ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΜΕΛΑΙΝΗΣ ΧΟΛΗΣ. Περὶ μελαίνης χολῆς ἔνιοι μὲν ἐπὶ πλέον, ἢ ὡς τοῖς ἔργοις τῆς ἰατρικῆς τέχνης ἐστὶ χρήσιμον, ἐξέτειναν τὸν λόγον, ἔνιοι δὲ καὶ τοῦ δικαίου μέτρου καθεῖλόν τι, καθάπερ ἔνιοι παντάπασιν οὐδὲν εἶπον, οἷς ἄν τις μᾶλλον μέμψαιτο τῶν προσθέντων ἄχρηστόν τι. ῥᾷον γὰρ ἀφελεῖν τὸ περιττὸν τοῦ τὸ μηδόλως εἰρημένον αὐτὸ ἅπαν ἐξευρεῖν. Ἱπποκράτης μὲν οὖν μοι δοκεῖ τὸ χρήσιμον εἰς τὰ τῆς τέχνης ἔργα πρῶτος εἰπεῖν, ὥσπερ αὖ πάλιν Ἐρασίστρατος ὅλον παραλιπεῖν. οἱ γὰρ περὶ Πλειστόνικόν τε καὶ Πραξαγόραν καὶ Φιλότιμον, ἐπιπλεῖστον ἐργασάμενοι τὸν περὶ τῶν χυμῶν λόγον, ἔνια μέν μοι δοκοῦσι χρησίμως διορίσασθαι τῶν ἀδιορίστως Ἱπποκράτει γεγραμμένων, ἔνια δὲ καὶ ψευδῶς ἀποφήνασθαι. τῶν δὲ νεωτέρων ἄριστα γέγραπται περὶ μελαγχολίας τῷ Ἐφεσίῳ Ῥούφῳ. καί τις εὐλόγως ἂν φαίη, μηδὲν ἐνδεῖν τοῖς κατὰ φύσιν ἀκούουσιν, οὐκ ἐριστικῶς ἀντιλέγειν προαιρουμένοις, ὅπερ ἐπιπλεῖστον οὐκ ὀλίγοι τῶν νεωτέρων ἰατρῶν ἐζήλωσαν, καὶ μάλιστα οἱ καλοῦντες ἑαυτοὺς Ἐρασιστρατείους καὶ Ἀσκληπιαδείους καὶ μεθοδικούς· ὧν ἔνιοι καὶ σοφίσματα συνέθεσαν, ἐπιδεικνύναι πειρώμενοι, τὸν περὶ τῶν χυμῶν λόγον ἄχρηστον εἶναι πρὸς τὰ τῆς ἰατρικῆς τέχνης ἔργα. πρῶτον μὲν οὖν ἡμεῖς, ὡς εἰθίσμεθα, τὸ χρήσιμον εἰπόντες, ἔπειτα εἰς τὰ κατ’ ἀκολουθίαν τοῦδε ζητούμενα μεταβάντες, οὐκ ἀποκνήσομεν ὕστερον οὐδὲ τὸ διαλύσασθαι τοὺς ἠρωτημένους λόγους τοῖς ἄχρηστον ἡγουμένοις εἶναι τὴν περὶ τοὺς χυμοὺς τέχνην. ὅπως δὲ μή τις ἀσάφεια περὶ τὸν λόγον γίγνοιτο, καθ’ ἑκάστου χυμοῦ φύσεως ἕν ὄνομα θέμενοι οὕτω πειρασόμεθα διὰ παντὸς ἑρμηνεύειν αὐτόν. οὐκ ἐνδέχεται δὲ πρᾶξαι καλῶς τοῦτο χωρὶς τοῦ διελθεῖν αὐτῶν τὰς ἰδέας. τοῦτ’ οὖν ἤδη πράξωμεν, ἀπὸ τοῦ γνωριμωτάτου πᾶσιν ἀνθρώποις ἀρξάμενοι χυμοῦ.