Ἆρ’ οὖν, ὦ πρὸς θεῶν, οἱ χωρὶς τοῦ πεῖσαι πρότερον ἑαυτοὺς, ὅτι τὴν ἀποδεικτικὴν μέθοδον ἴσασιν, ἐπιχειροῦντες εὑρέσει μεγίστων πραγμάτων, οὐ φανερῶς εἰσι προπετεῖς; ἐμοὶ μὲν καὶ πάνυ δοκοῦσι· παραπλήσιον γάρ τι ποιοῦσι τοῖς πρὸ τοῦ πεῖσαι σφᾶς αὐτοὺς ἱκανῶς ἐπὶ τῶν ἀριθμῶν γεγυμνάσθαι τελείωσιν τολμῶσιν ἀποφαίνεσθαί τι περὶ λογιστικῶν ἢ ἀριθμητικῶν θεωρημάτων. ὥσπερ οὖν τούτους ἀναγκαῖόν ἐστι σφάλλεσθαι πολλαχόθι, κατὰ τὸν αὐτὸν τρόπον, ὅσοι πρὸ τοῦ γυμνάσασθαι κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ἐπιχειροῦσιν ἀποδεικνύειν, ἀδύνατον αὐτοῖς μὴ σφαλθῆναι. ὅτι μὲν γὰρ ἔνιοι τῶν ψευδολόγων πείθουσί τινας, εὔδηλον ἐκ τοῦ πλήθους τῶν αἱρέσεων. ὅτι δὲ οὐκ ἂν ἔπειθον, ὡς ἀληθῶς, εἰ μή τις ἦν αὐτοῖς ὁμοιότης, οὐδὲ ταῦτα δῆλον· ὡς οὐ σμικράν γε χρὴ νομίζειν εἶναι τὴν ὁμοιότητα, ῥᾷστα γὰρ ἂν ἐφωράθη τις, οὐ τῷ χρόνῳ βασανιζομένη πρὸς ἀνδρῶν ἀξιολόγων τε καὶ πολλῶν. ὅπερ οὖν Ἱπποκράτης ἐπὶ τῶν κατὰ τὴν ἰατρικὴν πραγμάτων εἶπε, τοῦτο φαίνεται κατὰ φιλοσοφίαν ὑπάρχειν. Ἱπποκράτης δ’ εἶπεν, τὰς ὁμοιότητας πλάνας καὶ ἀπορίας  ἐργάζεσθαι καὶ τοῖς ἀγαθοῖς ἰατροῖς, ὡς οὐ μόνον τῶν ἐπιτυχόντων ἰατρῶν ἐν ταῖς ὁμοιότησι σφαλλομένων, ἀλλὰ καὶ τῶν ἀρίστων. ὥστ’ οὐκ ἀπεικός ἐστι, καὶ τοῖς ἀγαθοῖς φιλοσόφοις ἐν τοῖς κατὰ φιλοσοφίαν ἀπορίας τε καὶ πλάνας γίγνεσθαι. περὶ τὰς ὁμοιότητας τῶν διδύμων οἱ συνήθεις μὲν ἑτοίμως διαγιγνώσκουσιν, οἱ δ’ ἀήθεις οὐ δύνανται, κατὰ τὸν αὐτὸν λόγον οὐδὲ τὰς ἐν τοῖς λόγοις ὁμοιότητας, ὅσοι μὴ πάνυ τρίβωνες λόγων ὑπάρχουσι, μηδ’ ἑκάστης ἡμέρας, ὥσπερ οἱ τῶν διδύμων ἀδελφῶν ὁμοδίαιτοί τε καὶ ἠθάδες, ἱκανοὶ διαγιγνώσκειν εἰσίν. ἓν μὲν δὴ πρῶτον τοῦθ’ ἁμάρτημά ἐστι μέγιστον τῶν προπετῶς ἀποφηναμένων τι περὶ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἀγαθῶν τε καὶ κακῶν ἐκ φιλαυτίας, ἢ δοξοσοφίας, ἢ ἀλαζονείας, ἢ φιλοτιμίας φυόμενον· ἐνίους μὲν γὰρ ἀναπεπεικότας ἑαυτοὺς, ὡς ὀρθῶς δοξάζουσιν, ἐνίους δὲ τιμῆς ἕνεκεν ἣ προσχηματισμοῦ τοὺς πέλας μὲν ἀναπείθοντας, αὐτοὺς δ’ ὑπόπτως ἔχοντας ὑπὲρ ὧν λέγουσιν. ἁμαρτάνουσιν ἑκάτεροι δηλονότι, γιγνώσκοντες μὲν οἱ δεύτεροι, καὶ εἴη ἂν αὐτῶν ἐμπαθὲς τὸ κακόν· ἀγνοοῦντες δὲ οἱ πρότεροι, καὶ εἴη ἂν αὖ καὶ τούτων τὸ σφάλμα κατὰ τὸ καλούμενον ἰδίως ἁμάρτημα. καλῶς οὖν ποιήσουσιν οὗτοι τῶν Αἰσώπου πηρῶν ἀναμνησθέντες, ἐπιτρέψαντές τε εἶναι τὰς ἑαυτῶν δόξας ἑτέροις, οὐ μὰ Δία τοιούτοις, οἷοί περ αὐτοὶ τυγχάνουσιν ὄντες, οὐ μόνον ἀγύμναστοι μεθόδων ἀποδεικτικῶν, ἀλλὰ καὶ τῶν ἄλλων μαθημάτων, ἐν οἷς ἡ ψυχὴ θήγεται, γεωμετρίας, ἀριθμητικῆς, λογιστικῆς, ἀρχιτεκτονίας, ἀστρονομίας. ἔνιοι δ’ αὐτῶν οὐδὲ ῥήτορος, οὐδὲ, τὸ προχειρότατον δὴ τοῦτο, γραμματικοῦ διδασκαλίας τυχόντες, ἀλλ’ οὕτως ἀγύμναστοι περὶ λόγους ὄντες, ὡς μὴ παρακολουθεῖν τοῖς ἀκούουσιν ὑφ’ ἡμῶν λεγομένοις. ἅπερ ἐγὼ κατανοήσας, ὅταν τινὰ λόγον εἴπω, ἀξιῶ παρ’ αὐτῶν ἀκοῦσαι τὰ ῥηθέντα· φαίνονται γὰρ ὄντως, καθάπερ οἱ ὄνοι τῆς λύρας, οὕτω καὶ αὐτοὶ μηδ’ ὅλως οἷς εἶπον ἠκολουθηκότες, ἀλλ’ ὅμως καὶ αὐτοὶ θράσους ἢ τόλμης εἰς τοσοῦτον ἥκουσιν, ὡς μήτε καταγελώμενοι πρὸς τῶν τὰ γράμματα μεμαθηκότων ἐπὶ τῷ μὴ δύνασθαι διελθεῖν ἃ ἤκουσα, αἰδεῖσθαι· νομίζειν δὲ τὴν ἀλήθειαν ἑαυτοὺς ἐγνῶσθαι, τοὺς δὲ πεπαιδευμένους μάτην ἀπολωλεκέναι τὸν χρόνον· ἀλλ’ οὐ τούτους ἐλπίζων ὠφελήσειν ἐς τόνδε τὸν λόγον ἧκον. οὐδὲ γὰρ εἰ βουληθεῖεν, οἵ γε πλείους αὐτῶν ὠφεληθῆναι ἄν τι δυνήσονται, μηδὲ τὴν ἡλικίαν ἐπιτήδειον αὐτὴν πρὸς παίδευσιν ἔχοντες. ὅστις δὲ φύσει συνετός ἐστι, καὶ μέχρι τούτου γοῦν ἐγυμνάσατο κατὰ τὴν πρώτην παιδείαν, ὅσα περ ἂν ἀκούσῃ, μάλιστα μὲν ἀπὸ στόματος αὐτίκα δύνασθαι λέγειν, εἰ δὲ μὴ, γράψαι γε δύνασθαι, βοήθειαν ἕξει τοῦτον τὸν λόγον, εἴ γε ὅλως ἀληθείας ὀρεχθῇ. τοῦτο γὰρ ἐπ’ ἐκείνῳ σύμπαν ἐστὶ πρὸς ἀλήθειαν, καὶ χρὴ πεφυκέναι μὲν πρῶτον, εἶτα δεῖται παιδείας τετράφθαι χρηστόν· τῷ δὲ μήτε φύντι πρὸς ἀλήθειαν, ἐν ἐπιτηδεύμασι μοχθηροῖς τε καὶ ἀσελγέσι τραφέντι, παντάπασιν ἀδύνατόν ἐστιν ὀρεχθῆναί ποτ’ ἀληθείας, ἢ ἐξ αὑτοῦ λαβόντι τὴν τοιαύτην ὁρμὴν, ἢ ὑπ’ ἄλλου προτραπέντι. οὐκοῦν οὐδ’ ἐγώ ποτ’ ἐπηγγειλάμην ὠφελήσειν ποτὲ τοιοῦτον, ἀλλ’, ὡς ἔφην, ὃς ἂν ἀληθείας ἐστὶ φίλος, ἐκείνῳ τὴν ὁδὸν ἐπιδεῖξαι, καθ’ ὅσον οἷός τ’ εἰμὶ, πειράσομαι, ζητήσας μὲν αὐτὴν ἐν ὅλῳ τῷ βίῳ, πεπεικὼς δ’ ἐμαυτὸν, ἣν ἐρῶ νῦν εἶναι μόνην. Ἀξιῶ γὰρ, ἔφην, ἐκμαθόντας ὅσα περὶ τῆς ἀποδεικτικῆς μεθόδου γέγραπται τοῖς πρὸ ἡμῶν, ἐπ’ ἄλλων πραγμάτων πρότερον αὐτῆς λαβεῖν πεῖραν, εἰ ὄντως εὑρίσκει τι τῶν ζητουμένων· εἶναι δὲ τῶν τοιούτων πραγμάτων φύσιν ἱκανὴν μαρτυρῆσαι τοῖς εὑροῦσιν αὐτὰ, καθάπερ ἐπὶ τῷδε, τὴν δοθεῖσαν εὐθεῖαν, ἢ τὰ ἐπιταχθέντα μέρη διελεῖν. ἴσως δ’ οὐ νοοῦσιν οἱ παντάπασιν ἀμαθεῖς, ὅ τί ποτε λέγεται. ἐγὼ δὲ καθάπερ ὅλοις αὐτοῖς ἐπιχειρήσω σαφέστερον εἰπεῖν. εὐθεῖαν μὲν δοθεῖσαν ὁ λόγος λέγει τὴν προτεθεῖσαν ἐπί τινος ἀκριβῶς ὁμαλοῦ ἐπιπέδου, τὰ δ’ ἐπιταχθέντα μέρη κατὰ τὴν βουλὴν τοῦ προλαβόντος· εἴ τις εἰς πέντε διελεῖν ἴσα τὴν προτεθεῖσαν εὐθεῖαν ἢ ἑπτὰ κελεύσειεν ἤτοι εἰς εἴκοσιν ἢ εἰς ἑκατόν· ἐὰν γὰρ εὕρῃς μέθοδον μίαν, ἢ παρ’ ἑτέρου διδαχθεὶς χρώμενος, εἰς ὅσα περ ἂν ἐθέλῃς μέρη τὴν προτεθεῖσαν εὐθεῖαν διορίσεις, αὐτὸ μαρτυρήσει σοι τὸ πρᾶγμα, φαίνοιτο ἅπαντα τὰ μέρη τοῖς οὕτω διαιρεθεῖσιν ἀκριβῶς ἴσα, καὶ τὰ τοιαῦτα πάντα προβλήματα βεβαίως εὑρημένα δι’ αὐτῶν τῶν ἐναργῶς φαινομένων, οἷον ὅταν περιγράψαι τῷ δοθέντι τετραγώνῳ κύκλον ἐπιταχθῶμεν· κατὰ ταῦτα δὲ καὶ τῷ δοθέντι κύκλῳ τετράγωνον περιγράψαι, ἢ ἐγγράψαι· πάλιν περὶ τὸ δοθὲν πεντάγωνον, ἰσόπλευρόν τε καὶ ἰσογώνιον, κύκλον περιγράψαι. ἐὰν γάρ τις ἕκαστον τῶν τοιούτων δι’ ἧς ἔμαθεν μεθόδου περιγράψαι παραχρῆμα δυνηθῇ, πρὸς αὐτοῦ τοῦ πράγματος ἐμαρτυρήθη τὸ ζητούμενον εὑρηκώς. οὐ μὴν, εἰ γέγονεν ἢ ἀγέννητος ὁ κόσμος ἐστὶ, δύναται τὸ πρᾶγμα μαρτυρῆσαι αὐτὸ, καθάπερ οὐδὲ εἰ πεπερασμένον ἢ ἄπειρον τὸ πᾶν, ἢ πόσος ὁ τῶν κυμάτων ἀριθμός· οὐδὲν γὰρ τῶν τοιούτων ζητημάτων ὑπ’ αὐτοῦ τοῦ δοκοῦντος εὑρίσκεσθαι πράγματος ἐπικρίνεται· καθάπερ ἐὰν ἐπιταχθεὶς τῷ κύκλῳ δωδεκάπλευρον, ἰσόγωνόν τε καὶ ὀρθογώνιον περιγράψαι,  ἢ ἐγγράψαι, εὐθέως τοῦτο ποιήσοις. καὶ γὰρ ἐγγραφόμενόν τε καὶ περιγραφόμενον ἐναργῶς ὁρᾶται, ὥσπερ γε καὶ ὁ κύκλος ἐγγραφόμενός τε καὶ περιγραφόμενος τῷ τοιούτῳ πολυγώνῳ. ὅταν γ’ οὖν εὕρωμεν ἀποδεικτικὴν μέθοδον, ἐπὶ τὸ ζητούμενον ἡμᾶς ἄγει, μαρτυρεῖταί τε πρὸς αὐτοῦ τοῦ πράγματος ἐναργῶς, καὶ βασάνους μικρὰς ἐκ τοῦδε τῆς κατ’ αὐτῆς ἀληθείας ἕξομεν, ὡς τολμήσασθαί ποτε χρήσασθαι κᾀπὶ τῶν δυναμένων αὐτὸ μαρτυρεῖν ἐναργῶς. οὐκοῦν ἀξιῶ τινα περὶ τῶν μεγίστων πραγμάτων εὐθέως ἀποκινδυνεύειν· εἰ δὲ δὴ μέγιστά ἐστι τὰ πρὸς εὐδαιμονίαν ἄγοντα, προγυμνάσασθαί γε πρότερον ἐν ὕλαις πραγμάτων, ἐλεγχούσαις μὲν τὸ ψεῦδος οἰόμενον εὑρηκέναι τὰ ζητούμενα, μαρτυρούσαις δὲ τοῖς ἀληθῶς εὑρηκόσιν. ἡ τοιαύτη δὲ μέθοδος ἡ κατὰ γεωμετρίαν ἐστὶν, ἀριθμητικήν τε καὶ λογιστικὴν, ἀστρονομίαν τε καὶ ἀρχιτεκτονίαν· ἐν γὰρ ὀνόματι τῷ τῆς ἀρχιτεκτονίας ὑπογράφω καταγραφὰς ὡρολογιῶν, καὶ κλεψυδρῶν, ὑδροσκοπιῶν τε καὶ μηχανημάτων ἁπάντων, ἐν οἷς ἐστι καὶ τὰ πνευματικὰ προσαγορευόμενα. μαρτυρεῖ γοῦν ἅπαντα ταῦτα τοῖς εὑρίσκουσιν αὐτὰ, καθάπερ καὶ τὴν ἀστρονομίαν, καὶ γὰρ ταῦτα πρὸς αὐτῶν τῶν ἐναργῶς φαινομένων ἐπικρίνεται, βασανίζεταί τε καὶ μαρτυρεῖται, εἴ γε δὴ τῶν ἐναργῶς φαινομένων ἐστὶν ἔκλειψις ἡλίου καὶ σελήνης, ὅσα τε κατὰ τοὺς ἀπλανεῖς καὶ πλανήτας ἀστέρας ὁρᾶται. ὅτι δὲ δάκνονται τὴν ψυχὴν ἅπαντες ἐπὶ τοῖς λόγοις τούτοις, ὅσοι προβεβηκότες ἤδη κατὰ τὴν ἡλικίαν οὐκ ἔτι καιρὸν ἔχουσι χρόνῳ πολλῷ βασανίσαι τὴν ἀποδεικτικὴν μέθοδον ἐπὶ πραγμάτων ἐναργῶς αὐτὴν μαρτυρῆσαι δυναμένων· ἤτοι γὰρ, ὡς ἔφην, διὰ φιλαυτίαν, ἢ διὰ δοξοσοφίαν, ἢ φιλοτιμίαν, ἢ φιλοδοξίαν, ἢ ἀλαζονείαν, ἢ χρηματισμὸν, ἔνιοι μὲν ἑαυτοὺς, ἔνιοι δ’ ἄλλους ἀναπείθουσιν ἐπίστασθαί τι βέβαιον. οὐδὲν οὖν ἐστι θαυμαστὸν, ἐν ταῖς ἰδίαις ἕκαστον διατριβαῖς τοὺς φοιτητὰς ἀναπείθειν, ἐνίους μὲν ὀνώδεις φύσει, τινὰς. δὲ δριμεῖς μὲν, ἀλλὰ ἀγυμνάστους ἐν τοῖς πρώτοις μαθήμασιν· συμφέρει γὰρ, οἶμαι, διδασκάλοις ἀλαζόσι τοιούτους ἔχειν μαθητὰς, ὡς ὅ τε συνετὸς φύσει καὶ προγεγυμνασμένος ἐν τοῖς μαθήμασιν εὐθέως αὐτῶν καταφρονῇ, καθάπερ κᾀγὼ πολλῶν διδασκάλων ἔτι μειράκιον ὢν ὑπερεφρόνησα, τολμώντων μὲν ἀποφαίνεσθαί τινα μαχόμενα τοῖς ἐπιστημονικῶς ἀποδεδειγμένοις ἐν γεωμετρίᾳ, γιγνωσκόντων δ’ αὐτῶν οὐδ’ εἴδωλον ἀποδείξεως. ἐὰν οὖν ἐξέλῃ ὁ μέλλων ἀλήθειαν ζητῆσαι ἀλαζονείαν, φιλαυτίαν, φιλοτιμίαν, φιλοδοξίαν, δοξοσοφίαν, φιλοχρηματίαν, ὁ δ’ ἀφίξεται πάντως ἐν αὐτῇ προγυμνασάμενος οὐ μησὶν, ἀλλὰ ἔτεσί ποθ’ ὕστερον, ζητήσας τὰ πρὸς εὐδαιμονίαν τε καὶ κακοδαιμονίαν ἄγειν δυνάμενα δόγματα· τὸν δ’ ὑπό τινων παθῶν, ὧν εἶπον, οἰστρούμενον, πρὸς μὲν τὴν οὕτω μακρὰν ὁδὸν ὀκνῶ, ἐκείνους δὲ μισῶ ἐπίβουλόν τε καὶ διάβολον κατασκευάζοντας. τούτοις γὰρ εἰώθασι προκαταλαμβάνειν τοὺς ἑαυτῶν μαθητὰς, ὡς μηδ’ ὑπομεῖναί ποτε τὸ παρασχεῖν τὰ ὦτα τοιούτοις λόγοις, ὁποίους ἐγὼ μέχρι δεῦρο προὐχειρισάμην. ἑτοιμότατον δ’ ἐστὶ πείθεσθαι μειρακίοις ἀπαιδεύτοις διδάσκαλον τὸν ἐροῦντα σεμνῷ προσώπῳ, ῥᾴστην ὁδὸν ἐπὶ σοφίαν, ὑφηγήμενον παρὰ τοῖς Κυνικοῖς ὀνομαζομένοις. καὶ γὰρ καὶ οὗτοι σύντομον ἐπ’ ἀρετὴν ὁδὸν εἶναί φασι τὸ σφέτερον ἐπιτήδευμα. τινὲς δὲ αὐτῶν ἐλέγχοντες οὐκ ἐπ’ ἀρετὴν, ἀλλὰ δι’ ἀρετῆς ἐπ’ εὐδαιμονίαν, ὁδὸν εἶναι φάσκουσι τὴν Κυνικὴν φιλοσοφίαν. ἀλλ’ ἕτεροί γε ἀληθέστερον ἀποφαινόμενοι αὐτὴν σύντομον ἐπ’ ἀλαζονείας ὁδὸν εἶναί φασι, ἀμαθῆ τῶν τοιούτων ἀνθρώπων τόλμαν. ὥσπερ οὖν οἱ Κυνικοὶ πάντες, οὕς γε δὴ τεθέαμαι κατὰ τὸν ἐμαυτοῦ βίον, οὕτω καὶ τῶν φιλοσόφων εἶναι ἐπαγγελλομένων ἔνιοι φεύγειν ὁμολογοῦσι τὴν ἐν τῇ λογικῇ θεωρίᾳ γυμνασίαν· εἶθ’, ὅταν ἡμῶν ἀπαλλαγῶσιν, οὐκ ἀξιοῦσι διαλέγεσθαι τοῖς ἐπιτυγχάνουσιν ἀνθρώποις, αἰπόλοις, καὶ βουκόλοις, καὶ σκαπανεῦσι, καὶ θερισταῖς, ὅτι μὴ παρακολουθοῦσιν, ὥς φασι, τοῖς λεγομένοις, ἀγύμναστοι περὶ λόγους ὄντες, ὥσπερ αὐτοὶ γεγυμνασμένοι ποτὲ κατὰ τὰ πρῶτα μαθήματα, καὶ οὐκ αἴφνης περὶ τέλους βίου, καὶ εὐδαιμονίας, καὶ κακοδαιμονίας ἀκούσαντες τοῦ διδασκάλου λόγους τινὰς ἀποδεικτικοὺς, ὡς ἐκεῖνος ἐνόμιζε, πεισθέντες δὲ δι’ ἀγυμνασίαν· αἵπερ αὐτοῖς, ὡς ἔφην, δι’ ὁμοιότητος τῶν ψευδῶν λόγων πρὸς τοὺς ἀληθεῖς αἰτίαι τῶν ψευδῶν δογμάτων· τὰς δ’ ὁμοιότητας οἱ μάλιστα τετριμμένοι καθ’ ἑκάστην ὅλην πραγματείαν ἀκριβῶς διαγινώσκουσιν. ἀναγκαῖον δ’ ἐστὶ τὸν ἐξαίφνης προελθόντα κρίσει λόγου ἀδυνατεῖν διαγνῶναί τε καὶ διακρῖναι τοὺς ψευδεῖς ἀπὸ τῶν ἀληθῶν. ἐναργὲς δὲ τοῦτο τεκμήριόν ἐστι, τὰ καλούμενα σοφίσματα, λόγοι τινὲς ὄντες ψευδεῖς εἰς ὁμοιότητα τῶν ἀληθῶν πεπανουργευμένοι. τὸ μὲν οὖν ψεῦδος αὐτῶν πρόδηλον φαίνεται διὰ τοῦ συμπεράσματος οὐκ ὄντος ἀληθοῦς. ἐπειδὴ δ’ οἱ ψευδεῖς λόγοι πάντως ἤτοι τῶν λημμάτων ἔχουσί τι ψεῦδος, ἢ τὸ συμπέρασμα κακῶς ἐπιφερόμενον, οὐ φαίνεται δὲ προχείρως ταῦτα κατὰ τὰ  σοφίσματα, διὰ τοῦτο δύσοπτα τοῖς ἀγυμνάστοις περὶ λόγους. ὅπου τοίνυν ὁμολογοῦμεν τὸ ψεῦδος τὸν λόγον εἶναι, διὰ τὸ φαίνεσθαι πᾶσιν ἐναργῶς τὸ συμπέρασμα αὐτοῦ ψεῦδος, ὅμως ἡ λύσις ἀπορεῖται τοῖς ἀγυμνάστοις, ἀσφαλὲς μὲν αὐτοῖς εἴη πάντας ὑποπτεύειν λόγους, συγκατατίθεσθαι δὲ μηδενὶ πρότερον, ἄχρι περ ἂν ἀκριβῶς ἑαυτοὺς πείσωσιν, ἱκανοὺς εἶναι γιγνώσκειν τὰς ὁμοιότητας τῶν ψευδῶν λόγων πρὸς τοὺς ἀληθεῖς, πείσωσι δὲ προβάλλειν ἐπιτρέποντες τοῖς βουλομένοις τῇ πείρᾳ γνῶναι τὴν δι’ αὐτῶν. ἆρ’ οὖν ἄλλο τι συμβουλεύουσιν, ἢ γυμνάζειν ἀξιοῦσιν ἐν τῇ τῶν σοφισμάτων λύσει τοὺς μαθητάς; οὐδαμῶς οὐδὲν ἄλλο τῆς λύσεως οὔσης, ὡς ἔφην, ἐν τῷ φράσαι τὴν πρὸς τὸν ἀληθῆ λόγον ὁμοιότητα τοῦ ψευδοῦς. ἀναγκαῖον οὖν ἐστιν προμεμαθηκέναι πρὸ τῆς τῶν ἀληθῶν λόγων φύσεως, ὁ γὰρ ἐν ἐκείνοις γυμνασάμενος, ὡς ἀκριβῶς τε ἅμα καὶ ταχέως γιγνώσκειν αὐτῶν τὸ εἶδος, οὐ χαλεπῶς ἂν, ἔφην, διαγινώσκοι τοὺς ψευδεῖς. ἐγὼ τοῦτ’ ἔδειξα μειράκιά πω γεγυμνασμένα ἐν μαθήμασι διδάξας γνωρίζειν ἀληθεῖς λόγους, ἀξιώσας τι προβάλλειν αὐτοῖς σοφισμάτων τοῖς βουλομένοις τῶν παρόντων. αὐτὰ γὰρ ἐγνώρισε τὴν ἀτοπίαν αὐτῶν, ἤτοι κατὰ τὸ σχῆμα γεγενημένην, οὐκ ὂν συλλογιστικὸν, ἢ κατὰ τῶν λημμάτων ψευδῆ οὖσαν, ὥστε κᾀκ τούτου φανῆναι σαφῶς τοῖς δοξοσόφοις τούτοις πρεσβύταις, ὅσοι σοφίσματα λύειν ἀδυνατοῦσιν, ὅτι διὰ τὴν ἄγνοιαν τῶν ἀληθῶν λόγων τοῦτο πεπόνθασιν· εἶτ’ ἐσχάτης καταγνώσεως ἄξιοί εἰσιν, διὰ προπετῆ συγκατάθεσιν ἐν κακοδαίμονι βίῳ γενόμενοι· ἡ γὰρ περὶ τέλους δόξα ψευδὴς ὡμολόγηται πᾶσι πρὸς κακοδαιμονίαν ἄγειν· οὗτοι δὲ ἀγύμναστοί τινές εἰσι περὶ διαγνώσεως ἀληθῶν τε καὶ ψευδῶν λόγων, ἐνίοτε πιστευόμενοί τινος νοεῖν ἀλήθειαν δόξης, ἀγνοοῦσι μὲν, ὅτι λόγον ἐνδεχόμενον εἰρήκασιν, ὡς φαινομένων ἐναργῶς ὧν δοξάζουσι, κελεύουσι δ’ ἡμᾶς ἕπεσθαί τε καὶ πείθεσθαι χωρὶς ἀποδείξεως, πολλάκις δὲ μόνης ἐνδείξεως δεομένου τοῦ λόγου, δι’ ἀποδείξεως ἐπιχειροῦσιν αὐτὸν πιστοῦσθαι. τινὲς δὲ ἀγνοοῦντες, ὅπῃ διαφέρει τὸ τῆς ἐνδείξεως δεόμενον, ἢ ὡς πρῶτόν τε καὶ ἐξ αὐτοῦ πιστὸν, ὅμως ἐπιχειροῦσιν ἀποφαίνεσθαι περὶ πραγμάτων ἀκριβοῦς ἐπισκέψεως δεομένων. καὶ ταῦτα πεπόνθασι πολλοὶ τῶν ἤδη γεγηρακότων ἐν φιλοσοφίᾳ. τί οὖν, ὦ πρὸς θεῶν, ἢ τῶν τοιούτων ἀμάθειάν τε καὶ δοξοσοφίαν δοκεῖ σοι δύνασθαι θεραπευθῆναι ῥᾳδίως; ἢ ὅστις μὲν σκιῤῥώδης ἐτῶν ἤδη τριῶν ἢ τεττάρων ἄλυπον ἔχει τὸν σκίῤῥον; ἤ τε τῶν τοιούτων γερόντων ψυχὴ τὸν τῆς ἀμαθείας τε καὶ δοξοσοφίας σκίῤῥον ἐτῶν τριάκοντα ἔχουσα δύναται λυθῆναι; θὲς, εἰ βούλει, καὶ δύνασθαι, καὶ σκέψαι, πότερον ἡμερῶν, ἢ μηνῶν, ἢ ἐτῶν τοῦ τοιούτου σκίῤῥου θεραπεία δεῖται. μὴ τοίνυν θαύμαζε, διὰ τί πολλοῖς τῶν φιλοσοφεῖν ἐπαγγελλομένων οὐδ’ ὅλως ἀξιῶ διαλέγεσθαι· ἀμείνους γὰρ αὐτῶν οἶδα πάντας ἰδιώτας τε καὶ συνετοὺς φύσει, καὶ πεπαιδευμένους τὴν παρ’ Ἕλλησιν ἐξ ἀρχῆς εὐδοκιμοῦσαν παιδείαν. οὗτοι μὲν καὶ γνωρίζουσι ῥᾳδίως, ὅσα τ’ ἐναργῶς ἀκολουθεῖ. τῶν δ’ ὡς ἐριζομένων ὄντων, ἢ προσποιουμένων μὲν μὴ γνωρίζειν, ὅσα τοῖς δόγμασιν αὐτῶν ἐναντιοῦται, πολλάκις ἐπειράθην. περὶ μὲν γοῦν τῶν ἑπομένων ἑκάστῳ τέλει μυριάκις ἤδη λόγων ἡμῖν γεγονότων πρὸς πολλοὺς τῶν φιλοσόφων, οἱ μὲν ἄλλοι πάντες διὰ τὸ πεπαιδεῦσθαι τὴν πρώτην παιδείαν ὀξεῖς εἰσι τὴν διάνοιαν, αὐτοί τε τοὺς ἀκολούθους βίους τοῖς αὑτῶν δόγμασιν ἔλεγον, τὸν ἡμῶν λόγον γνωρίζοντες· οἱ δ’ ἄλλοι, ὡς εἴρηται, γεγηρακότες ἐν δοξοσοφίᾳ, μόνοι τἀναντία λέγοντες, εἶτα καταγελώμενοι πρὸς ἁπάντων τῶν παρόντων εἰς λοιδορίαν αὐτῶν ἐτρέποντο. ἀλλὰ τὰ μὲν ἐξηγημένα πολλάκις ἡμῖν ἅμα πολλοῖς ἀνδράσι περὶ τῶν ἀκολούθων ἑκάστῳ τέλει βίων ἐν ἑτέροις ὑπομνήμασιν ἔχεις· καὶ δῆλον ὅτι πολλὰ παραδείγματα τῶν ἁμαρτημάτων, ὧν ἁμαρτάνουσιν ἐν αὐτοῖς, γέγραπται. πάντα γὰρ, ὅσα καθ’ ὅλον τὸν βίον ἐναντίως ἀλλήλοις πράττουσιν, ὅσα τε καὶ λέγουσιν οἱ ἀπὸ τῶν διαφόρων αἱρέσεων ἀναγόμενοι, κατάκρισις ψευδὴς γίγνεται, καὶ πρόδηλόν γ’ ἐστὶν, ὡς κακῶς τε γίγνεται πάντα, καὶ ἁμαρτημάτων ἐστὶ τὰ κατὰ πᾶσαν αἵρεσιν πλημμελήματα, τῆς ἀληθοῦς εὑρηκυίας οὐ μόνον τὸ τέλος, ἀλλὰ καὶ τὸν ἀκόλουθον αὐτῷ βίον, ἔνθα καὶ σαφῶς, ὅπῃ διαφέρει πάθος ἁμαρτήματος, ἔνεστί σοι μαθεῖν. ὁ μὲν γὰρ εὐεργετεῖν, εἰ οὕτως ἔτυχε, τοὺς ἀνθρώπους δόγμα θέμενος, ὡς ἀληθὲς, ἢ τέλειον εὐεργετῆσαί τινας, ἐκλείπων τὴν βοήθειαν, ἢ δι’ ὕπνον, ἢ ἀργίαν, ἢ φιληδονίαν, ἤ τι τοιοῦτον κατὰ πάθος ἐσφάλη· κεκρικὼς δέ τις ἑαυτῷ μόνῳ τὰς ἡδονὰς ἢ τὴν ἀοχλησίαν ἐκπορίζειν, ἀποσχόμενος δὲ διὰ τοῦτο πολίταις ἢ οἰκείοις ἀδικουμένοις βοηθῆσαι, διὰ μοχθηρὰν δόξαν, οὐ διὰ πάθος ἥμαρτε.