Φαίνεται δ’ οὗτος, ἐάν τε ἀρτηρία τις ἢ φλὲψ τρωθῇ, παραχρῆμα τῶν περιεχόντων αὐτὸν ἀγγείων ἐκχεόμενος, ἐρυθρότερος μὲν ἐκ τῶν φλεβῶν, ξανθότερος δὲ τοὐπίπαν ἐκ τῶν ἀρτηριῶν. ἀλλὰ πήγνυταί γε ἑκάτερος εὐθέως, οὐ μόνον ἐκπίπτων τοῦ σώματος, ἀλλὰ καὶ κατ’ αὐτὸ περιεχόμενος ἔτι, καθ’ ὅντιν’ οὖν τρόπον. καὶ τήν γε πῆξιν αὐτοῦ τελευτῶσαν εἰς θρόμβον ὁρῶμεν· οὕτω γὰρ ἔθος ὀνομάζειν τοῖς Ἕλλησι τὸ πεπηγὸς αἷμα. φαίνεται δὲ πηγνύμενον οὐ μόνον ἐν τοῖς κατὰ τὴν κοιλίαν τε καὶ τὰ ἔντερα χωρίοις, ἀλλὰ καὶ κατὰ τὴν κύστιν, ἐν ᾗ τὸ οὖρον ἀθροίζεται, καὶ κατὰ πνεύμονά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὥσπερ γε κᾀν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος, ἔν τε ταῖς μήτραις ἐπὶ γυναικῶν. ἐπικρατεῖ μὲν οὖν ὡς τὸ πολὺ κατὰ τὸν χυμὸν τοῦτον ἡ ἐρυθρὰ χρόα, καὶ τό γε κάλλιστον αἷμα τοιοῦτο ἀκριβῶς ἐστι. φαίνεται δ’ ἐνίοτε καὶ ξανθότερον τοῦδε καὶ μελάντερον, ὥσπερ γε τῇ συστάσει παχύτερον καὶ λεπτότερον. εὑρίσκεται δ’ ἐνίοτε καὶ τὸ τῶν φλεβοτομηθέντων αἷμα λεπτὴν ὑγρότητα περιέχον, ἥτις ἐν τῷ πήγνυσθαι διακρινομένη τὴν ἐπιπολῆς αὐτοῦ καταλαμβάνει χώραν. εὔλογον γὰρ δήπου κᾀκ τοῦ ποτοῦ συναναφέρεσθαί τι τῷ γεννηθέντι κατὰ τὸ ἧπαρ αἵματι, τὴν ἔκκρισιν λαμβάνον ὕστερον, οὐ μόνον διὰ τῶν οὔρων, ἀλλὰ καὶ διὰ τῶν ἱδρώτων, καὶ κατὰ τὴν καλουμένην ἄδηλον αἰσθήσει διαπνοήν. φαίνεται δ’ ἐνίοτε καὶ φλεγματώδης χυμὸς ἐποχούμενος τῷ αἵματι, καθάπερ γε καὶ σύμπαν ἱκανῶς παχύτερον καὶ μελάντερον, ὡς ἐοικέναι πολλάκις ὑγρᾷ πίττῃ. καλεῖται μὲν οὖν τὸ ἐκ τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν ἐκχεόμενον, ὁποῖον ἂν ᾖ, μιᾷ προσηγορίᾳ τῇ τοῦ αἵματος, οὐδεμιᾶς τῶν εἰρημένων αὐτοῦ διαφορῶν ἴδιον ἐχούσης ὄνομα. καὶ πήγνυται πᾶν αὐτίκα, κᾂν εἰς σαρκῶδες μόριον ἄχρι βάθους διαιρεθὲν ἐκχυθῇ. παραπλήσιος δέ τις αἵματι παχεῖ καὶ μέλανι χυμὸς ἕτερος ὁρᾶται πολλάκις ἐκκρινόμενος, ἐμούντων τε καὶ διαχωρούντων, οὐ μὴν πηγνύμενός γε, κᾂν ἐπὶ πλεῖον ὁμιλεῖ τῷ πέριξ ἀέρι. καὶ τούτου γ’ αὐτοῦ ποτὲ μὲν αἴσθησις γίνεται τοῖς ἐμοῦσιν ὀξέος τε ἅμα καὶ στρυφνοῦ, ποτὲ δὲ οὐδεμίαν ἔχοντος ἐμφανῆ ποιότητα, μήτ’ οὖν γλυκύτητα, καθάπερ τὸ αἷμα, μήθ’ ἁλυκότητα, καθάπερ ἐνίοτε τὸ αἷμα καὶ τὸ φλέγμα, μήτε πικρότητα, καθάπερ ἡ ξανθὴ χολή. πρόδηλον οὖν ἐστι, νοσῶδες μὲν εἶναι τὸ ἁλυκὸν αἷμα καὶ τὸ φλέγμα. τοὐπίπαν δὲ τὸ μὲν αἷμα γλυκὺ φαίνεται, τὸ δὲ φλέγμα ἄποιον, καθάπερ ὕδωρ. ἀλλ’ ἐκτρεπόμενόν γε τῆς κατὰ φύσιν ποιότητος οὐχ ἁλυκὸν μόνον, ἀλλὰ καὶ ὀξὺ γίνεται, μεταλαμβάνει δέ ποτε καὶ γλυκείας ποιότητος. ἀλλὰ καὶ τοῦτον τὸν χυμὸν, ὁποῖος ἂν ᾖ, φλέγμα καλοῦσιν, εἰ μόνον εἴη λευκός. ἔχει δὲ τὸ κοινὸν ἁπάντων χυμῶν  γνώρισμα, τὸ μὴ πήγνυσθαι. πρόδηλον δ’ ὅτι διαφέρει μηδὲν ἁλμυρὸν ἢ ἁλυκὸν ὀνομάζειν ὅντινα χυμὸν, ἄμφω γὰρ τὰ ὀνόματα ταὐτὸ σημαίνει πρᾶγμα. ἔστι δὲ καὶ ἕτερός τις χυμὸς, ἀεὶ μὲν πικρὸς τοῖς ἐμοῦσιν αὐτὸν φαινόμενος, οὐκ ἀεὶ δὲ ξανθὸς, ἀλλ’ ὠχρὸς ἔστιν ὅτε· καὶ παχύτερος διαπαντὸς ὁ ξανθὸς τοῦ ὠχροῦ φαίνεται. ὥστ’ ἐκ τούτων τεκμαίρονται προσηκόντως οἱ περὶ χυμῶν ἄριστα γνόντες, ὑγρότητος ἐπιμιξίᾳ λεπτῆς καὶ ὑδατώδους τῇ συστάσει τὴν ξανθὴν χολὴν ὠχρὰν φαίνεσθαι. καλοῦσι δ’ ἔνιοι μὲν ὑδατώδη τὴν ὑγρότητα ταύτην, ἔνιοι δ’ ὀῤῥώδη, τούτου τοῦ γένους οὖσαν, ἐξ οὗ τό τε οὖρόν ἐστι καὶ ὁ ἱδρώς. ὥσπερ δὲ μιγνυμένης τῆς λεπτῆς ὑγρότητος ἡ ξανθὴ χολὴ κατά τε τὴν χρόαν ὠχροτέρα καὶ τὴν σύστασιν ὑγροτέρα γίνεται, οὕτως, ὅταν ἐπὶ πλέον αὐτὴ διαφορηθῇ, τῇ τῶν ὠμῶν ὠῶν λεκίθῳ παραπλησία φαίνεται, καὶ διὰ τοῦτο καλεῖται λεκιθώδης. αὕτη μὲν οὖν ἡ χολὴ, κᾂν ὠχρὰ, κἂν ξανθὴ, κᾂν λεκιθώδης φαίνηται, τὴν γένεσιν ἐν τοῖς ἀγγείοις ἴσχει. κατὰ δὲ τὴν γαστέρα πρασοειδής τις ἑτέρα γεννᾶται. καλοῦσι γὰρ οὕτως αὐτὴν ἀπὸ τῆς χρόας τῶν πράσων παρονομάσαντες, ὥσπερ γε καὶ τὴν ἰώδη παρὰ τὸ τῷ ἰῷ ὁμοιοῦσθαι. ὠνόμασται δὲ καὶ ἰσατώδης τις χολὴ παρὰ τὴν τῆς ἰσάτιδος χρόαν τῆς γλαυκῆς. αὗται πᾶσαι κοινὸν ἔχουσι τὸ διαμένειν. οὕτως οὖν καὶ τὴν ἐρυθρὰν ἔνιοι χολὴν ὠνόμασαν, ἐγγὺς οὖσαν αἵματι λεπτῷ κατὰ τὴν σύστασιν, ἀλλ’ ὅτι μὴ πήγνυται, διὰ τοῦτο χολὴν αὐτὴν προσαγορεύουσι. ταῦτα μὲν οὖν ἴσως ἐπὶ πλέον ἢ κατὰ τὴν προκειμένην εἴρηται πραγματείαν τῇ τε κοινωνίᾳ τοῦ λόγου καὶ τῷ χρησίμῳ τῆς γνώσεως, ἔτι τε τῷ συντόμῳ τῆς διδασκαλίας προτρεψαμένης με διελθεῖν ὑπὲρ αὐτῶν. ἐπὶ δὲ τὸν περὶ τῆς μελαίνης χολῆς λόγον ἐπανέλθωμεν. Ὅτι μὲν οὖν οὐ πήγνυται, διώρισται μὲν ἀπὸ τοῦ μέλανος αἵματος, οὐ μὴν ἤδη γε καὶ ἀπὸ τῶν μελάνων ἰδίως ὀνομαζομένων. ἐμεῖταί τε γὰρ καὶ διαχωρεῖται πολλάκις τοιαῦτα, πάμπολυ διαφέροντα τῆς μελαίνης, οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ ταῖς αἰσθηταῖς ποιότησιν. οὔτε γὰρ στρυφνότητος, οὔτε ὀξύτητος μετέχει σαφῶς ταῦτα, τῆς μελαίνης χολῆς κατά τε τὴν γεῦσιν ἐμφαινούσης τοῖς ἐμοῦσιν αὐτὴν καὶ κατὰ τὴν ὄσφρησιν, οὐκ ἐκείνοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις. οὐ μὴν οὐδὲ ζυμοῖ τὴν γῆν, ὡς ἐκείνη. ἀλλ’ εἰ καὶ κατὰ τοῦτ’ ἔοικεν ὄξει δριμυτάτῳ, τῷ παχυμερεῖ τῆς οὐσίας ἐναντιώτατα διάκειται, καὶ διὰ τοῦθ’, οἷς ὁμιλήσειεν ἂν τοῦ σώματος μέρεσιν ἄκρατος, ἑλκοῖ πάντως αὐτὰ διαβιβρώσκουσα. τὸ μὲν γὰρ ὄξος, ἅτε λεπτομερὲς ὂν, διεξέρχεται, τὸ δὲ τῆς μελαίνης χολῆς πάχος, ἕδραν μόνιμον αὐτῇ παρέχον, αἴτιον τῆς ἀναβρώσεως γίνεται. ὥσπερ δὲ τοῖς εἰρημένοις γνωρίσμασι σαφῶς διορίζεται τῶν μελάνων, εἴτε χυμῶν ἐθέλεις λέγειν, εἴτε διαχωρημάτων, εἴτ’ ἐδεσμάτων, ἡ μέλαινα χολὴ, οὕτω κᾀν τῷ μήτε μυῖαν μήτ’ ἄλλο τι ζῶον ἐθέλειν αὐτῆς γεύσασθαι, καθάπερ οὐδὲ τῆς κατακοροῦς ἅλμης. οὐδὲ γὰρ ἐν ἐκείνῃ διαζῇ ζῶον, ὡς ἡ καλουμένη νεκρὰ θάλασσα τεκμήριον. καὶ διὰ τοῦτ’ ἔοικεν ἡ γένεσις αὐτῆς ὀλέθριος ὑπάρχειν, ὑπεροπτηθέντος τοῦ μέλανος χυμοῦ συμβαίνουσα. πολὺ δὲ δήπου τῆσδε τὴν ἐκ τῆς ξανθῆς χολῆς ὑπεροπτηθείσης γινομένην μέλαιναν ὀλεθριώτερον εἶναι νομιστέον, ὅσῳ περ καὶ ὁ χυμὸς τοῦ χυμοῦ δραστικώτερος, ἡ ξανθὴ χολὴ τῆς οἷον ὑποστάθμης τοῦ αἵματος, ἣν ἀμόργῃ καὶ τρυγὶ παραπλησίαν ἔφασαν ἔχειν τὴν γένεσιν οἱ περὶ τὰ τῆς τέχνης ἔργα σπουδάσαντες. ἀλλ’ ὥσπερ ἐπ’ ἄλλων πολλῶν πραγμάτων, ὁμωνύμων μὲν ἀλλήλοις, ἐναντίας δὲ φύσεως ὄντων, ἡ τῆς προσηγορίας κοινότης ἔσφηλέ τινας, οὕτω κᾀπὶ τῶν εἰρημένων δυοῖν χυμῶν ἔνιοι σφαλέντες ᾠήθησαν ἐπ’ ἀγαθῷ πολλάκις ἐμεῖσθαί τι καὶ διαχωρεῖσθαι μελαίνης χολῆς. ἐγὼ δ’ ἐκ μειρακίου παρὰ Πέλοπι τῷ διδασκάλῳ μαθὼν ἑκατέρου τῶν χυμῶν τὰ γνωρίσματα, κᾄπειτα παραφυλάξας αὐτὰ δι’ ὅλου τοῦ ἐμοῦ βίου μέχρι δεῦρο, τὸν μὲν τῆς ἀκριβοῦς μελαίνης χολῆς χυμὸν ὀλεθρίως ἐκκρινόμενον ἐθεασάμην ἀεὶ, τὴν δὲ τῶν μελάνων κένωσιν οὐκ ὀλιγάκις ἐπ’ ἀγαθῷ γενομένην. ἀρκεῖ μὲν οὖν καὶ τοῦτο γινώσκεσθαι μόνον εἰς τὰ τῆς τέχνης ἔργα, καὶ μάλιστα ἐάν γε μετὰ διορισμοῦ τῶν καιρῶν, ἐν οἷς ἐκκρίνεται, μάθῃ τις τὸν λόγον, ὃν ἐν τοῖς ἑξῆς ἐγὼ διηγήσομαι. τῷ δὲ μήπω διὰ μακρᾶς πείρας ἐγνωκότι τὸ γινόμενον ἐφ’ ἑκατέρᾳ τῇ κενώσει, θαυμάζειν ἴσως ἢ ἀπιστεῖν εἰκός ἐστιν, εἰ τοῦ μοχθηροτάτου χυμοῦ κενουμένου βλάπτεται τὸ σῶμα· τοὐναντίον γὰρ εὔλογον εἶναι δόξει, τῶν βλαπτόντον ἐκκενουμένων, ὑγιεινότατον αὐτὸ γίνεσθαι. κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ἡ τῶν μελάνων κένωσις. ἀλλ’ ὁ διὰ μακρᾶς πείρας πεισθεὶς, ὅτι, ὡς ἄρτι μοι λέλεκται, γίνεται, ῥᾳδίως εὑρήσει τὴν αἰτίαν τοῦ συμβαίνοντος, καὶ μάλισθ’ ὅταν ἐθελήσῃ τὰ γεννῶντα τὴν μέλαιναν χολὴν εὑρεῖν, ὧν ἤδη μὲν ἡ ἀρχὴ τῆς εὑρέσεως εἴρηται, βέλτιον δὲ καὶ τὸ σύμπαν τοῦ λόγου προσθεῖναι. τοῦ γὰρ ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων εἰς ἧπαρ ἀναδιδομένου χυλοῦ  τὸ μέν τι λεπτομερέστερόν ἐστι τῇ συστάσει, τὸ δὲ παχυμερέστερον, ὥσπερ καὶ τῶν ἐδεσμάτων αὐτῶν αἱ οὐσίαι διαφέρουσι. γινωσκόντων δ’ ἡμῶν, ἅπαντα τὴν διοικοῦσαν τὸ σῶμα φύσιν ἐπὶ σωτηρίᾳ τοῦ ζώου πράττειν, ὁρώντων τε καὶ τοὺς ἐκκριτικοὺς πόρους τῶν ἀχρηστοτέρων μορίων τῆς τροφῆς τε καὶ τοῦ ποτοῦ, θαυμαστὸν οὐδὲν εἶναι δοκεῖ, καὶ τῆς ὑποστάθμης τοῦ αἵματος ἐπιτεχνήσασθαί τινα κένωσιν αὐτὴν, ἥτις ὁποία μέν ἐστι καὶ διὰ τίνων γίνεται μορίων, αὖθις ἐπισκεψόμεθα. Νυνὶ δὲ πρότερον, ἃ διὰ τῆς πείρας ἔγνωμεν, ἀρχὴν ποιησάμενοι τῆς διὰ τοῦ λόγου γενησομένης σκέψεως, ὅσα πεπείσμεθα χρόνῳ πολλῷ βασανίσαντες, ευρηκέναι ταῦτα ἐροῦμεν. ὁρᾶται δὴ τὸ κατὰ τὰς φλεβοτομίας αἷμα παχύτερον καὶ μελάντερον ἐν ταῖς τῶν ξηρῶν καὶ θερμῶν σωμάτων φύσεσι, ὥσπερ γε καὶ κατὰ τὰς τοιαύτας ὥρας, καὶ χώρας, καὶ καταστάσεις, ἐπιτηδεύματά τε καὶ δίαιταν ἐν ἐδέσμασι παχυχύμοις τε καὶ αὐχμώδεσιν, ὁποῖόν ἐστι φακὴ, καὶ κοχλίαι, καὶ κρέα ταύρεια καὶ τράγεια, καὶ μᾶλλον εἰ ταριχευθείη. τῆς τοιαύτης ὕλης ἐστὶ καὶ μέλας οἶνος παχύς τε καὶ αὐστηρός. οὕτω δὲ καὶ τῶν νοσημάτων ὅσα κατὰ θερμὴν καὶ ξηρὰν δυσκρασίαν γίνεται, καθάπερ οἱ καῦσοι, παχὺ καὶ μέλαν ἀποφαίνουσι τὸ αἷμα. τοιοῦτον δ’ αὐτοῖς καὶ ὁ μακρὸς οὗτος λοιμὸς, ὁ ἐπὶ τοῦ μακροῦ θέρους γενόμενος, εἰργάζετο, καὶ τῶν γε διασωθέντων οὐκ ὀλίγοις ἔκκρισις διὰ τῆς κάτω γαστρὸς ἐγίγνετο τῶν καλουμένων μελάνων ἐπὶ τῆς ἐννάτης ἡμέρας τοὐπίπαν, ἢ ἑβδόμης, ἢ ἑνδεκάτης. ὧν καὶ αὐτῶν ἐφαίνοντο διαφοραὶ πλείους, ἐνίων μὲν ἐγγυτάτω τῆς μελαίνης ἡκόντων, ἐνίων δ’ οὔτε δῆξιν ἐν ταῖς διαχωρήσεσιν ἐχόντων, οὔτε ὀσμὴν δυσώδη, πολλῶν δ’ ἐν τῷ μεταξὺ τούτων καθεστηκότων. ὅσοις δὲ τῶν νοσούντων ἡ διὰ τῆς κάτω γαστρὸς ἔκκρισις οὐκ ἐγένετο τοιαύτη, τὸ σῶμα πᾶν περιεξήνθησε μέλασιν ἐξανθήμασιν ὁμοίοις. ἐνίοτε δὲ καὶ οἷον λεπὶς ἀπέπιπτε, ξηραινομένων τε καὶ διαφορουμένων αὐτῶν, κατὰ βραχὺ δὲ ἐπὶ πλείοσιν ἡμέραις μετὰ τὴν κρίσιν. ὅσοι δὲ διεχώρησαν ἀκριβῆ τὴν μέλαιναν, ἀπέθανον ἅπαντες· ἐνδείκνυται γὰρ ἡ τοιαύτη κατωπτῆσθαι τὸ αἷμα. φαίνεται δὲ καὶ ἄλλα χωρὶς τοῦ πυρέξαι πολλοῖς ἐξανθήματα γινόμενα κατὰ τὸ δέρμα, παχυνόμενόν τε καὶ ξηραινόμενον τὸ πλεονάζον τοῦ μελαγχολικοῦ χυμοῦ τῆς φύσεως ὠθούσης αὐτοῦ ἐκτός· ἐξ οὗ γένους ἐστὶ καὶ ὁ καλούμενος ἐλέφας. ὅταν δ’ ἅμα πυρετῷ γένηταί τι τοιοῦτο, τὸν ὀνομαζόμενον ἄνθρακα γεννᾷ τὸ κατασκῆψαν εἰς τὸ δέρμα τοῦ μελαγχολικοῦ χυμοῦ. χωρὶς δὲ πυρετοῦ κατασκῆπτον, ὅταν μὲν αἵματι μεμιγμένον ᾖ, τὸν ἐλέφαντα γεννᾷν πέφυκεν, ὅταν δὲ μόνον, ἐν ἀρχῇ μὲν ὄγκον ἐργάζεται μέλανα, τῷ χρόνῳ δ’ εἰς τὸν καλούμενον καρκῖνον τελευτᾷ, ἐπειδὰν μὲν δριμύτερον καὶ κακοηθέστερον ᾖ, διαβιβρωσκομένου τοῦ δέρματος, ὅταν δ’ ἐπιεικέστερον, ἕλκους χωρὶς ἐργάζεται τὸν ὀνομαζόμενον κρυπτὸν καρκῖνον. ἐναργῶς γὰρ ἅπαντα τὰ τοιαῦτα πάθη καὶ μάλισθ’ ὁ καρκῖνος ὑπὸ μελαγχολικοῦ γίνεται χυμοῦ, σαφῶς φαινομένων τῶν εἰς τὸ πεπονθὸς μόριον ἡκουσῶν φλεβῶν παχὺν καὶ μέλανα περιεχουσῶν χυμόν. ἐκκαθαίρειν μὲν γὰρ τὸ αἷμα διὰ παντὸς ἡ φύσις πειρᾶται, διακρίνουσά τε τὸν μοχθηρὸν ἐξ αὐτοῦ κᾀκ τῶν κυρίων μορίων ὠθοῦσα, ποτὲ μὲν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα, ποτὲ δὲ εἰς τὴν ἐκτὸς ἐπιφάνειαν. ἀλλ’ ὅσα μὲν τῶν τοιούτων λεπτομερεστέρας οὐσίας ἐστὶ, διεξέρχεται τὸ δέρμα, τινὰ μὲν κατὰ τὴν ἄδηλον τῇ αἰσθήσει διαπνοὴν, ἔνια δ’ αἰσθητικῶς, καθάπερ οἱ ἱδρῶτες, ὅσα δὲ παχύτερα, διεξελθεῖν μὲν οὐ δύναται τὴν πυκνότητα τοῦ δέρματος, ἐγκαταλαμβανόμενα δὲ, τὰ μὲν θερμὰ τοὺς ἄνθρακας ἐργάζεται, τὰ δὲ μὴ τοιαῦτα τοὺς καρκίνους. ὅταν δ’ ἐπιεικὴς κατὰ τὰς ποιότητας ὁ μέλας εἴη χυμὸς αἵματί τε συμμιγεὶς, τοὺς ὑπερύθρους ἐλέφαντας ἐργάζεται· χρονίζοντες δὲ καὶ οὗτοι γίνονται μελάντεροι. πολλάκις δ’ ἡ φύσις ἀναστομώσασα φλέβα τῶν κατὰ τὴν ἕδραν ἀγγείων ἐξέκρινε τὸν τοιοῦτον χυμὸν αἵματι μεμιγμένον, ἀφ’ οὗ δὴ καὶ τοὔνομα τῷ συμπτώματι τίθενται τὴν αἱμοῤῥοΐδα. καὶ χρὴ καταμανθάνειν ἀπ’ αὐτῆς, ὁποῖόν ἐστι τὸ ἐκκρινόμενον αἷμα, πότερον οἷον ἔχουσιν οἵ τε γυμναστικοὶ καὶ οἱ ἀθληταὶ, καὶ τῶν ἰδιωτῶν οἱ τελέως ὑγιεινοὶ καὶ εὔχυμοι, ἢ μελάντερόν τε καὶ παχύτερον τοῦδε. καὶ μέντοι καὶ ἡ φύσις ἀποτίθεται τὸ τοιοῦτο αἷμα πολλάκις εἰς τὰς κατὰ τὰ σκέλη φλέβας, ὑφ’ οὗ διατεινόμεναί τε καὶ διευρυνόμεναι κιρσώδεις ἀποτελοῦνται, καὶ μελαίνεταί γε τῷ χρόνῳ τὸ δέρμα τὸ κατὰ τὰς τοιαύτας φλέβας. ἐφ’ ὧν δ’ αἵματος πλῆθος μόνον εἰσρέοι ἄνευ τοῦ μελαγχολικὸν ὑπάρχειν, ἀσθενεστέρας οὔσας φύσει τὰς τῇδε φλέβας ἀνευρύνει κατασκῆπτον, οὐδενὸς τοιούτου συμβαίνοντος, ὡς ἐφ’ ὧν γε ἂν τὸ μελαγχολικὸν αἷμα τοὺς κιρσοὺς ἐργάσηται. κίνδυνος γὰρ ἐπὶ τούτων ἐστὶν, ἐὰν ἐκτέμνῃ τις τὰς πεπονθυίας φλέβας, ἁλῶναι μελαγχολίᾳ. καὶ τοῦτο πολλάκις ἑωρᾶτο γινόμενον, οὐ μόνον κατὰ τοὺς κιρσοὺς, ἀλλὰ καὶ κατὰ τὰς  ὑπὸ τοῦ τοιούτου χυμοῦ γινομένας αἱμοῤῥοΐδας. ἕλκος δέ τις ἔχων ἐν κνήμῃ χρόνου πολλοῦ τὴν ὑπερκειμένην φλέβα κιρσωδεστέραν οὖσαν ἐκτμηθεὶς, αὐτίκα μὲν ἐθεραπεύθη τὸ ἀρχαῖον ἕλκος, ὃ δὲ ἐκ τῆς τομῆς ἔσχεν ἐξαιρουμένης τῆς φλεβὸς, ἀνίατον ἔμεινεν. ὕστερον δέ ποτε μετ’ ἐνιαυτὸν εἷς τῶν ἐν Περγάμῳ διδασκάλων ἡμῶν Στρατόνικος τοὔνομα, μαθητὴς Σαβίνου τοῦ Ἱπποκρατείου, φλέβα τεμὼν ἐν ἀγκῶνι ἀνθρώπου, καὶ θεασάμενος αἷμα παχὺ καὶ μέλαν ἐκκρινόμενον, ἐπαφεῖλε κατὰ τὴν ὑστεραίαν ὀλίγον, εἶτα κατὰ τὴν τρίτην τε καὶ τετάρτην ὁμοίως ὀλίγον, καθήρας τε μετὰ ταύτας τὰς τρεῖς φαρμάκῳ μέλανα χυμὸν ἐκκενοῦντι, καὶ τὴν δίαιταν αὐτῷ εὔχυμον παρασκευάσας, ἐπὶ τὴν θεραπείαν τοῦ ἕλκους ἐτράπετο. Ὅτι μὲν οὖν ἐν ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις οἱ χυμοὶ περιέχονται πάντες, ἐνδείκνυται ἡ μὲν ποικιλία τῆς χρόας τε καὶ συστάσεως αὐτοῦ, δηλοῖ δὲ καὶ τὰ νῦν εἰρημένα, καὶ πρὸς τούτοις ὅσα κατὰ τὸ περὶ φύσιος ἀνθρώπου γέγραπται τῷ Ἱπποκράτει, περὶ ὧν ἐπὶ πλέον μὲν ἐν τῷ περὶ τῶν κατ’ αὐτὸν στοιχείων διῆλθον, ἀναγκαῖον δ’ ἐστὶ καὶ νῦν εἰπεῖν, ἀρξάμενον ἀπὸ τῆς ῥήσεως αὐτοῦ τῆσδε. Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωϋτῷ αἷμα καὶ τὸ φλέγμα καὶ χολὴν διττὴν, ξανθήν τε καὶ μέλαιναν. καὶ ταῦτά ἐστιν αὐτέῳ ἡ φύσις τοῦ σώματος, καὶ διὰ ταῦτ’ ἀλγέει καὶ ὑγιαίνει. ὑγιαίνει μὲν, οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα κρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος, καὶ μάλιστ’ ἂν μεμιγμένα ᾖ. ἀλγέει δ’, ὁκόταν τι τουτέων ἔλασσον ἢ πλέον ἤδη χωρισθῇ ἐν τῷ σώματι, καὶ μεμιγμένον ᾖ τοῖσιν πᾶσιν. ἀνάγκη γὰρ, ὅταν τι τουτέων χωρισθῇ καὶ ἐφ’ ἑωϋτοῦ στῇ, οὐ μόνον τοῦτο τὸ χωρίον, ἔνθεν ἐξέστη, ἐπίνοσον γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν στῇ καὶ ἐπισχεθῇ ὑπερπιμπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχει. καὶ γὰρ ὅταν τι τουτέων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις· ἤν τ’ αὖ πάλιν εἴσω ποιήσηται τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλὴ αὐτὸ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν. οὐκοῦν, ὅτι μὲν ὑγιαίνει τὸ ζῶον, ὅταν ἔχῃ ταῦτα συμμέτρως τῆς πρὸς ἄλληλα κράσεως, νοσεῖ δὲ, ὅταν ἤτοι καθ’ ὅλον τὸ σῶμα, τοῦτ’ ἔστιν ἐν ἅπασι τοῖς ἀγγείοις, πλεονεξία τις ἐξ αὐτῶν ᾖ, ἢ καθ’ ἕν τι γένηται μόριον, ὁ τοῖς ἔργοις τῆς τέχνης ὡμιληκὼς ἀληθεύειν φήσει τὸν Ἱπποκράτην. τὰ μὲν γὰρ ἐν ἑνὶ μέρει νοσήματα διὰ τὸν μελαγχολικὸν χυμὸν γινόμενα ὀλίγον ἔμπροσθεν διελθὼν ἐδήλωσα, ὅτι καὶ διὰ καιρῶν ἄρσιν ἢ αἱμοῤῥοΐδος ἐμελαγχόλησαν ἕτεροι. καὶ κατὰ τὰ μὴ φαινόμενα δὲ μόρια κατὰ τὸ βάθος τοῦ σώματος εὔλογον ὅμοια πάθη γίνεσθαι τοῖς κατὰ τὸ δέρμα συνισταμένοις. οὐ γὰρ δήπου χολῆς μὲν ξανθῆς εἰς ἕν τι μόριον κατασκηψάσης ἐρυσίπελας γενήσεται, μελαίνης δὲ, ἄνθραξ τε καὶ καρκῖνος, οὐ δήπου δὲ τὰ κατὰ βάθος τοῦ σώματος ἀδάμαντος ἔχει κατασκευὴν, ἀλλὰ κἀκεῖνά γε τοῖς αὐτοῖς ὑπόκειται πάθεσιν. ἐφ’ ὧν γοῦν οἷόν τέ ἐστι βεβαίως διαγνῶναι τὴν ἐργασαμένην αἰτίαν, ἐναργῶς ἐπὶ τούτων φαίνεται καὶ ξανθὴ καὶ μέλαινα χολὴ διαβιβρώσκουσαι τῶν ἐντέρων ἄλλοτ’ ἄλλο, καθ’ ὅ τί περ ἂν μάλιστα στηριχθῶσι, καί ποτε τελέως ἀνίατον ἐργαζόμεναι τὴν δυσεντερίαν. καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἐν Ἀφορισμοῖς ἔγραψε· Δυσεντερίη, ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον. ἐγὼ δὲ πρόσθεν εἶπον, ἀνίατα πάντ’ εἶναι τὰ διὰ μέλαιναν χολὴν ἑλκωθέντα, πλὴν εἴ τις ἴασιν ἐθέλει καλεῖν, ὅταν ἐκκόψῃ τὸ πεπονθὸς μόριον ὅλον ἐν κύκλῳ περιταμὼν ἄχρι. τῶν ἀπαθῶν. ὥσπερ οὖν ἔντερον ἀβοηθήτως μὲν ὑπὸ μελαίνης χολῆς ἑλκοῦται, δυσβοηθήτως δὲ ὑπὸ τῆς ξανθῆς χολῆς, δῆλον ὅτι καὶ τῶν ἄλλων μορίων ἕκαστον, ὅσα κατακέκρυπται μὲν ἐν τῷ βάθει, κυριώτερα δὲ μακρῷ τῶν ἐντέρων ἐστὶ, πρὸς τῷ καὶ τὴν θεραπείαν ἐπὶ μὲν τῶν ἐντέρων εὐκολωτέραν εἶναι, τῶν ἐνιεμένων διὰ τῆς ἕδρας φαρμάκων αὐτοῖς τοῖς πεπονθόσι προσπιπτόντων εὐθέως, ἐπὶ δὲ τῶν ἄλλων μορίων οὐδὲ τούτου γενέσθαι ῥᾳδίως δυναμένου. οὔκουν τὸ τυχὸν οὐδὲ μικρὸν τῆς τέχνης μέρος ἀθεώρητον εἴασαν οἱ μηδὲν ἐπισκεψάμενοι περὶ μελαίνης χολῆς, ἔτι δὲ μᾶλλον οἱ μηδὲ περὶ τῆς ξανθῆς. ὅσοι δὲ μὴ περὶ τούτων ἐπεσκέψαντο μηδὲ περὶ φλέγματος, οὐδ’ ἀριθμῆσαι δυνατὸν, ὁπόσα παρέλιπον τῆς τέχνης ἀναγκαιότατα θεωρήματα. περὶ μὲν οὖν τῆς μελαίνης χολῆς οὐδὲν ὅλως ὁ Ἐρασίστρατος ἔγραψε, περὶ δὲ τῆς ξανθῆς ὀλίγα τε ἅμα καὶ οὐδὲ ταῦθ’ ἅπαντ’ ἀληθῆ. λέγει μὲν γὰρ οὕτω περὶ αὐτῆς· Ἡ δὲ χολώδης ὑγρασία ὅτι μὲν ἀναγκαία ἐστὶν ἀποκρίνεσθαι, πολλὰ τῶν ἐπιγινομένων παθῶν μάρτυρες· οἱ ἴκτεροι γὰρ καὶ αἱ περὶ τὸ ἧπαρ γινόμεναι φλεγμοναὶ καὶ ἄλλα πλείω. πότερον δὲ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται ἡ τοιαύτη ἢ μεμιγμένη ἐν τοῖς προσφερομένοις ἔξωθεν παραγίνεται, οὐδὲν χρήσιμον πρὸς ἰατρικὴν ἐπεσκέφθαι. ταῦτα μὲν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ πρώτῳ τῶν καθόλου λόγων περὶ τῆς ξανθῆς χολῆς.  οἱ ἀντιλέγοντες δ’ αὐτῷ φασὶν, ὡς, εἴπερ αὐτὸς ὁμολογεῖ, βλάβην ἐργάζεσθαι τὴν ξανθὴν χολὴν πλεονάσασαν, ἄμεινον μὲν ἦν αὐτὴν μηδ’ ὅλως γεννᾶσθαι, τοῦτο δ’ εἴπερ ἀδύνατον, ἀλλ’ ὡς ὀλιγίστην. καὶ μὴν οὔτε γεννᾶσθαι δυνατόν ἐστι κωλύειν ὁντιναοῦν, οὔτε, εἴπερ τοῦτό γε δυνατὸν, ἀλλὰ προνοεῖσθαί γε τοῦ βραχυτάτην αὐτὴν γεννᾶσθαι χωρὶς τοῦ τὴν αἰτίαν τῆς γενέσεως ἐπίστασθαι τοῦ πράγματος δυνατόν. ἡ μὲν οὖν οὐσία τοῦ χυμοῦ τούτου κατὰ γε τὰ σιτία καὶ τὰ ποτὰ περιέχεται. πάντως δὲ δήπου διαφορᾶς οὔσης ἐν αὐτοῖς, τὰ μὲν πλέον αὐτῆς, τὰ δ’ ἔλαττον ἔχει, τὰ δὲ ἴσως οὐδέν. εἰ δ’ ἐν τῷ σώματι γεννᾶται, κατὰ τίνα τε μάλιστα μόρια γίνεται τοῦτο, καὶ τίνος αἰτίας ἐργαζομένης αὐτὴν, ἀναγκαῖον ἐπίστασθαι τοὺς ἰατρούς. ἔζευκται δ’ ὁ λόγος οὗτος τῷ κοινῷ λόγῳ περὶ γενέσεως χυμῶν, ὑπὲρ ὧν οὐδ’ ὅλως Ἐρασίστρατος ἔγραψεν. ὥσθ’, ὅσον ἐστὶν ἐπ’ αὐτῷ, μήτε τῶν ἐδεσμάτων ἡμᾶς ἐπίστασθαι τίνα μὲν εὔχυμά ἐστι, τίνα δὲ κακόχυμα, μήτε τῶν ἐπιτηδευμάτων, ἔτι δὲ μᾶλλον μηδ’ αὐτῆς τῆς φύσεως τῶν ἀνθρώπων. καίτοι γ’ ἐνίους ὁρῶμεν, ὅπως ἂν διαιτῶνται, πολὺν ἀθροίζοντας ἤτοι τὸν πικρόχολον, ἢ τὸν μελαγχολικὸν, ἢ τὸν τοῦ φλέγματος χυμόν. ὅτι γὰρ καὶ αὐτὸς αἴτιος γίνεται νοσημάτων οὐ σμικρῶν, ἐν ἑτέρῳ δέδεικται λόγῳ. ὡμολόγησε δὲ καὶ ὁ Ἐρασίστρατος αὐτὸς, ὑπὸ τοῦ χυμοῦ τοιούτου γίνεσθαί τινα πάθη, καίτοι παντὶ τρόπῳ φυλαττόμενος αἰτιᾶσθαι τοὺς μοχθηροὺς χυμούς. ἀλλὰ τούς γε γλίσχρους καὶ παχεῖς αὐτὸς ἀπεφήνατο παραλύσεως αἰτίους γενέσθαι, γράψας οὕτως· Τὸ μὲν οὖν πάθος συμβαίνει, παρεμπτώσεως ὑγρῶν γινομένης εἰς τὰ τοῦ πνεύμονος ἀγγεῖα τὰ ἐν τοῖς νεύροις, δι’ ὧν αἱ κατὰ προαίρεσιν κινήσεις συντελοῦνται. καὶ μετ’ ὀλίγα, Ἡ δὲ παρέμπτωσις, φησὶ, γίνεται τῆς τροφῆς, ἀφ’ ἧς τὰ νεῦρα τρέφεται· αὕτη δὲ γλίσχρος καὶ ὅλκιμος καὶ δυσέκκριτος. ὅτι δὲ καὶ ἀποπληξίας καὶ ληθάργου καὶ ἐπιληψίας ἑτέρων τε πολλῶν ὁ τοιοῦτος χυμὸς ἀθροιζόμενος αἴτιός ἐστιν, οὐκ ἔτ’ εἶπεν.