωτικὰ γάρ ἐστιν ὁμοτίμως ἁπάντων τῶν ἐν τῷ σώματι χυμῶν, οὐ μόνον τῶν δοκούντων βλάπτειν. Ἱπποκράτης δὲ, ὡς ὁμολογουμένῳ τῷ καθαίρειν αὐτὰ χρησάμενος, ἀποδείκνυσι ἐν ἅπαντι τῷ τῆς ζωῆς χρόνῳ περιέχεσθαι κατὰ τὸ σῶμα τἀνθρώπου τοὺς τέτταρας χυμούς· μήθ’ ἡλικίαν εἶναί τινα, μήθ’ ὥραν τοῦ ἔτους, μήτε σώματος φύσιν, ἐν ᾗ μὴ πάντες εἰσίν. ἐκ γὰρ τοῦ τὰ μὲν τῆς ξανθῆς χολῆς ἑλκτικὰ φάρμακα τοὺς ἰκτερικοὺς ὀνινάναι, τὰ δ’ ὑδραγωγὰ καλούμενα τοὺς ἀσκίτας ὑδέρους ἐκκενοῦν, κωλύειν δ’ αὐξάνεσθαι τοὺς ἐλέφαντάς τε καὶ καρκίνους τὰ τῶν μελάνων ἑλκτικὰ, δῆλον εἶναι τοῖς παλαιοῖς ἐφαίνετο, τὸν οἰκεῖον ἑαυτῷ χυμὸν ἕκαστον τῶν καθαρτικῶν φαρμάκων ἕλκειν. εἰ δ’ ἀληθὲς ἦν, ἅπαντας ἕλκεσθαι τοὺς ἐν τοῖς ἀγγείοις περιεχομένους  χυμοὺς, ἀλλοιουμένους ὑπὸ τοῦ φαρμάκου κατὰ τὴν ἐκείνου δύναμιν, ὅμοιον ἂν ἦν τὸ καθαρθῆναι διά τινος τῶν τοιούτων φαρμάκων τῷ φλεβοτομηθῆναι. τί ποτ’ οὖν τὸ ὑδραγωγὸν φάρμακον ἐπὶ τῶν ὑδέρων δίδομεν, ἐνὸν τοῦ αἵματος ἐκκενῶσαι, τέμνοντας φλέβα; διὰ τί δὲ πλεῖστον ἐπὶ τούτων ἐκκενοῦται τὸ ὑδατῶδες, ἐλάχιστον δὲ ὁ πικρόχολος χυμὸς, ἔμπαλιν δ’ ἐπὶ τῶν ἰκτεριώντων ὁ πικρόχολος χυμὸς πλεῖστος, ἐλάχιστος δ’ ὁ ὑδατώδης; διὰ τί δὲ ὠφελοῦνται μὲν ὑπὸ τῶν ὑδραγωγῶν φαρμάκων, ὅταν συμμέτρως κενωθῶσιν, οὐδεὶς δὲ τῶν ὁμοτίμως εἶναι πεπεισμένων τὰς διὰ τῶν καθαρτικῶν κενώσεις ταῖς φλεβοτομίαις ἐτόλμησεν ἀφελεῖν αὐτοῖς τοῦ αἵματος; ἀλλ’ ἔνιοι μὲν καὶ διὰ τῶν ὑδραγωγῶν φαρμάκων τὰς κενώσεις ποιοῦνται, πάντες δὲ τοῖς οὐρητικοῖς χρῶνται. καίτοι κᾀπὶ τούτων ἐχρῆν τοὺς φάσκοντας, ὑπὸ τῶν νεφρῶν ἀλλοιούμενον τὸ αἷμα τὴν τῶν οὔρων γένεσιν ἐργάζεσθαι, φλεβοτομεῖν τοὺς ὑδερικοὺς μᾶλλον, ἢ διὰ τῶν οὐρητικῶν φαρμάκων θεραπεύειν. ἄμεινον γὰρ ἅπαξ τὸ περιττὸν ἀποχεῖν τοῦ πολλάκις, ἐν πολλαῖς ἡμέραις, κατὰ βραχὺ πράττειν αὐτό. γέγραπται δὲ οὖν μοι καὶ πρὸς ταύτην τὴν δόξαν ἰδίᾳ καθ’ ἓν ὑπόμνημα, τὴν ἐπιγραφὴν ἔχον Πρὸς τὴν καινὴν δόξαν περὶ τῆς τῶν οὔρων διακρίσεως. εἶτ’ οὐχὶ καλῶς οἱ πολλοὶ τῶν ἀνθρώπων ἑαυτοὺς ἐπιτρέπουσι τοῖς ἀλόγῳ τριβῇ μᾶλλον ἢ λογικῇ διαστροφῇ τὴν τέχνην μεταχειριζομένοις; ὅπερ γὰρ εἰώθασι λέγειν ἔνιοι αὐτῶν, ἀληθέσταστόν ἐστιν, ὡς πολλῷ βέλτιον αὐτοὶ γινώσκουσι τά τε τῶν ὑγιαινόντων καὶ τὰ τῶν νοσούντων διαιτήματα τῶν σοφιστικῶς ληρούντων· οἵγε πρὸς τοῖς ἄλλοις ἔτι καὶ κατατρίβουσιν ἡμῶν τὸν βίον, ἀναγινωσκόντων μὲν πρῶτον, ἃ γεγράφασιν οἱ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνες, εἶτ’ ἀκουόντων, ἃ συναγορεύοντες αὐτοῖς λέγουσιν, εἶτα ἀναγκαζομένων λύειν αὐτῶν τὰ σοφίσματα. Ἱπποκράτης μὲν οὖν φαίνεται καλός τε καὶ ἀγαθός τις ἀνὴρ γεγονέναι, μὴ φιλοτιμίας ἢ φιλοδοξίας, ἀλλ’ ἀληθείας ἐραστής. εἰ δὲ καὶ δόξης ἢ τιμῆς αὐτὸν ἐπιθυμῆσαι φαίη τις, ἀλλὰ καὶ κτήσασθαί γε αὐτὴν ῥᾷστον ἦν ἐκείνῳ τῷ ἀνδρὶ, οὐ βουληθέντι τούτῳ φιλονεικεῖν ἐν λόγοις αἱρέσεσιν ἐνδόξοις ἑαυτοῦ πρεσβυτέραις· οὐδεμία γὰρ ἦν ἱκανῶς ἔνδοξος. οἱ δὲ μετ’ αὐτὸν ἀπλήστως ὀρεχθέντες ἀδίκου δόξης αἱρέσεις ἰδίας συνεστήσαντο μοχθηρὰς, ἀντιλογίας πρὸς τοὺς ἑαυτῶν πρεσβυτέρους ποιησάμενοι. καίτοι τινὲς ἐξ αὐτῶν ἤθους ἐπιεικοῦς οὐκ ἀμελῶς ἔχοντες, ἐν οἷς καὶ τὸν Ἐρασίστρατον ἄν τις οἰηθείη. ἀλλὰ καὶ τοῦτον ἡ πρὸς Ἱπποκράτην φιλονεικία μαχόμενα γράφειν ἑαυτῷ κατηνάγκασε. πῶς γὰρ οὐκ ἄν τις μαχόμενα φαίη, προνοητικῶς τοῦ ζώου τὴν φύσιν ἅπαντα διαπλάσασαν τὰ μόρια μάτην ἐν αὐτοῖς ὅλον τὸ τοῦ σπληνὸς σπλάγχνον πεποιηκέναι; πῶς δ’ οὐκ ἄν τις γνοίη, τινὰς τῶν ὁμοδοξούντων αὐτῷ κατεγνωκότας φαίνεσθαι τῶν εἰρημένων τἀνδρὶ περὶ σπληνὸς, καὶ διὰ τοῦτο τὸ σπλάχνον τοῦτο φάσκοντας προπαρασκευάζειν τῷ ἥπατι τὸν ἐκ τῶν σιτίων χυμὸν εἰς αἵματος χρηστοῦ γένεσιν, εἶθ’ οἷον ἄλλο τι μεσεντέριον ποιοῦντας τῷ λόγῳ τὸ ἐπίπλοον, οὐ μὴν ἐννοοῦντάς γε, ὡς ἐχρῆν τὰς φλέβας ἐξ ἁπάντων τῶν ἐντέρων εἰς τοῦτο ἀναφέρειν τὸν τρόφιμον χυμὸν, οὐκ ἐκ μόνης τῆς γαστρός; ὅτι δὲ φιλονεικῶν ὁ Ἐρασίστρατος, οὐ πεπεισμένος ἄχρηστον ἰατροῖς εἶναι τὴν περὶ τῶν χυμῶν θεωρίαν, οὔτ’ ὲν ᾧ μέρει τοῦ ζώου γεννᾶται τὸ αἷμα διῆλθεν, οὔθ’ ὑπὸ τίνος αἰτίας, οὔτε κατὰ τίνα τρόπον, ἐναργὲς τεκμήριόν ἐστι τὸ μηδενὸς τῶν διὰ μέλαιναν χολὴν ἢ ὅλως τὸν μελαγχολικὸν χυμὸν γινομένων παθῶν μνημονεῦσαι, καίτοι μὴ μόνον τῶν πρὸ αὐτοῦ φιλοσόφων τε καὶ ἰατρῶν, ἀλλὰ καὶ πάντων ἀνθρώπων ὀνομαζόντων τι πάθος μελαγχολικὸν, ἐπιχειρούντων τε τῇ θεραπείᾳ δι’ ἐλλεβόρου τοῦ λευκοῦ καθάρσεως. οὐδεὶς γὰρ οὕτως ἀπαίδευτός ἐστι τῶν ἐν Ἕλλησι τεθραμμένων, ὡς μήτ’ ἀνεγνωκέναι μήτ’ ἀκηκοέναι τὰς Προίτου θυγατέρας μανείσας ὑπὸ Μελάμποδος ἰαθῆναι καθαρθείσας οὕτως. ὥστε οὐ πρὸ διακοσίων ἐτῶν ἢ τριακοσίων, ἀλλὰ πολὺ πλεόνων, ἐνδόξου τῆς καθάρσεως ταύτης οὔσης, καὶ πάντων τῶν ἐν τῷ μεταξὺ χρόνῳ κεχρημένων τῷ φαρμάκῳ. βέλτιον οὖν ἦν παρὰ ὁμόσε χωρήσαντας τὸν Ἐρασίστρατον ἐπιδεῖξαι σφαλερῶς φιλονεικοῦντα, μήτε μελαγχολίαν, μήτ’ ἄλλως μηδεμίαν μανίαν ἐπὶ μελαίνῃ χολῇ γίνεσθαι, καθάπερ γε μηδὲ καρκῖνον, μηδὲ ἐλέφαντα, μηδὲ τὰς θηριώδεις ἐν φρενίτισι παρακοπὰς, μηδὲ κιρσοὺς, μηδ’ αἱμοῤῥοΐδας, μηδ’ ὅτι πολλοὶ κατὰ τὰς ἀναιρέσεις αὐτῶν ἐμελαγχόλησαν. ἀλλ’ οὐκ ἐτόλμησεν οὐδὲν τοιοῦτο εἰπεῖν, αἰδούμενος, οἶμαι, καταγνωσθῆναι πρὸς τῶν ὁμιλούντων ἐπιμελῶς τοῖς ἔργοις τῆς τέχνης, ἐν οἷς τὰς ἐπιδείξεις οἱ παλαιοὶ τῶν ἰατρῶν, οὐκ ἐν λόγοις σοφιστικοῖς, ἐποιοῦντο. φρασάτω τις οὖν μοι τῶν ἀπ’ αὐτοῦ τὴν αἰτίαν τοῦ τὸν σπλῆνα μέλανα φαίνεσθαι τοῖς θερμοῖς καὶ ξηροῖς τῇ κράσει ζώοις, ὡς μηδὲ βρωθῆναι δύνασθαι. ἐπὶ μὲν γὰρ τῶν ὑῶν, εἰ καὶ μὴ παραπλήσιος ἥπατι κατὰ τὴν ἐδωδὴν, ἀλλ’ οὐκ  ἄβρωτός ἐστιν· ἐπὶ δέ γε λεόντων καὶ λεαινῶν, καὶ παρδάλεών τε καὶ λεοπάρδων, ἄρκτων τε καὶ λύκων οἱ τὰς σάρκας αὐτῶν ἡδέως ἐσθίοντες ἀφίστανται τοῦ σπληνὸς ὡς ἀβρώτου. καίτοι γ’, εἰ πρῶτος ἀπολαύει τῶν ἐσθιομένων τε καὶ πινομένων, ἐχρῆν αὐτὸν μάλιστα μὲν, εἰ οἷόν τε, καὶ αὐτοῦ τοῦ ἥπατος ἐπιτηδειότερον εἰς ἐδωδὴν ὑπάρχειν, εἰ δὲ μὴ, ἀλλὰ μὴ χείρω γε πάντως. εἰρηκότος οὖν αὐτοῦ τοῦ Ἐρασιστράτου, τοὺς περὶ τῶν τοιούτων λογισμοὺς ἀλλήλοις δεῖν ὁμολογεῖν πάντως, οὐκ οἶδ’ ὅπως ὑπομένουσί τινες ἀποδέχεσθαι λόγους ὑπὸ τῶν φαινομένων ἐλεγχομένους, οὓς οὐδὲ οἱ πατέρες αὐτῶν αὐτοὶ διαπαντὸς ἐδυνήθησαν φυλάξαι. σιωπῶν γοῦν Ἐρασίστρατος περὶ τῆς οὐσίας τοῦ τρέφοντος χυμοῦ τὰ νεῦρα γράφειν αὐτὴν ἠναγκάσθη διὰ τὸ χρήσιμον εἰς τὴν τῶν παραλελυμένων ἴασιν, γλίσχρον εἶναι λέγων καὶ ὅλκιμον καὶ δυσέκκριτον τὴν τροφὴν, ὑφ’ ἧς τὰ νεῦρα τρέφεται. καὶ μὴν τοῦτό γε οὐκ ἄλλοθεν ποθὲν ἢ ἐκ τῶν φαινομένων περὶ τὰ νεῦρα συνελογίσατο. καὶ γὰρ ἑψόμενα καὶ σηπόμενα τὴν διάλυσιν εἰς τὸν τοιοῦτον ἔχει χυμὸν, ἔν τε τῷ κατὰ φύσιν ἔχειν ἄναιμα τελέως εἰσίν. ἀλλ’ εἰ μὴ συγχωρηθείη τῶν μορίων ἕκαστον οἰκείῳ τῆς ἰδίας οὐσίας τρέφεσθαι χυμῷ, τὸ πιστὸν οἰχήσεται τοῦ λόγου. καὶ μὴν εἴπερ οἰκεῖος ἕκαστον τῶν μορίων τρέφει χυμὸς, οὐκ ἐνδέχεται τὸν τῶν καρχαροδόντων ζώων σπλῆνα γλυκεῖαν ἔχειν τὴν τροφήν. εἴπερ οὖν ἐπὶ τούτων μάλιστα φαίνεται σαφὴς ἡ ἰδέα τοῦ σπληνὸς, ὡς ἂν τὴν στρυφνὴν καὶ ὀξεῖαν ἐναργῶς ἔχοντος ποιότητα, πρόδηλον ὅτι καὶ ὁ τρέφων αὐτὴν χυμὸς τοιοῦτός ἐστιν. οὐκ οὖν ἂν ἠμέλησεν ὁ δημιουργὸς τῶν τοιούτων ζώων ἐκκαθαίρειν τοῦ αἵματος ὅσον ἰλύς τις αὐτοῦ καὶ τρύξ ἐστι, καθάπερ οὐδὲ τὸ πικρόχολον καὶ ὀῤῥῶδες περίττωμα. εἴπερ οὖν φαίνονται κατὰ τὸ σῶμα πάντες οἱ χυμοὶ περιεχόμενοι, τοῦτο γὰρ Ἱπποκράτης ἀπέδειξεν, ἐκ τοῦ πάντας ἐκκρίνεσθαι τοῖς ὑγιαίνουσιν, ἑλκομένους ὑπὸ τῶν οἰκείων ἑκάστου φαρμάκων, οὐκ ἂν ἠμέλησεν ἡ διαπλάττουσα τὰ ζῶα τέχνη ποιῆσαί τι τοῦ μελαγχολικοῦ περιττώματος ἑλκτικὸν ὄργανον. οὐ μὴν οὐδ’ ἄλλο τι δυνατὸν ἐπινοῆσαι τοιαύτης ὑγρότητος οἰκεῖον μόριον ὑπερβάντα τὸν σπλῆνα. ἆρ’ οὖν ἔτι ζητήσεις, διὰ τίνος ἀγγείου τὸ παχὺ τοῦ αἵματος φέρεται πρὸς αὐτὸν, ἀπιστήσεις δὲ, διὰ μιᾶς φλεβὸς οὐ σπλῆνα μόνον ἕλκειν, ἀλλὰ καὶ τὴν γαστέρα τὸν οἰκεῖον χυμὸν ἐν ταῖς μακροτέραις ἀσιτίαις; εἰ μεμνημένος ὧν ἀπεδείξαμεν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν εἴης, οὔτε τούτων ζητήσεις οὐδὲν, οὔτε πῶς διὰ τῶν αὐτῶν φλεβῶν ἐκ κοιλίας εἰς ὅλον τὸ ζῶον ἡ τροφὴ φέρεται, καταφέρεται δὲ πάλιν ἐπ’ αὐτὴν διὰ τῶν αὐτῶν. ἔν τε γὰρ ταῖς ὑπὸ τῶν φαρμάκων καθάρσεσι, κᾀπειδὰν ἡ φύσις ἐκκαθαρῇ τὸ κατὰ τὰς ἐν ταῖς νόσοις κρίσεις, ὥσπερ γε κᾀπὶ τῶν ὑγιαινόντων πολλάκις, αὐτό τε τὸ χρηστότατον αἷμα φέρεται πρὸς τὴν γαστέρα, θρέψον αὐτὴν ἐν ταῖς μακροτέραις ἀσιτίαις, ἐκκρίνεταί τε διὰ τῶν αὐτῶν φλεβῶν ἐξ ὅλου τοῦ σώματος ἀθρόως ἐνίοτε πολλὰ τῶν περιττωμάτων. ἀποδέδεικται δὲ περὶ τούτων ἁπάντων ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι. καὶ χρὴ τὸν ἀντιλέγοντα μὴ πρὸς τὰ συμπεράσματα τῶν ἀποδείξεων ἐρωτᾷν λόγους, οὓς ἐν ἐκείνοις τοῖς γράμμασιν ἐξηλέγξαμεν, ἀλλὰ τὰς ἡμετέρας ἀποδείξεις ἀποδεικνύναι ψευδεῖς, ἢ, εἰ μηδὲν τούτων πράξειε, σιωπᾷν αἰδούμενον, ὥσπερ Ἐρασίστρατος ἐποίησεν. Οὐδὲν μὲν οὐδαμόθι περὶ τῆς τῶν χυμῶν γενέσεως καὶ δυνάμεως εἰπὼν, ἔνθα δὲ ἐπεχείρησε θεραπείαν γράψαι παραλύσεως, ἀναγκασθεὶς ἐμνημόνευσε τοῦ τρέφοντος τὰ νεῦρα χυμοῦ, καθάπερ γε κᾀν τῷ δευτέρῳ περὶ πυρετῶν ἐμαρτύρησε τοῖς παλαιοῖς, οὐ κένωσιν ἁπλῶς ὀνομάσας τὴν διὰ τῶν καταμηνίων ἔκκρισιν, ἀλλὰ κάθαρσιν, ὥσπερ γε καὶ τὴν διὰ τῶν καθαιρόντων γινομένην φαρμάκων. οὕτω γάρ τοι καὶ τὴν λοχείαν κάθαρσιν ὠνόμασαν οἱ παλαιοὶ τῶν ἰατρῶν, οὐχ ἁπλῶς κένωσιν. ἐν γὰρ τῇ κυήσει τὸ χρηστότατον ἑλκούσης αἷμα τῆς διαπλαττούσης καὶ αὐξανούσης τὸ κύημα φύσεως, ὑπολείπεται τὸ μοχθηρότατον ἐν ταῖς φλεψὶν, ὃ μετὰ τὴν ἀποκύησιν ἀποκρίνεται, καθάπερ ἐν ἑκάστῳ μηνὶ τὸ περιττόν τε καὶ ἄχρηστον, οὐ κατὰ τὸ ποσὸν μόνον, ἀλλὰ καὶ κατὰ τὸ ποιόν· ὅπερ ὡς τὸ πολὺ μελάντερόν ἐστι τοῦ κατὰ φύσιν ἔχοντος αἵματος. οὕτω γοῦν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ δευτέρῳ περὶ πυρετῶν κατὰ τήνδε τὴν λέξιν· Καλῶς οὖν ἔχει τὸν βουλόμενον ὀρθῶς ἰατρεύειν ἐν τοῖς κατ’ ἰατρικὴν γυμνάζεσθαι, καὶ μηδὲν τῶν γινομένων συμπτωμάτων περὶ τὸ πάθος ἀζήτητον ἀφεῖναι, ἀλλ’ ἐπισκοπεῖσθαί τε καὶ πραγματεύεσθαι, κατὰ τίνα διάθεσιν ἕκαστον αὐτῶν γίνεται. συμβέβηκε γάρ ποτε, γυναίου ἐν πυρετοῖς ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε καὶ ἀκινδύνως ἔχειν, μελάνων οὔρων ἔκκρισιν γίνεσθαι, οἷα τὰ φαυλότατα ἐν τοῖς σημείοις ἀναγράφεται. ζητουμένης τε τῆς ἐκκρίσεως, κατὰ τίνα διάθεσιν γεγένηται, ἐφαίνοντο τότε τῇ ἀνθρώπῳ καθήκειν αἱ ἡμέραι τῆς καθάρσεως, οὐ γινομένης δὲ ταύτης τῆς ἐκκρίσεως, ἐπὶ τὴν κύστιν ὁρμὴν λαβεῖν τὰ συνειλημμένα.  καὶ διὰ τὴν τούτου ἔκκρισιν κουφισμὸν μᾶλλον ἄν τις ὑπέλαβε τῇ ἀνθρώπῳ ἢ δυσκολίαν γίνεσθαι· ὃ δὴ καὶ ἐπὶ τοῦ φαινομένου συνέβαινεν. οὐκοῦν, ὅτι τὰ μέλανα πολλάκις οὐρεῖται, τῆς ἐμμήνου καθάρσεως μὴ γενομένης, ὅτι τε κουφίζεσθαι μᾶλλον ὑπ’ αὐτῶν ἢ παροξύνεσθαι συμβαίνει τὰς οὕτω νοσούσας γυναῖκας, ὅτι τε κάθαρσίς ἐστιν ἡ διὰ τῆς μήτρας κένωσις, ἐδήλωσεν ὁ Ἐρασίστρατος, εἰς διάγνωσίν τε τῆς παρούσης διαθέσεως, εἰς πρόγνωσίν τε τῶν ἐσομένων χρήσιμον εἶναι τὸν λόγον, ὃν διῆλθεν, ὀρθῶς διηγούμενος. ἐπὶ πάντων οὖν τῶν εἰρημένων μαρτυρεῖται, τὸν μελαγχολικὸν χυμὸν ἐν ἀνθρωπίνῳ σώματι γεννᾶσθαι, καθάπερ γε καὶ τὸν πικρόχολον καὶ τὸ φλέγμα. δέδεικται δὲ ἡμῖν ὁ τοῦ φλέγματος χυμὸς ἐκ τῶν φλεγματικῶν ἐδεσμάτων κατὰ τὴν πρώτην ἐν τῇ γαστρὶ πέψιν γινόμενος, ὥσπερ ὁ πικρόχολός τε καὶ ὁ μελαγχολικὸς ἐν ἥπατι, μεταβάλλων τε καὶ κατὰ τὴν ἐν τούτῳ πέψιν ὁ φλεγματικὸς εἰς αἷμα, καὶ διὰ τοῦτο μηδὲν αὐτοῦ γεγονὸς ἴδιον ὄργανον εἰς κάθαρσιν τοῦ αἵματος, ὥσπερ αἵ τε κύστεις ἀμφότεραι καὶ ὁ σπλὴν, αἱ μὲν τοῦ τε πικροχόλου χυμοῦ καὶ τῶν ὀῤῥωδῶν περιττωμάτων, ὁ δὲ σπλὴν τοῦ μελαγχολικοῦ χυμοῦ. τὸ μὲν γὰρ ἐν τῇ γαστρὶ γεννώμενον, ὃ συναναφέρεται τοῖς εἰς ἧπαρ ἀναδιδομένοις ἐκ τῶν ἐσθιομένων τε καὶ πινομένων χυμοῖς, ἅμα τούτοις πεπτόμενον αἷμα γίνεται· τὸ δ’ ὑπολειπόμενον ἐν τοῖς κατὰ τὴν γαστέρα χωρίοις ὑπὸ τῆς καταῤῥεούσης ἐξ ἥπατος εἰς αὐτὰ χολῆς ἀποῤῥυπτόμενον ἐκκρίνεται διὰ τῆς κάτω γαστρός. Ἐρασίστρατος δ’, ὅτι μὲν ἐγίνωσκε ταῦτα, δῆλός ἐστιν ἐξ ὧν ἐν τοῖς τῆς θεραπευτικῆς λογισμοῖς ἠναγκάσθη διὰ τὴν χρείαν αὐτῆς μνημονεῦσαι· σιωπῶν δ’ ἐν τοῖς πλείστοις, κατάφωρος γίνεται συσκιάζειν τε καὶ κρύπτειν ἑκὼν προαιρούμενος, ὅσα περὶ τῶν χυμῶν ὀρθῶς εἴρηται τοῖς παλαιοῖς ἰατροῖς, πρὸ αὐτοῦ γὰρ ἵνα τά τ’ ἄλλα παραλιπόντες, οὐ κατὰ τὴν ἄρτι παραγεγραμμένην λέξιν ἐν παρέργῳ πῶς ἐμνημόνευσεν, ἑξῆς ἐπιμνησθῶμεν, οὐκ ἂν ἔχοι τις εὔλογον αἰτίαν εἰπεῖν τῆς σιωπῆς, γράφοντος αὐτοῦ· Συνέβαινε γάρ ποτε, γυναίου ἐν πυρετῷ ὄντος καὶ δοκοῦντος ἐλαφρῶς τε καὶ ἀκινδύνως ἔχειν, μελάνων οὔρων ἔκκρισιν γίνεσθαι, οἷα τὰ φαυλότατα ἐν τοῖς σημείοις ἀναγράφεται. οὐκοῦν, ὅτι μὲν τοῖς ἔμπροσθεν ἰατροῖς ἐν τοῖς φαυλοτάτοις σημείοις ἐγέγραπτο μέλαν οὖρον, ἐπίστασθαί φησιν, ὡς ἀνεγνωκὼς δηλονότι τὰ περὶ οὔρων αὐτοῖς γεγραμμένα, μεγίστην ἔχοντα δύναμιν τῶν ἐπὶ τοῖς ὀξέσι πυρετοῖς νοσούντων. ἐχρῆν γοῦν αὐτὸν ἐν τῇ περὶ πυρετῶν πραγματείᾳ, καὶ μάλιστά γε κατ’ αὐτὸ τοῦτο τὸ δεύτερον, ἐν ᾧ ταῦτ’ ἔγραψεν, ἐπιπλέον ἐξειργάσθαι τὸν περὶ αὐτῶν λόγον. Ἱπποκράτης μὲν οὕτω κατὰ τὸ προγνωστικὸν ἔγραψεν· Οὖρον δὲ ἄριστόν ἐστιν, ὁκόταν ᾖ λευκή τε ἡ ὑπόστασις καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ ἡ νοῦσος. σημαίνει τε γὰρ ἀσφάλειαν, καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι. εἰ δὲ παραλίποι, καὶ ποτὲ μὲν καθαρὸν οὐρέει, ποτὲ δὲ ὑφίσταταί τε λευκὸν καὶ λεῖον, χρονιωτέρα γίνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής. εἰ δ’ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον δὲ κάρτα. κριμνώδεες δὲ ἐν τοῖσιν οὔροισιν ὑποστάσιες πονηραί. τουτέων δ’ ἔτι κακίους αἱ πεταλώδεες. λευκαὶ δὲ καὶ λεπταὶ κάρτα φλαῦραι. τουτέων δ’ ἔτι κακίους αἱ πιτυρώδεες. νεφέλαι δ’ ἐμφερόμεναι τοῖσιν οὔροισι, λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φλαῦραι. ἔστ’ ἂν δὲ πυῤῥόν τε ᾖ τὸ οὖρον καὶ λεπτὸν, ἄπεπτον σημαίνει τὸ νόσημα. καὶ εἰ πολὺν χρόνον εἴη τοιοῦτο ἐὸν, κίνδυνος, μὴ οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι, ἔστ’ ἂν πεπανθῇ ἡ νοῦσος. θανατωδέστατα δὲ τῶν οὔρων ἐστὶ τά θ’ ὑδατώδεα, καὶ δυσώδεα, καὶ μέλανα, καὶ παχέα. ἔστι δὲ τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσι τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι τὰ ὑδατώδεα. ὁκόσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ τουτέοισιν, ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία. καὶ τὰς λιπαρότητας δὲ τῶν ἄνω ἐφισταμένων ἀραχνοειδέας μέμφεσθαι, συντήξιος γὰρ σημεῖον. σκοπέειν δὲ χρὴ τῶν οὔρων ἐν οἷσιν αἱ νεφέλαι, ἤν τε κάτω ἔωσιν, ἤν τε ἄνω, καὶ τὰ χρώματα ὁκοῖα ἔχουσι. καὶ τὰς μὲν κάτω φερομένας σὺν τοῖσι χρώμασιν οἷσιν εἰρέαται, ἀγαθὰς εἶναι καὶ ἐπαινέειν, τὰς δ’ ἄνω σὺν τοῖσι χρώμασι οἷσιν εἰρέαται, πονηρὰς εἶναι καὶ μέμφεσθαι. μὴ ἐξαπατάτω δέ σε, ἤν τε αὐτέη ἡ κύστις νόσημα ἔχουσα τῶν οὔρων τι ἀποδιδῷ τουτέων· οὐ γὰρ τοῦ ὅλου σημεῖον, ἀλλ’ αὐτῆς καθ’ ἑωυτήν. ταῦτα γράψαντος Ἱπποκράτους, καὶ μετ’ αὐτὸν Διοκλέους τε καὶ Πραξαγόρου παραπλήσια τούτοις, εὔλογον ἦν, εἴτ’ ἀληθεύουσιν, εἴτε ψεύδονται, τὸν Ἐρασίστρατον εἰρηκέναι, τὸν λογισμὸν προσθέντα τῆς ἰδίας ἀποφάσεως, ὥσπερ γε καὶ περὶ τῶν ἐμουμένων τε καὶ διαχωρουμένων, ἐν οἷς ἐστι καὶ τὰ μέλανα καλούμενα, καὶ πρὸς αὐτοῖς ἡ ἀκριβὴς μέλαινα χολή. καὶ γὰρ καὶ διορίσασθαί τι συγκεχυμένον ἐν τῇ τῆς φωνῆς κοινωνίᾳ τῶν  μελαγχολικῶν χυμῶν ἦν ἀναγκαῖον, ὅπερ ἐγὼ διειλόμην ἔμπροσθεν. Ἐρασίστρατος μὲν οὖν ὅλην τὴν περὶ τοὺς χυμοὺς τέχνην παρέλιπεν. ἐγὼ δὲ οὐ περὶ πάντων ἐνταῦθα προειλόμην εἰπεῖν, ἀλλὰ περὶ τῆς μελαίνης χολῆς μόνης. ὅσα μὲν τῇ κοινωνίᾳ τοῦ λόγου καὶ περὶ τῶν ἄλλων ἔγραψα, δι’ ἑτέρων ἐξείργασμαι. Περὶ δὲ μελαίνης χολῆς τὰ διὰ μακρᾶς πείρας βεβαίως ἐγνωσμένα μοι προσθήσω νῦν, χρήσιμα ἐσόμενα ἐκείνοις, ὅσοι τῆς ἰατρικῆς τέχνης οὐ τοὺς σοφιστικοὺς λόγους, ἀλλὰ τὰ ἔργα σπουδάζουσι. πάντα γὰρ ὅσα διὰ μελαγχολικὸν χυμὸν γίνεται πάθη, κατ’ ἀρχὰς εὐθέως γενναίως καθαίρων τοῖς τὸν τοιοῦτον χυμὸν ἐκκενοῦσιν αὐξηθῆναι κωλύσεις μέχρι καὶ τῶν καρκίνων. ἄξιον δὲ θαυμάσαι τῶν ἤτοι γ’ ἀκόντων ἢ ἑκόντων σοφίσματα γραψάντων εἰς ἀναίρεσιν τοῦ μελαγχολικοῦ χυμοῦ. φασὶ γὰρ, ἐπὶ τῶν παρὰ φύσιν ἐχόντων μόνον αὐτὸν γεννᾶσθαι, μηδενὸς τῶν ἀκριβῶς εὐχύμων ἔχοντος ἐν τῷ σώματι μέλαιναν χολήν. εἰ γοῦν, φασὶν, ἀθλητῇ τινι ἄριστα διακειμένῳ δοίη τις φαρμάκου τοῦ νομιζομένου μέλαιναν χολὴν ἐκκενοῦν, ὄψεται κενουμένην αὐτὴν, ὥσπερ, εἰ καὶ τῶν τὴν ξανθὴν χολὴν ἐκκαθαίρειν πεπιστευμένων προσενέγκῃ τις, ἐκείνην ὄψεται κενουμένην. ᾧ καὶ δῆλον εἶναί φασιν, ὡς, ἀλλοιουμένου τοῦ αἵματος ὑπὸ τῆς τοῦ φαρμάκου δυνάμεως, εἰς τὰς χολὰς γίνεται μεταβολή· καθάπερ γε κᾂν εἰ φλέγματος ἀγωγὸν δοίης, ὄψει, φασὶ, καὶ τότε κενούμενον φλέγμα. παραπλησίως δὲ, κᾂν εἰ τὰ πεπεισμένα τὸν λεπτὸν ἰχῶρα κενοῦν, ἀναγκάσῃς προσενέγκασθαι τὸν εὐχυμότατον ἄνθρωπον, ὄψει καὶ τότε κενούμενον ὑδατώδη λεπτόν τινα ἰχῶρα. πρὶν μὲν οὖν ἀποδειχθῆναι τῶν καθαρτικῶν φαρμάκων ἕκαστον ἕλκειν ἕνα τινὰ χυμὸν, οὗ πέφυκεν ὑπάρχειν ἑλκτικὸν, ἔχει τι πιθανὸν ὁ λόγος αὐτῶν· ἀποδειχθέντος δὲ τούτου, τὸ ψεῦδος αὐτῶν κατάφωρον γίνεται. ἐδείχθη γὰρ, ὅτι τὸν οἰκεῖον ἕκαστον ἕλκει χυμὸν, ἐκ τοῦ τὰ μὲν τοῖς ὑδερικοῖς διδόμενα φάρμακα τοσαύτην ἐνίοτε ποιεῖσθαι κένωσιν, ὡς ὅλας λεκάνας πληροῦν, ἀνάλογον δὲ τῷ κενουμένῳ προστέλλεσθαί τε τὴν γαστέρα καὶ κουφίζεσθαι σαφῶς τοὺς κάμνοντας, εὐπνουστέρους τε γίνεσθαι, τὰ δὲ τοῖς ἰκτεριῶσι τὴν μὲν ξανθὴν χολὴν ἐκκενοῦν πλείστην, ὀνινάναι δὲ τοὺς πάσχοντας. εἰ δ’ ἔμπαλιν τὰ μὲν ὑδραγωγὰ φάρμακα δοίης τοῖς ἰκτεριώδεσι, τὰ δὲ χολαγωγὰ τοῖς ὑδεριώδεσιν, ἐλάχιστόν τε τὸν οἰκεῖον κενώσεις χυμὸν, οὐ μόνον δ’ οὐδὲν ὠφελήσεις τοὺς κάμνοντας, ἀλλὰ καὶ βλάψεις μεγάλως, ὥσπερ εἰ καὶ φλεβοτομήσεις αὐτούς. καίτοι κατὰ τοὺς ἡγουμένους, ὑπὸ τῶν καθαιρόντων φαρμάκων ἀλλοιοῦσθαι τοὺς ἐν σώματι χυμοὺς, ὡς ἂν ἕκαστον τῶν ἑλκόντων τὴν φύσιν ἔχῃ, τῷ· καθῇραι τὸ φλεβοτομῆσαι τὴν ἴσην ἕξει δύναμιν. ὥσπερ οὖν ἡμεῖς, ὑδρα γωγὸν δόντες φάρμακον οἷς ἐστιν ὕδερος ἀσκίτης, ἐκκενοῦμέν τε τὸ πλεονάζον ὑγρὸν, ὠφελοῦμέν τε τὸν κάμνοντα, οὕτω καὶ αὐτοὶ φλεβοτομίαν παραλαμβάνοντες ὁρῶσιν, εἰς ὅ τι τελευτᾷ τὸ βοήθημα. γελοῖοι δ’ εἰσὶ κᾀκ τοῦ μηδὲν εἶναι κατὰ τὸ σῶμα περιεκτικὸν μελαίνης χολῆς ὄργανον, οἷον ἡ ἐπὶ τῷ ἥπατι κύστις ἐστὶ τῆς ξανθῆς χολῆς, ἡγούμενοι, τεκμήριον ὑπάρχειν τοῦτο τοῦ μηδ’ ὅλως ἐν τοῖς ἀκριβῶς ὑγιαίνουσι σώμασι τὸν μελαγχολικὸν εἶναι χυμόν. οὐδὲ γὰρ οὐδὲ τὸ φλέγμα συγχωρήσουσιν ἐν ἡμῖν εἶναι, καθάπερ οὐδ’ ἐν ταῖς περιστεραῖς τὴν ξανθὴν χολήν· οὐ γὰρ ἔχουσι τὴν ἐπὶ τῷ ἥπατι κύστιν, ὥσπερ οὐδ’ ἄλλᾳ τινὰ ζῶα. καὶ μέντοι καὶ παρὰ τὴν ὁμωνυμίαν ἑαυτοὺς, οὐ γὰρ ἡμᾶς γε, σοφίζονται, τὸν μελαγχολικὸν χυμὸν, ὃν ἐν τοῖς ὑγιαίνουσι γεννᾶσθαί φαμεν, ἀκούοντες ἀεὶ κατὰ τῆς μελαίνης λέγεσθαι χολῆς, ἣν ἐν τῷ παρὰ φύσιν ἔχειν γεννᾶσθαί φαμεν. οὐ γὰρ ἡ αὐτὴ κατά γε τοὺς ἀκριβῶς ὑγιαίνοντάς ἐστι μέλαινα χολὴ, καί τινας τῶν παρὰ φύσιν ἐχόντων, ἀμφοτέρας δὲ μελαγχολικὸν χυμὸν ὀνομάζειν οὐδὲν κωλύει. εἴρηται δὲ περὶ τούτων ἤδη καὶ πρόσθεν. ἀλλὰ καὶ νῦν οὐδὲν χεῖρον μεμνῆσθαι περὶ αὐτῶν ἐν βραχέσι κεφαλαίοις ἕνεκα τῶν λόγοις ψευδέσιν ἑαυτούς τε καὶ τοὺς μεμαθηκότας ἀκριβῶς τὴν Ἱπποκράτους γνώμην σοφιζομένων.