Οὕτως γὰρ πράττων δυνήσῃ ποτὲ τὴν τοῦ θυμοειδοῦς ἔν σοι δύναμιν ἄλογον ὥσπερ τι θηρίον ἡμερῶσαί τε καὶ πρᾳῧναι. ἢ δεινὸν ἂν εἴη, τοὺς μὲν ἱππικοὺς ἄνδρας, ἀχρείους τοὺς ἵππους παραλαβόντας, ἐν ὀλίγῳ χρόνῳ χειροηθεῖς ἐργάζεσθαι, σὲ δ’, οὐκ ἔξωθέν τι λαβόντα ζῶον, ἀλλ’ ἐν τῇ ψυχῇ δύναμιν ἄλογον, ᾗ διὰ παντὸς ὁ λογισμὸς συνοικεῖ, μὴ δυνηθῆναι πρᾳῧναι αὐτὴν, εἰ καὶ μὴ ταχέως, ἀλλ’ ἐν μακροτέρῳ χρόνῳ. λέλεκται δὲ ἐπὶ πλέον ἐν τοῖς περὶ ἠθῶν ὑπομνήμασι, ὅπως ἀρίστην τις αὐτὴν ἐργάσαιτο, καὶ ὡς τὴν μὲν ἰσχὺν οὐ χρὴ καταβαλεῖν αὐτῆς, ὥσπερ οὐδὲ τῶν ἵππων τε καὶ κυνῶν, οἷς χρώμεθα, τὴν δ’ εὐπείθειαν, ὥς γε κᾀπ’ αὐτῶν, ἀσκεῖν. ἐπιδέδεικται δέ σοι καὶ δι’ ἐκείνων τῶν ὑπομνημάτων οὐχ ἥκιστα καὶ ὅπως αὐτῇ πάλιν τῇ τοῦ θυμοειδοῦς δυνάμει συμμάχῳ χρήσῃ κατὰ τῆς ἑτέρας, ἣν ἐπιθυμητικὴν ἐκάλουν οἱ παλαιοὶ φιλόσοφοι, φερομένης ἀλογίστως ἐπὶ τὰς διὰ τοῦ σώματος ἡδονάς. ὥσπερ οὖν αἰσχρὸν θέαμα διὰ θυμὸν ἄνθρωπος ἀσχημονῶν, οὕτω καὶ δι’ ἔρωτα, καὶ γαστριμαργίαν, οἰνοφλυγίαν τε καὶ λιχνείαν, ἃ τῆς ἐπιθυμητικῆς ἐστι δυνάμεως ἔργα τε καὶ πάθη, προσεοικὼς, οὐχ ἵππῳ καὶ κυνὶ, καθάπερ εἴκασα τὴν πρώτην, ἀλλ’ ὑβριστῇ κάπρῳ καὶ τράγῳ, καὶ τινι τῶν ἀγρίων ἡμερωθῆναι μὴ δυναμένων. διὸ ταύτης μὲν οὐδεμία παίδευσις τοιαύτη ἐστὶν, οἵα τῆς ἑτέρας, ἡ εὐπείθεια· ὃ δ’ ἐκάλουν οἱ παλαιοὶ κολάζειν, ἀλογίαν τινὰ ἔχειν πρὸς τήνδε. γίγνεται δὲ ἡ κόλασις τῆς δυνάμεως ταύτης ἐν τῷ μὴ παρέχειν αὐτῇ τῶν προθυμουμένων ἀπόλαυσιν. ἰσχυρὰ μὲν γὰρ οὕτω καὶ μεγάλη γίγνεται, ἐν τῷ κολασθῆναι δὲ μικρά τε καὶ ἀσθενὴς, ὡς ἕπεσθαι τῷ λογισμῷ δι’ ἀνθρώπων ὁρῶμεν ἑπομένους οὕτως γοῦν καὶ αὐτῶν τῶν ἀνθρώπων ὁρῶμεν ἑπομένους τοῖς βελτίοσι τοὺς χείρους, ἢ ἄκοντας βιαζομένους, ὥσπερ τὰ παιδία καὶ τοὺς οἰ κέτας, ἢ πεισθέντας ἑκόντας, ὥσπερ τοὺς ἀγαθοὺς φύσει, καὶ τῶν μὴ πρὸς ῥημάτων κολασθέντων αὐτὸ δή που τούτοις πάλαι σύνηθές ἐστιν, ὡς ἀκόλαστος ὅδε τις ἄνθρωπός ἐστιν, ἐφ’ οὗ δηλονότι τὴν ἐπιθυμητικὴν δύναμιν οὐκ ἐκόλασεν ἡ λογιστική. δύο γὰρ ἔχομεν ἐν ταῖς ψυχαῖς δυνάμεις ἀλόγους· μίαν μὲν, ἧς θυμοῦσθαί τε παραχρῆμα καὶ ὀργίζεσθαι τοῖς δόξασι πλημμελεῖν εἰς ἡμᾶς ἔργον ἐστίν. τῆς δ’ αὐτῆς ταύτης καὶ τὸ μηνιᾷν ἄχρι πλείονος, ὃ τοσούτῳ πλεῖόν ἐστι θυμοῦ πάθος, ὅσῳ καὶ χρονιώτερον. ἄλλη δ’ ἐστὶν ἐν ἡμῖν δύναμις ἄλογος ἐπὶ τὸ φαινόμενον ἡδὺ προπετῶς φερομένη, πρὶν διασκέψασθαι, πότερον ὠφέλιμόν ἐστι καὶ καλὸν, ἢ βλαβερόν τε καὶ κακόν. ταύτην οὖν ἐπέχειν χρὴ τὴν σφοδροτάτην, πρὶν αὐξηθεῖσαν ἰσχὺν δυσνίκητον κτήσασθαι. τηνικαῦτα γὰρ οὐδ’ ἂν θελήσῃς ἔτι κατασχεῖν αὐτὴν δυνήσῃ, κᾄπειτα φήσεις, ὥσπερ ἤκουσά τινος ἐρῶντος, ἐθέλειν μὲν παύσασθαι, μὴ δύνασθαι δὲ, παρακαλέσεις τε μάτην ἡμᾶς ὡσαύτως ἐκείνῳ τῷ δεομένῳ βοηθήσασθαι καὶ τὸ πάθος ἐκκόψαι. καὶ γὰρ τῶν τοῦ σώματος παθῶν ἔνια διὰ μέγεθός ἐστιν ἀνίατα· σὺ δ’ ἴσως οὐδ’ ἐπενόησάς ποτε τοῦτο. βέλτιον οὖν σοι κᾂν νυνὶ ἐννοῆσαί τε καὶ διασκέψασθαι, πότερον ἀληθεύω λέγων, αὐξανομένην τὴν ἐπιθυμητικὴν δύναμιν εἰς ἀνίατον ἔρωτα πολλάκις ἐμβαλεῖν, οὐ σωμάτων μόνον ὡραίων, οὐδ’ ἀφροδισίων, ἀλλὰ καὶ λιχνείας, καὶ γαστριμαργίας, οἰνοφλυγίας τε καὶ τῆς παρὰ φύσιν αἰσχρουργίας, ἢ ψεύδομαι καὶ ταῦτα καὶ ἄλλα πολλὰ τῶν ἔμπροσθεν εἰρημένων. ἃ γὰρ περὶ τοῦ θυμοῦ λέλεκται μέχρι τοῦ δεῦρο, ταῦτα καὶ περὶ τῶν ἄλλων παθῶν ἡγοῦ λελέχθαι· πρῶτον μὲν, ὡς ἑτέρῳ ἐστὶ τὴν διάγνωσιν αὐτῶν ἐπιτρεπτέον, οὐχ ἡμῖν αὐτοῖς· εἶθ’ ὅτι μὴ τοὺς τυχόντας τούτους ἐπιστατεῖν, ἀλλὰ πρεσβύτας, ὡμολογημένους μὲν εἶναι καλοὺς κᾀγαθοὺς, ἐξηγητὰς μὲν οὖν δὲ καὶ πρὸ ἡμῶν αὐτῶν ἐπὶ πλέον ἐν ἐκείνοις τοῖς καιροῖς ἕνεκα ἔξω παθῶν εἶναι· εἶθ’ ὅτι οὐ φαίνεσθαι χρὴ τοῖς τοιούτοις, ὅταν εἴπωσί τι τῶν ἡμετέρων ἁμαρτημάτων, ἀγανακτοῦντας, ἀλλὰ χάριν εἰδότας· εἶτα καθ’ ἑκάστην ἡμέραν σαυτὸν ἀναμιμνήσκειν, ἄμεινον μὲν, εἰ πολλάκις, εἰ δὲ μὴ, ἀλλὰ πάντως γε κατὰ τὴν ἕω, πρὶν ἄρχεσθαι τῶν πράξεων, εἰς ἑσπέραν δὲ, πρὶν ἀναπαύσεσθαι μέλλειν. ἐγὼ δήποτε καὶ ταύτας δὴ τὰς φερομένας ὡς Πυθαγόρου παραινέσεις εἴθισα δὶς τῆς ἡμέρας ἀναγινώσκειν μὲν τὰ πρῶτα, λέγειν δ’ ἀπὸ στόματος ὕστερον. οὐ γὰρ ἀρκεῖ μόνον ἀοργησίαν ἄγειν, ἀλλὰ  καὶ λιχνείας, καὶ λαγνείας, οἰνοφλυγίας τε καὶ περιεργίας καὶ φθόνου καθαρεύειν. ἕτερος οὖν ἡμᾶς ἐπεπείρατο, μή τί που, καθάπερ οἱ κύνες, ἀπλήστως ὤφθημεν ἐμφορούμενοι σιτίων, ἢ, ὡς οἱ διακαιόμενοι πυρετῷ συνεχεῖ, ψυχρὸν ἐπισπασώμεθα τὸ πόμα λαβρότερον, ἢ ὡς ἄνδρας σεμνοὺς πρέπει. οὔτε γὰρ διὰ πεῖναν ἐμφορεῖσθαι προσήκει σφοδρῶς καὶ ἀπλήστως, οὔτε διὰ δίψος ὅλην τὴν κύλικα ἐκπίνειν, ἔτι δὲ μᾶλλον οὔτε διὰ λιχνείαν ἁπάντων τῶν παρόντων πλέον, ἤτοι πλακοῦντος, ἤ τινος ἄλλου τῶν λίχνων ὄψων ἀπολαύειν. ἀλλ’ ἐν ἅπασιν αὐτοῖς ἀρχομένους μὲν ἔτι παρακλητέον ἐστὶν ἑτέρους ὅ τι ἁμάρτωμεν ἐπιτηρεῖν τε καὶ λέγειν ἡμῖν· ὕστερον δὲ καὶ χωρὶς παιδαγωγῶν ἡμᾶς αὐτοὺς ἐπιτηρῶμεν αὐτοὶ καὶ παραφυλάττωμεν, ὅπως ἁπάντων τε τῶν συνδειπνούντων ἔλαττον ὄψου προσενεγκώμεθα, καὶ τῶν λίχνων ἐδεσμάτων ἀποσχώμεθα, σύμμετρα τῶν ὑγιεινῶν προσαράμενοι. τοῦ χρόνου δὲ προϊόντος, οὐκ ἔτι οὐδὲ πρὸς τοὺς δειπνοῦντας ἀποβλέπειν ἀξιώσαιμ’ ἄν σε· μέγα γὰρ οὐδὲν ἐκείνων ἐσθίειν τε καὶ πίνειν ἐγκρατέστερον. εἰ δέ περ οὕτως σαυτὸν ἔγνωκας τιμᾷν, ἐπισκέπτου μᾶλλόν ποτε ἐγκρατῶς διῃτῆσθαι χθὲς ἢ τήμερον. ἐὰν γὰρ τοῦτο ποιῇς, αἰσθήσῃ καθ’ ἑκάστην ἡμέραν εὐκολώτερον ὧν εἶπον ἀπεχόμενος, αἰσθήσῃ τε μεγάλα εὐφρανθησόμενος τὴν ψυχὴν, ἐάν γε σωφροσύνης ὄντως ἐραστὴς ὑπάρχῃς· οὕτω γάρ τις ἐρασθεὶς χαίρει προκόπτων ἐν αὐτῷ. καὶ διὰ τοῦτο ταῖς μὲν ὀνοφλυγίαις ἔστιν ἰδεῖν ἡδομένους, ὅταν πίνοντες ὑπερβάλλωνται τοὺς συμπότας, ὅσοι δὲ γαστρίμαργοι, καὶ τούτους τῷ πλήθει τῶν ἐδεσμάτων εὐφραινομένους, ὅσοι δὲ λίχνοι, πλακοῦσι, καὶ ταγήνοις, καὶ λοπάσι, καὶ καρυκείαις. ἐνίους δὲ μέγα φρονοῦντας ἔγνων ἐπὶ τῷ πλήθει τῶν ἀφροδισίων. ὡς οὖν ἐκεῖνοι τὴν ἀκρότητα τῶν σπουδαζομένων ἀσκοῦσί τε καὶ μεταδιώκουσι, οὕτως καὶ ἡμᾶς χρὴ σωφροσύνης ἀκρότητα σπουδάζειν. εἰ δὲ τοῦτο πράξομεν, οὐ τοὺς ἀκολάστους ἡμῖν παραβάλωμεν, οὐδ’ ἀρκέσει πλέον ἐκείνων ἔχειν ἐγκρατείας τε καὶ σωφροσύνης, ἀλλὰ πρῶτον μὲν τοὺς σπουδάζοντας τὰ αὐτὰ φιλονεικήσομεν ὑπερβάλλεσθαι, (καλλίστη γὰρ ἡ τοιαύτη φιλονεικία,) μετ’ ἐκείνους δ’ αὖθις ἡμᾶς αὐτοὺς, ὡς ἐξ ἔθους πολυχρονίου τούτοις ὑγιεινοτάτοις τε ἅμα καὶ προσθεῖναι ῥᾴστοις ἡδέως ἅμα προσφέρεσθαι, μεμνημένους τῶν καλῶς εἰρημένων. ὧν καὶ τοῦτ’ ἔστιν. Ἐκλέγου βίον ἄριστον, ἡδὺν δ’ αὐτὸν ἡ συνήθεια ποιήσεται. ὥσπερ οὖν, ὁπότε πρὸς τὸν θυμὸν ἀσκεῖν ἠξίουν σε, γνώρισμα τῆς ὠφελείας εἶχες ὁρᾷν σαυτὸν οὐκ ἔτι θυμούμενον, ὡσαύτως ἐπὶ τῆς σωφροσύνης ἔστω σοι γνώρισμα μηδ’ ἐπιθυμεῖν ἔτι τῶν ἡδίστων. ὁδὸς δ’ ἐπ’ αὐτήν ἐστι διὰ τῆς ἐγκρατείας. οὕτω γὰρ αὐτὸς πλεονεκτεῖ σώφρων ἐγκρατοῦς, τῷ μηδ’ ἐπιθυμεῖν λίχνων ἐδεσμάτων ἢ διὰ τὸ πολυχρόνιον ἔθος, ἢ δι’ ἐγκράτειαν, καθάπερ καὶ αὐτὸ τοὔνομα αὐτῆς ἐνδείκνυται γεγονὸς, ὅπερ ἐστὶν ἐκ τοῦ κρατεῖν καὶ νικᾷν τὰς ἐπιθυμίας. ἐπίπονος δέ ἐστι καὶ τραχεῖα τό γε κατ’ ἀρχὰς, ὥσπερ αἱ ἄλλαι τῶν καλῶν ἐπιτηδευμάτων ἀσκήσεις. εἰ μὲν οὖν εἴτε τὴν ἀρετὴν ἀντὶ τῆς κακίας ἔχειν ἐθέλεις, εἴτε τὴν γαλήνην τῆς ψυχῆς ἀντὶ τῶν τοῦ σώματος γαργαλισμῶν, ἀσκητέον ἐστί σοι τὸν εἰρημένον τρόπον, ἐπὶ σωφροσύνην βαδίζοντα δι’ ἐγκρατείας. εἰ δ’ ἤτοι τὴν ἀρετὴν ἀτιμάζεσθαι, ἢ γαργαλίζεσθαι βούλει δι’ ὅλου τοῦ σώματος, καταληπτέον ἐστὶ τὸν λόγον. οὐ γάρ ἐστι προτρεπτικὸς ἐπ’ ἀρετὴν, ἀλλὰ τοῖς προτεθραμμένοις ὑφηγητικὸς τῆς ὁδοῦ, καθ’ ἣν ἄν τις αὐτὴν κτήσαιτο. διαιρουμένου δὲ τοῦ λόγου πρός τε τὸ διαγνωστικὸν ἕκαστον ἡμῶν ὑπάρχειν ἑαυτοῦ, καὶ πρὸς τὴν ἐπὶ τῇ διαγνώσει τῶν ἁμαρτημάτων ἐπανόρθωσιν, οὐ περὶ ταύτης πρόκειται λέγειν, ἀλλὰ περὶ τῆς διαγνώσεως τῶν ἰδίων ἁμαρτημάτων. ἐπεὶ δὲ τοῖς μὲν ἀρχομένοις αὐτὴν οὐ διαγνῶναι δυνατὸν, ἑτέρους μὲν τοῖς ἀρχομένοις ἐπιστήσομεν ἐπόπτας, αὐτοὺς δὲ τοὺς ἀσκοῦντας, ὡς ἂν ἤδη δυναμένους γνῶναι, ποίων μὲν ἀπηλλάγησαν ἁμαρτημάτων καὶ παθῶν, ὅσον δ’ αὐτοῖς ἐνδεῖ πρὸς τὸ τέλος. ὅπερ δὲ εἴωθα λέγειν ἑκάστοτε, καὶ νῦν ἐρῶ· καθ’ ἕτερον μὲν τρόπον ἁπάντων ἐστὶ δυσκολώτατον ἑαυτὸν γνῶναι, καθ’ ἕτερον δὲ ῥᾷστον. ἐὰν μὲν γὰρ ἐντὸς θέλῃ τις αὐτὸς χαλεπώτατόν ἐστιν. Ἐγὼ μὲν οὖν ἅπαντα ταῦτ’ εἰρημένα καὶ τὰ μέλλοντα λεχθήσεσθαι τοῖς βουληθεῖσιν ὑποτίθεμαι. τάχα μὲν οὖν οὔσης καὶ ἄλλης τινὸς ὁδοῦ πρὸς τὸ καλὸν κᾀγαθὸν γενέσθαι, μὴ γινώσκων δ’ εὑρεῖν αὐτὴν, ἐχρησάμην τε δι’ ὅλου τοῦ βίου ταύτῃ, καὶ τοῖς ἄλλοις ἀφθόνως δηλῶν παρεκάλουν ἀντιδιδόναι τε καὶ ἀποδοῦναί τι, καὶ ἀντιδιδάσκειν, εἴ τινα ἑτέραν ἄλλην αὐτοὶ γινώσκουσι καλοκαγαθίας ὁδόν. ἄχρι περ ἂν ἐπιθυμῶμεν ἄλλης, ἐν τῇδε διατρίβομεν, ἣ κοινὴ πάντων διαγνώσεώς τε καὶ θεραπείας. καὶ γὰρ ἡ φιλονεικία, καὶ ἡ φιλοδοξία, καὶ ἡ φιλαρχία πάθη τῆς ψυχῆς εἰσιν. τούτων ἐλάττων μὲν, ἀλλ’ ὅμως καὶ αὐτὴ πάθος. περὶ δὲ τοῦ φθόνου τί δεῖ καὶ λέγειν; αἴσχιστον τῶν κακῶν ἐστιν. ὀνομάζω δὲ φθόνον, ὅταν τις ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς λυπῆται. πάθος μέν ἐστι καὶ λύπη πᾶσα, χειρίστη δὲ ὁ φθόνος ἐστὶν, εἴτε ἓν τῶν παθῶν, εἴτε λύπης ἐστὶν εἶδος πλησιάζον αὐτῇ. κοινὴ δ’ ἐφ’ ἁπάντων ὁδὸς τῆς ἰάσεως ἡ προειρημένη. χρὴ γὰρ, ὅτι  μὲν αἰσχρὰ καὶ φευκτὰ, κατανοεῖν ἐπὶ τῶν ἐνεχομένων αὐτοῖς σφοδρῶς· ἐναργὲς γὰρ ἐπ’ ἐκείνων φαίνεται τὸ αἶσχος· ὅτι δ’ οὐ βλέπομεν ἐφ’ ἡμῶν αὐτῶν μηδὲν, εἶναι νομίζειν προσήκει τυφλότητ’ εἴτε περὶ τὸ φιλοῦν εἴτε περὶ τὸ φιλούμενον, ἔνιά τε λανθάνειν διὰ σμικρότητα καὶ παρορᾶσθαι, μὴ δυνάμενα παροφθῆναι διὰ τὸ μέγεθος ἐν ἄλλοις. πρεσβύτην οὖν τινα βλέπειν αὐτὰ δυνάμενον εὑρίσκειν προσήκει, παρακαλοῦντας ἅπαντα μετὰ παῤῥησίας δηλοῦν, εἶτ’ εἰπόντος τι, πρῶτον αὐτῷ χάριν μὲν γνῶναι παραυτίκα, χωρισθέντας δὲ διασκέπτεσθαι καταμόνας ἑαυτοῖς ἐπιτιμῶντας, ἐκκόπτειν τε πειρωμένους τὸ πάθος, οὐκ ἄχρι τοῦ μὴ φαίνεσθαι τοῖς ἄλλοις μόνοις, ἀλλ’ ὥστε μηδὲ ῥίζαν ἐγκαταλείπειν αὐτοῦ τῇ ψυχῇ· ἔτι γὰρ ἀναφύεται τῇ τῶν σωζόντων ἀρδόμενον πονηρίᾳ. διὰ τοῦτο προσεκτέον ἡμῖν αὐτοῖς ἐστιν ἐφ’ ἑκάστῳ τῶν παθῶν, ὅσα περὶ τοὺς πέλας ἐπισκοπούμεθα, εἴ τι κατὰ τὴν ἡμετέραν ἐστὶ ψυχὴν τοιοῦτον. ἐκκοπτέον γὰρ αὐτὸ φυόμενον ἔτι, πρὶν αὐξηθὲν ἀνίατον γενέσθαι. τῶν μὲν ἄλλων ἁπάντων παθῶν τῆς ψυχῆς οἱ πολλοὶ καταφρονοῦσι, καίτοι γε, ὅταν ἑτέρους αὐτὰ πάσχοντας ἴδωσι, καταγινώσκοντες· ἡ λύπη δ’ ἅπασι φαίνεται κακὸν, ὥσπερ ὁ πόνος ἐν τῷ σώματι. καίτοι τῶν συνηθεστάτων ἐμοὶ νεανίσκων, ἐπὶ μικροῖς ἀρνούμενος ἀνιᾷν, ὕστερόν ποτε κατανοήσας τοῦτο, παραγενόμενός τε πρός με βαθὺν ὄρθρον, ὅλης ἔφη τῆς νυκτὸς ἀγρυπνοῦντα ἐπὶ τῷδε τῷ πράγματι, μεταξύ πως εἰς ἀνάμνησιν ἀφικέσθαι τοῦ μηδ’ ἐπὶ μεγίστοις οὕτω ἀνιώμενον, ὡς ἐπὶ τοῖς σμικροῖς, ἐμαυτὸν ἠξίουν μαθεῖν, ὅπως αὑτῷ τοῦτο περιεγένετο, πότερον ἐξ ἀσκήσεών τινων, ἢ φύντι τοιούτῳ. ἀπεκρινάμην οὖν αὐτῷ τἀληθῆ. καὶ γὰρ καὶ τὴν φύσιν ἐν ἅπασιν ἔφην δύνασθαι μέγα ἐν τῇ τῶν παίδων ἡλικίᾳ εἰς ζωῆς τελείωσιν, εἶθ’ ὕστερον τά τε δόγματα καὶ τὴν ἄσκησιν. ὅτι μὲν οὖν αἱ φύσεις ἡμῶν πάμπολυ διαφέρουσιν, μαθεῖν ἐναργῶς ἔστιν ἐπὶ τῶν παραφερομένων παιδίων. ἔνια μὲν γὰρ αὐτῶν ἀεὶ φαιδρὰ, σκυθρωπὰ δ’ ἄλλα θεώμεθα, καὶ τὰ μὲν ἕτοιμα γελᾷν ἐπὶ πᾶσι, τὰ δὲ κλαίειν ἐπὶ μικραῖς προφάσεσιν. οὕτω δὲ καὶ τὰ μὲν ἔχει κοινῇ, τὰ δὲ ἁρπάζει· καὶ τὰ μὲν θυμοῦται σφοδρῶς ἐπὶ τῶν σμικροτάτων, ὡς δάκνειν τε καὶ λακτίζειν, καὶ λίθους καὶ ξύλα ἀμύνασθαι τοὺς πέλας, ὅταν ἀδικεῖσθαι δόξῃ, τὰ δ’ ἔστιν ἀνεξίκακα καὶ πρᾷα, μήτ’ ὀργιζόμενα, μήτε κλαίοντα, πρὶν ἀδικηθῆναί τι μέγα. ταῦτα καὶ ὁ Εὔπολις ἐρωτώμενον Ἀριστείδην τὸν δίκαιον ὑπὸ τοῦ Νικία, ὡς ἐγένου δίκαιος, οὕτω εὐπρεπῶς ἀποκρινάμενον ἐποίησεν· ἡ μὲν φύσις τὸ μέγιστον, ἔπειτα δὲ κᾀγὼ τὴν φύσιν προθύμως συνελάμβανον. οὐ μόνον οὖν ἕτοιμοι τῶν νέων φύσεις πρὸς τὸ λυπεῖσθαι ῥᾳδίως, ἀλλὰ καὶ πρὸς τὸ θυμοῦσθαι καὶ λιχνεύειν, ὧν περ αὐτῶν ἄχρι δεῦρο τὸν πλεῖστον λόγον ἐποιησάμην. ἔτι δὲ πρὸς τοῖς εἰρημένοις ἐστιν ἰδεῖν ἔνια μὲν ἀναίσχυντα τῶν παιδίων, ἔνια δὲ καὶ αἰδούμενα, καὶ τὰ μὲν μνημονικὰ, τὰ δὲ ἀμνήμονα, τινὰ δὲ ἐπιλήσμονα, καὶ τὰ μὲν φιλόπονα περὶ τὰ διδασκόμενα, τὰ δ’ ἀμελῆ καὶ ῥᾴθυμα, καὶ τῶν φιλοπόνων ἔνια μὲν ἐπὶ τῷ χαίρειν ἐπαινούμενα προθύμως, ἔνια δὲ ἐπὶ τῷ καταγινώσκεσθαι πρὸς τῶν διδασκάλων αἰδούμενα, τινὰ δὲ καὶ δεδιέναι τὰς πληγάς. οὕτω δὲ καὶ τῶν ῥᾳθύμων ἐπὶ ταῖς ἐναντίαις ἕκαστον ἔστι ῥᾳθυμεῖν. ἐξ ὧν οὖν θεῶνται περὶ τὰ παιδία πάντες ἄνθρωποι, τὰ μὲν αἰσχυντηλὰ καλοῦσιν αὐτῶν, τὰ δὲ ἀναίσχυντα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἤτοι φιλότιμα καὶ φιλόκαλα, ἢ ἀφιλόκαλα καὶ ἀφιλότιμα· καὶ μὴν δειλὰ, καὶ καταφρονητικὰ τῶν πληγῶν, ἑτέρας τε τοιαύτας ἐπ’ αὐτῶν τίθενται προσηγορίας κατὰ τὰς φύσεις αὐτάς. οὕτω δὲ καὶ τὰ μὲν φιλοψευδῆ, τὰ δὲ φιλαλήθη τῶν παιδίων ὁρῶμεν φύσει ὄντα, καὶ πολλὰς ἄλλας ἔχοντα διαφορὰς ἠθῶν, ὑπὲρ ὧν οὐκ ἀναγκαῖόν ἐστι νῦν λέγειν εἰκότως· ἔνια μὲν γὰρ αὐτῶν ῥᾷστα δέχεται τὴν ἀγαθὴν παιδείαν, ἔνια δὲ οὐδὲν ὀνίναται. οὐ μὴν τούτου γε ἕνεκεν ἀμελητέον ἐστὶ τῶν παιδίων, ἀλλ’ ἐν ἀρίστοις ἤθεσι θρεπτέον. ἢν μὲν οὖν ἡ φύσις αὐτῶν δέχηται τὴν ἐκ τῆς ἐπιμελείας ὠφέλειαν, ἀγαθοὶ γενηθεῖεν ἂν ἄνδρες· εἰ δὲ μὴ δέξαιντό που, τὸ μὲν ἡμέτερον ἄμεμπτον εἴη. παραπλησία γάρ πώς ἐστιν ἡ τῶν παίδων διαγωγὴ τῇ τῶν φυτῶν ἐπιμελείᾳ. κατ’ ἐκείνην γοῦν ὁ γεωργὸς οὐκ ἄν ποτε δυνήσαιτο ποιῆσαι τὸν βάτον ἐκφέρειν βότρυν, οὐ γὰρ ἐπιδέχεται ἡ φύσις αὐτοῦ τῆς ἀρχῆς τοιαύτην τελείωσιν. ἀμπέλους δ’ αὖ πάλιν ἑτοίμας οὔσας, ὅσον ἐφ’ ἑαυτῶν, τὸν καρπὸν ἐκφέρειν ἐὰν ἀμελήσας ἐπιτρέψῃ μόνῃ τῇ φύσει, μοχθηρὸν ἢ οὐδ’ ὅλως οἴσουσιν αὐτόν. οὕτω δὲ καὶ εἰ τῶν ζώων ἵππον μὲν παιδεύσῃς, εἰς πολλὰ χρήσιμον ἕξεις, ἄρκτον δὲ κᾂν ἥμερόν ποτε διδάξῃς, μόνιμον οὐχ ἕξει τὴν ἕξιν, ἔχιδνα δὲ καὶ σκορπίος οὐκ ἄχρι τοῦ δοκεῖν ἡμεροῦσθαι προέρχεται. ἐγὼ τοίνυν ὅπως μὲν τὴν φύσιν ἔχω, οὐκ ἔχω γνῶναι· τὸ γὰρ ἑαυτὸν φάναι χαλεπόν ἐστι καὶ τοῖς τελείοις ἀνδράσιν, μή τοί γε δὴ τοῖς παισί. Εὐτύχησα δὲ μεγάλην εὐτυχίαν, ἀοργητότατον καὶ δικαιότατον καὶ χρηστότατον καὶ φιλανθρωπότατον ἔχων πατέρα, μητέρα δὲ ὀργιλωτάτην, ὡς δάκνειν μὲν  ἐνίοτε τὰς θεραπαίνας, ἀεὶ δὲ κεκραγέναι τε καὶ μάχεσθαι τῷ πατρὶ μᾶλλον, ἢ Ξανθίππη Σωκράτει. παράλληλά τε ὁρῶντί μοι τὰ καλὰ τῶν τοῦ πατρὸς ἔργων τοῖς αἰσχροῖς πάθεσι τῆς μητρὸς ἐπῄει τὰ μὲν ἀσπάζεσθαί τε καὶ φιλεῖν, τὰ δὲ φεύγειν καὶ μισεῖν. ὥσπερ δὲ ἐν τούτοις ἑώρων παμπόλλην διαφορὰν τῶν γονέων, οὕτω κᾀν τῷ, τὸν μὲν ἐπὶ οὐδεμίᾳ ζημίᾳ λυπούμενον, ἀνιωμένην δ’ ἐπισμικροτάτοις τὴν μητέρα. γιγνώσκεις δὲ δήπου καὶ σὺ τοὺς παῖδας, οἷς μὲν ἂν ἡσθῶσι, ταῦτα μιμουμένους, ἃ δ’ ἂν ἀηδῶς ὁρῶσι, φεύγοντας. ἡ μὲν οὖν ὑπὸ τῷ πατρὶ παιδεία τοιαύτη τις ἦν· ὑποπληρώσας δὲ τεσσαρεσκαιδέκατον ἔτος, ἤκουον φιλοσόφων πολιτῶν, ἐπὶ πλεῖστον μὲν Στωϊκοῦ Φιλο πάτορος μαθητοῦ, βραχὺν δέ τινα καὶ Πλατωνικοῦ μαθητοῦ Γαΐου, διὰ τὸ μὴ σχολάζειν αὐτὸν, εἰς πολιτικὰς ἀσχολίας ἑλκόμενον ὑπὸ τῶν πολιτῶν, ὅτι μόνος αὐτοῖς ἐδόκει δίκαιός τε καὶ χρημάτων εἶναι κρείττων, εὐπρόσιτός τε καὶ πρᾷος. ἐν τούτῳ δέ τις καὶ ἄλλος ἦλθε πολίτης ἡμέτερος ἐξ ἀποδημίας μακρᾶς, Ἀσπασίου τοῦ Περιπατητικοῦ μαθητὴς, καὶ μετὰ τοῦτον ἀπὸ τῶν Ἀθηνῶν ἄλλος Ἐπικούρειος, ὧν ἁπάντων ὁ πατὴρ δι’ ἐμὲ τοῦ βίου καὶ τῶν δογμάτων ἐξέτασιν ἐποιεῖτο, σὺν ἐμοὶ πρὸς αὐτοὺς ἀφικνούμενος. ἐγεγύμναστο δ’ ἐπὶ πλεῖστον ἐν γεωμετρίᾳ, καὶ ἀριθμητικῇ, καὶ ἀρχιτεκτονίᾳ, καὶ ἀστρονομίᾳ. βουλόμενος γοῦν ὁμοίως ταῖς γραμμικαῖς ἀποδείξεσιν λέγειν κεχρῆσθαι τὸν διδάξαντα· διὰ ταύτην δὲ χρὴ τὴν αἰτίαν μηδὲ διαφωνίαν γεγονέναι πρὸς ἀλλήλους. τῶν ἀπὸ τῶν σοῦ δηλονότι μαθημάτων καλῶν, καθάπερ οἱ ἀρχαῖοι κατὰ τὰς προειρημένας τέχνας, ὧν αἱ πρῶται γεωμετρία τε καὶ ἀριθμητική. καθάπερ οὖν ἔφην, τὸ μὴ προπετῶς ἀπὸ μιᾶς αἱρέσεως ἀναγορεύσας σαυτὸν, ἀλλὰ ἐν χρόνῳ παμπόλλῳ μανθάνων τε καὶ κρίνων αὐτὰς, οὕτως πρὸς ἁπάντων μὲν ἀνθρώπων ἐπαινεῖται. συνομολογεῖται δὲ καὶ τοῖς φιλοσόφοις εἶναι ζηλωτέα ταῦτα, καὶ νῦν ἤδη ζηλωτέον αὐτὰ, καὶ μανθάνειν, καὶ αὐξάνειν ἀξιῶσαι, δικαιοσύνης ἀντιποιούμενον, καὶ σωφροσύνης, ἀνδρείας τε καὶ φρονήσεως. ἐπαινοῦσι γὰρ ἅπαντες τὰς ἀρετὰς ταύτας, κᾂν αὐτοὶ συνειδῶσιν ἑαυτοῖς οὐδεμίαν αὐτῶν ἔχουσι, καὶ φαίνεσθαί γε πειρῶνται τοῖς ἄλλοις ἀνδρεῖοι, καὶ σώφρονες, καὶ δίκαιοι, καὶ φρόνιμοι, ἄλυποι μέντοι κατ’ ἀλήθειαν εἶναι, κᾂν μὴ φαίνωνται τοῖς ἄλλοις. ὥστε τοῦτο πρῶτον ἁπάντων ἀσκητέον ἐστὶν, τὸ σπουδαζόμενον ἅπασιν ἀνθρώποις μᾶλλον τῶν ἄλλων ἀρετῶν. ταύτας, ἔφην ἐγὼ, παρὰ τοῦ πατρὸς λαβὼν τὰς ἐντολὰς ἄχρι δεῦρο διαφυλάττω, μήτ’ ἀφ’ αἱρέσεώς τινος ἐμαυτὸν ἀναγορεύσας· ὧν σπουδῇ πάσῃ ἀκριβῆ τὴν ἐξέτασιν ἔχων, ἀνεύπληκτός τε πρὸς τὰ κατὰ τὸν βίον ὁσημέραι συμπίπτοντα διαμένω, ὥσπερ ἑώρων τὸν πατέρα. οὔτ’ οὖν ἀπώλειά τινος λυπήσει με, πλὴν εἰ παντοίως ἀπολέσαιμι τὰ κτήματα· τοῦτο γὰρ οὐδέπω πεπείραμαι. δόξης τε καὶ τιμῆς ὁ πατὴρ εἴθισέ με καταφρονεῖν, ἀλήθειαν μόνην τιμῶντα. λυπουμένους δ’ ὁρῶ τοὺς πολλοὺς, ὅταν ἤτοι ἀτιμᾶσθαι δοκῶσιν ὑπό τινος, ἢ χρημάτων ἀπωλείᾳ. κατὰ τοῦτ’ οὖν, ἔφην, οὐδὲ λυπούμενον εἶδές μέ ποτε. οὐδὲ ἐπὶ χρημάτων ἀπώλεια συνέπεσέ μοι μέχρι τοῦ δεῦρο τηλικαύτη τὸ μέγεθος, ὡς μηκέτ’ ἔχειν ἐκ τῶν ὑπολοίπων ἐπιμελεῖσθαι τοῦ σώματος ὑγιεινῶς, μήτ’ ἀτιμία τις, ὡς ὁρᾷν με τοῦ συνεδρίου τῆς ἐμῆς βουλῆς ἀφαιρεθέντα. εἰ δέ τινας μὲν ἀκούσαιμι ψέγειν, τινὰς δὲ ἐπαινοῦντας, αὐτοῖς ἀντιτίθημι, καὶ νομίζω τὸ πάντας ἀνθρώπους ἐπαινοῦντας ἐπιθυμεῖν ἔχειν ἐοικέναι τῷ ἅπαντα ἔχειν ἐθέλειν κτήματα. δοκῶ τοίνυν, ἔφην, ἐμαυτῷ, τάχα δὲ καὶ σοὶ δόξω μηδὲν ἄχρι δεῦρο μέγα πεπονθέναι διὰ τέλους ἀλύπως. οὔτε γὰρ ἀφῃρέθην ἁπάντων τῶν χρημάτων, οὔτ’ ἠτιμήθην. εἰ δὲ βοῦς, ἢ ἵππος, ἢ οἰκέτης ἀπέθανεν, οὐχ ἱκανὸν τοῦτο λυπῆσαι μεμνημένον ὧν ὁ πατὴρ ὑπέθετο, μὴ πρότερον ἐπὶ χρημάτων ἀπωλείᾳ λυπηθῆναι συμβουλεύων, ἄχρις ἂν ᾖ τὰ λειπόμενα πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν αὐτάρκη. τοῦτον γὰρ ἐτίθετο πρῶτον ὅρον ἐκείνων κτημάτων, ὡς μὴ πεινᾷν, μὴ ῥιγοῦν, μὴ διψᾷν· εἰ δὲ πλείω τις εἰς ταῦτα χρεία εἴη, καὶ πρὸς τὰς καλὰς πράξεις, ἔφη, χρηστέον αὐτῶν. ἐμοὶ τοίνυν ἄχρι δεῦρο τοσαύτη χρημάτων χρῆσίς ἐστιν, ὡς καὶ πρὸς τὰς τοιαύτας πράξεις ἐξαρκεῖν. οἶδα δὲ, ἔφη, καί σε διπλασίαν τε ἐμοῦ κεκτημένον, ἐπιτίμιόν τε κατὰ τὴν πόλιν ἡμῶν οὕτως, ὡς, τίς ἂν εἴη σοι λύπης αἰτία, πλὴν ἀπληστίας, οὐχ ὁρῶ. πρὸς ταύτην οὖν ἄσκησιν μόνην ἄνεισον ἐγὼ διὰ μνήμης ἔχων, καὶ μελετῶν ἀεὶ, καὶ σκοπούμενος, μέχρι περ ἂν τούτῳ ἐπείσθην, ὡς τὸ τὰ δὶς δύο τέσσαρα εἶναι. Θεασώμεθα γὰρ, εἶπεν, ἐπὶ σχολῆς, ὁποῖόν τι πάθος ἐστὶν ἡ ἀπληστία· τὴν δ’ ἀρχὴν τῆς σκέψεως ἡ περὶ τὰς τροφὰς ἀπληστία παρέξει. τὸ γοῦν ἐπέκεινα τοῦ συμμέτρου προσφέρεσθαι σίτου ἀπληστίαν ὀνομάζουσι· τὸ σύμμετρον δ’ αὐτῶν κρίνουσι τῇ χρείᾳ τῆς τροφῆς· χρεία δ’ αὐτῆς ἐστι τὸ θρέψαι τὸ σῶμα. θρέψει δὲ πεφθεῖσα καλῶς, πεφθήσεται δ’, εἰ σύμμετρος· τὴν γὰρ πολλὴν ἀπεπτουμένην ἴσμεν. εἰ δὲ ἅπαξ τοῦτο γένοιτο, διαφθείρεσθαι τὴν χρείαν αὐτῆς ἀναγκαῖον. εἰ δέ γε ὑπὸ τῆς δήξεως τῶν ἀπεπτηθέντων σιτίων ἡ γαστὴρ ἀνιαθεῖσα πᾶν ἐκκρίνειε,  διάῤῥοια μὲν ὀνομάζεται τὸ σύμπτωμα, διαφθείρεται δ’ ἡ χρεία τῆς τροφῆς· οὐ γὰρ ἐφ’ ὅ τι διεξελθεῖν τὰ ἔντερα λαμβανόμεθα αὐτὴν, ἀλλ’ ἕνεκα τοῦ προστεθῆναι πᾶσι τοῖς μορίοις τοῦ σώματος. εἰ δ’ ἀναδοθείη μὴ καλῶς πεφθεῖσα, κακοχυμίαν ἐργάζεται ἐν ταῖς φλεψίν. ἐπεὶ τοίνυν ἐπὶ τῷ σώματι ἡμῶν ἔμαθες, ὁποῖόν τι πρᾶγμά ἐστιν ἡ ἀπληστία, μεταβὰς ἐπὶ τὴν ψυχὴν ἤδη θέασαι κᾀνταῦθα τὴν φύσιν αὐτῆς, ἐφ’ ἑκάστης ὕλης πραγμάτων ἐπισκοπούμενος, ἀπὸ τῶν κτημάτων ἀρξόμενος. ἐν τούτοις οὖν ἔνια μὲν οὐκ ὀρθῶς ἐσπούδασται, καθάπερ οἱ μαργαρῖται, καὶ οἱ σαρδόνυχες, αἵ τ’ ἄλλαι λίθοι πᾶσαι· καθάπερ κόσμος, ὃν αἱ γυναῖκες οἷόν τι φέρουσαι ταῖς ἐξαρτησαμέναις αὐτῶν· τούτου τοῦ γένους ἐστὶ τὰ χρυσοϋφῆ τῶν ἱματίων ἤ τινα περίεργον ἔργον ἔχοντα, ἢ ὕλης δεόμεθα πόῤῥωθεν κομιζομένης, ὥσπερ τῶν σειρικῶν ὀνομαζομένων. ἔνια δὲ τῶν κτημάτων πρὸς τὴν τοῦ σώματος ὑγείαν διαφέροντα προσηκόντως σπουδάζεται, πρῶτα μὲν ἐξ ὧν τρεφόμεθα, καὶ ἀμφιεννύμεθα, καὶ ὑποδούμεθα, ἐν οἷς καὶ ἡ οἴκησις. ἐκείνου δὲ τοῦ γένους φαίνεται καὶ τὰ τοῖς νοσοῦσιν ἐπιτήδεια. τινὰ δὲ, ὥσπερ τοὔλαιον, ἀμφοτέροις ὑπάρχει χρήσιμα, τοῖς ὑγιαίνουσι καὶ τοῖς νοσοῦσιν. ἔνια δὲ τοιαῦτα, τὰ μὲν μείζω, τὰ δ’ ἐλάττω τὴν ὠφέλειαν παρεχόμενα τοῖς τῶν ἀνθρώπων σώμασι. καὶ τοίνυν ἤδη τοῦ πλήθους τὸν ὅρον καὶ τῆς κτήσεως αὐτῶν ἐναργῶς οἶμαί σε τεθεᾶσθαι. ὥσπερ γὰρ τὸ πηχυαῖον ὑπόδημα πρὸς τέλος ἐστὶν ἄχρηστον, οὕτω καὶ τὸ ε΄ καὶ ι΄ ἔχειν ὑποδήματα, πλὴν δυοῖν. ἄλλα τε γὰρ ὄντα πάντως αὐτάρκης ἡ χρεία. οὕτω δὲ καὶ τὴν ἐσθῆτα διπλῆν ἔχειν αὔταρκες, οἰκέτας τε καὶ σκεύη. ἐν ἡμῖν, ἔφην, οὐ μόνον ἐσθὴς ὑπάρχει περιττοτέρα τῆς διττῆς, ἀλλὰ καὶ οἱ οἰκέται, καὶ σκεύη, καὶ πάνθ’ ἁπλῶς τὰ κτήματα πολὺ πλείω τῶν διττῶν ἐστιν. πρόσοδον γὰρ ἔχομεν ἀφ’ ὧν κεκτήμεθα πολλαπλασίαν, ἢ ὡς εἰς ὑγείαν μόνην ἐξ αὐτῶν ὑπηρετεῖσθαι τῷ σώματι. τίνας οὖν, ἔφην, ὁρῶ τὸν ἀπολαυστικὸν ὀνομαζόμενον ἑλομένους βίον, οὐ διπλάσια μόνον, ἢ τριπλάσια δαπανῶντας ἡμῶν, ἀλλὰ καὶ πενταπλάσια, καὶ δεκαπλάσια, καὶ τριακονταπλάσια. τὸν δ’ ὡσαύτως ἐμοὶ διαιτώμενον θεῶμαι, λυπούμενον δ’ αὖ ὁμοίως ἐμοὶ, καίτοι τῆς οὐσίας οὐχ ἕκαστον ἔτος αὐξανομένης· ἐπεὶ ἐξ αὐτῶν τῶν προσόδων ἀναλίσκεται μὲν τὸ ι΄ μέρος ἴσως, αἱ λοιπαὶ δὲ θ΄ μοῖραι τοῖς ὑπάρχουσι προστίθενται. βλέπω γάρ σε οὐδὲ πρὸς τὰ καλὰ τῶν ἔργων δαπανῆσαι τολμῶντα, μηδ’ εἰς βιβλίων ὠνὴν, καὶ κατασκευὴν, καὶ τῶν γραφόντων ἄσκησιν, ἤτοι γε εἰς τάχος διὰ σημείων, ἢ εἰς καλῶν ἀκρίβειαν, ὥσπερ οὐδὲ τῶν ἀναγινωσκόντων ὀρθῶς. οὐ μὴν οὐδὲ κοινωνοῦντά σε θεῶμαι, καθάπερ ἐμὲ σὺ βλέπεις ἑκάστοτε, τοῖς μὲν ἱματίοις οἰκετῶν, τοῖς δ’ εἰς τροφὰς ἢ νοσηλείαν· τινῶν δ’ ἐθεασάμην καὶ τὰ χρέα διαλυσάμενος. ἐγὼ μὲν οὖν καταλείπω πᾶσαν ἣν ὁ πατὴρ κατέλιπέ μοι πρόσοδον, οὐδὲν ἐξ αὐτῆς περισσὸν ἀποτιθέμενος, οὐδὲ θησαυρίζων, οὐδὲ πολλαπλάσια τῶν ἀναλισκομένων ἀποτιθέμενος. ὅμως ἀνιέμενον φαίης πολλάκις ἐμὲ, καθάπερ αὐτὸς ὁμολογεῖς, οὐδέποτε λυπούμενον ὁρῶν. ἆρ’ οὖν δύνασαι καθορᾷν τῆς λύπης σου τὴν αἰτίαν, ἢ παρ’ ἐμοῦ καὶ τοὔνομα αὐτῆς ἀκοῦσαι ποθεῖς; ἤδη σοι καὶ τοῦτο βούλει γενέσθαι; μίαν ἴσθι πασῶν λυπῶν αἰτίαν, ἣν ὀνομάζουσιν οἱ Ἕλληνες ἐνίοτε μὲν ἀπληστίαν, ἐνίοτε δὲ πλεονεξίαν. ἀπληστίαν μὲν ἀπὸ τοῦ τὰς ἐπιθυμίας ἀπληρώτους ἔχειν· ἀεὶ γὰρ ποθοῦσι τῶν ἔμπροσθεν οἱ ἄπληστοι. ὥστε, κἂν διπλάσιον ἔχωσι, τριπλάσιον προσκτήσασθαι σπεύδουσι, κἂν τριπλάσιον ἔχωσι, τετραπλασίων ἐφίενται. καὶ οὕτως ἐφορῶσι τοὺς πλέονα κεκτημένους αὐτῶν, οὐ τοὺς ἐλάττονα, καὶ τούτους ὑπερβάλλεσθαι ζητοῦσι, καὶ τούτων πλέον ἔχειν ἐπιθυμοῦσι. σὺ γοῦν οὕτως, ἔφην, ἐὰν σκοπῇς ἅπαντας ἡμῶν τοὺς πολίτας, εὑρήσεις οὐ πολλοὺς πλουσιωτέρους σαυτοῦ, ὥστε τῶν ὑπολοίπων ἁπάντων ἔσῃ πλουσιώτερος· εὔδηλον δὲ, ὡς καὶ τῶν δούλων αὐτῶν, καὶ προσέτι καὶ γυναικῶν τοσούτων. εἴπερ οὖν ἡμῖν οἱ πολῖται πρὸς τοὺς τετρακισμυρίους εἰσὶν, ὁμοῦ ἐὰν προσθῇς αὐτῶν τὰς γυναῖκας καὶ τοὺς δούλους, εὑρήσεις σεαυτὸν δυοκαίδεκα μυριάδων ἀνθρώπων οὐκ ἀρνούμενον εἶναι πλουσιώτερον, ἀλλὰ καὶ τούτους βουλόμενον ὑπερβαλέσθαι, καὶ πάμπλουτον ἐν πλούτῳ γενέσθαι σε σπεύδοντα, καίτοι πολίτην ἄμεινον ἐν αὐταρκείᾳ πρῶτον ὑπάρχειν, ὅπερ ἐστὶν ἐπί σοι. τὸ δ’ ἐν πλούτῳ πρωτεύειν οὐκ ἀρετῆς, ἀλλὰ τύχης ἔργον, ἥτις καὶ δούλους καὶ ἀπελευθέρους ἐργάζεται ἡμῶν τῶν ὀνομαζομένων εὐγενῶν πλουσιωτέρους. ἀλλὰ σύ γε, κᾂν σχῇς, ὡς εὔχῃ, πλεῖον τῶν πολιτῶν ἁπάντων, οὐκ ἀρκεσθήσῃ, περισκέψῃ δ’ αὐτίκα, μή τις ἐν ἄλλῃ πόλει πλουσιώτερος. εἶτ’, ἂν ὑπηρετοῦσάν σοι σχῇς καὶ πρὸς τούτοις τὴν τύχην, ἐπὶ τἄλλα μεταβὰς ἔθνη καὶ τῶν ἐν ἐκείνοις πλουσίων ἐθελήσεις γενέσθαι πλουσιώτερος. ὥστ’ οὐ πάντων πλουσιώτερος, ἀλλ’ ἀεὶ πένης ἔσῃ διὰ τὰς ἀορίστους ἐπιθυμίας. εἰ δέ γε τῇ χρείᾳ τῶν κτημάτων ἐμέτρεις σεαυτοῦ τὸ σύμμετρον, ἐκ τῶν πλουσίων ἄν ἤδη σαυτὸν ἠριθμήκεις, ἢ πάντως γε τῶν εὐπόρων. ἐγὼ γοῦν ἐμαυτὸν ἐκ τούτων ἀριθμῶ, καίτοι γε ἐλάττω σοῦ κεκτημένος. ἐὰν οὖν οὕτω πείσῃς σαυτὸν, οὐκέτι ἀνιάσει σε τῶν ἀπολλυμένων οὐδὲν, ἔσῃ τε μακάριος, ὅσον ἐπὶ τῷ μὴ λυπεῖσθαι διὰ χρήματα. τὴν δ’ αὐτὴν ταύτην ἀπληστίαν ἂν ἐξέλῃς τοῦ τιμᾶσθαι βούλεσθαι, καὶ κατὰ τοῦτ’ ἄλυπος ἔσῃ. εἰ δ’ οὐ μόνον ἀρκεῖ τιμᾶσθαι πρὸς τῶν συνήθων, ἀλλὰ καὶ πάντας ἐθέλεις τοὺς κατὰ τὴν πόλιν ἐπαινεῖν σε, οἵ τε μὴ γινώσκουσί σε τὴν ἀρχὴν, ἴσως οὖν βουλήσῃ πρότερον ἀπ’ αὐτῶν γνωσθῆναι, δεύτερον δὲ τιμᾶσθαι. τοῦτο δὲ τὸ μὲν γνωσθῆναι πᾶσιν ἐθέλειν ἀπλήστου φιλοδοξίας ἔργον ἐστὶν, τὸ δὲ τιμᾶσθαι ματαίας φιλοτιμίας. ἀναγκαῖον οὖν ἔσται σοι, καθάπερ ἐπὶ χρημάτων κτήσει νῦν ἀγρυπνίας, οὕτως, ἐὰν εἰς φιλοδοξίαν ἢ φιλοτιμίαν ἐκτείνῃς τὴν ἐπιθυμίαν, ἀνιαθήσεσθαι μειζόνως ἐπὶ τοῖς μὴ γινώσκουσί τε καὶ τιμῶσι πολλοῖς οὖσιν. εἴπερ οὖν εὕρομεν, καὶ ἀσκήσομεν ἐπ’ αὐτῶν διὰ παντὸς ἡμᾶς αὐτοὺς, καὶ ἄλυποι γενησόμεθα. πῶς οὖν ἀσκήσομεν; ἐὰν γνῶμεν, πότερον ὀρθῶς εἴρηται, πάθος εἶναι ψυχῆς μοχθηρότατον ἀπληστίαν· κρηπὶς γάρ τις αὕτη φιλοχρηματίας ἐστὶ, καὶ φιλοδοξίας, καὶ φιλοτιμίας, καὶ φιλαρχίας, καὶ φιλονεικίας. πρῶτον μὲν οὖν ἀεὶ πρόχειρον ἔχειν δεῖ τὸ περὶ τῆς αὐταρκείας  δόγμα, συνημμένον δηλονότι τῷ περὶ τῆς ἀπληστίας. ὁ γὰρ μισήσας τὴν ἀπληστίαν ἐφίλησε τὴν αὐτάρκειαν. εἴπερ οὖν ἐν τούτῳ μόνῳ κεῖται τὸ ἄλυπον εἶναι, τοῦτο δὲ ἐφ’ ἡμῖν, ἤδη πᾶν ἐφ’ ἡμῖν ἀλύπους γενέσθαι, πρόχειρον μὲν ἔχουσι τὸ περὶ τῆς αὐταρκείας καὶ τὸ περὶ τῆς ἀπληστίας δόγμα, τὴν δ’ ἐκ τῶν κατὰ μέρος ἔργων ἄσκησιν ἑκάστης ἡμέρας ποιουμένην ἐπὶ τοῖσδε τοῖς δόγμασιν, ὅπερ ἐκ τῆς πρώτης παιδείας ἑτέροις ὑπῆρξε, τοῦτο τοῖς ἀτυχήσασιν ἐκείνοις ὕστερόν ποθ’ ὑπάρξει δι’ ἧς εἶπον ὁδοῦ. τίς γὰρ οὐκ ἂν ἐθελήσαι ἀλύπως εἶναι παρ’ ὅλον αὑτοῦ τὸν βίον; ἢ τίς οὐκ ἂν τοῦτον προέλοιτο τοῦ πλούτου κινητοῦ τε καὶ μιαροῦ μᾶλλον; Ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ ἄλλα πολλὰ διῆλθον ἐκείνῳ τε καὶ ἄλλοις ὕστερον πολλοῖς, καὶ πάντας ἔπεισα τό γε παραυτίκα· τὴν δὲ ἐκ τῶν ὑστέρων ὠφέλειαν ὀλιγίστους εἶδον ὕστερον ἔχοντας. τηλικαῦτα γὰρ ἤδη τὰ πάθη τῆς ψυχῆς ηὐξήκασιν οἱ πολλοὶ τῶν ἀνθρώπων, ὡς ἀνίατα ὑπάρχειν. εἰ δέ τις ἔτι μετρίοις δουλεύει πάθεσιν, γνῶναί τ’ ἂν οὕτω δύναταί τι τῶν πρῶτον εἰρημένων, ἐπιστήσας ἑαυτῷ, καθάπερ ἔμπροσθεν εἶπον, ἐπόπτην τινὰ καὶ παιδαγωγὸν, ὅστις ἑκάστοτε τὰ μὲν ἀναμιμνήσκων αὐτὸν, τὰ δ’ ἐπιπλήττων, τὰ δὲ προτρέπων τε καὶ παρορμῶν ἔχεσθαι τῶν κρειττόνων, ἑαυτόν τε παράδειγμα παρέχων ὧν λέγει καὶ προτρέπει, δυνήσεται κατασκευάσαι λόγῳ ἐλευθέραν τε καὶ καλὴν τὴν ψυχήν. αἰσχρὸν γὰρ τὴν μὲν κατὰ νόμους ἀνθρωπίνους ἐλευθερίαν ἀντὶ πολλῶν πεποιῆσθαι, τὴν δ’ ὄντως καὶ φύσει μὴ σπουδάζειν, ἀλλ’ αἰσχραῖς καὶ ἀσελγέσι καὶ τυραννικαῖς δεσποίναις δουλεύειν, φιλοχρηματίαις τε καὶ σμικρολογίαις καὶ φιλαρχίαις καὶ φιλοδοξίαις καὶ φιλοτιμίαις. καίτοι τούτων ἁπασῶν οὐκ ἂν ὀκνήσαιμι φάναι μητέρα πλεονεξίαν. τίς οὖν ἔχων ταύτην ἐν τῇ ψυχῇ δύναται καλὸς κᾀγαθὸς γενέσθαι; τίς δ’ οὐκ ἂν εἴη θανάτων ἄξιος μυρίων, εἰ μὴ μισήσειε τὸ τοιοῦτον αἶσχος τοῦτο; πολὺ δὲ μᾶλλον μισητέον ἐστὶ καὶ φευκτέον αὐτὸ σωθῆναι βουλομένοις νέοις, ὡς, ἐὰν φθάσωσιν ἐκτραφέντες ἀπλήστως χρημάτων ἐπιθυμεῖν, δυνατὸν οὖκ ἔτ’ αὐτοῖς μετὰ τεσσαρακοστὸν ἔτος ὠφεληθῆναι. τίθει δ’, εἰ βούλει, πεντηκοστὸν, ἵνα μήτις ἡμᾶς ἀπανθρώπους φῇ, καθάπερ ἤκουσά τινος λέγοντος ἥττονας μὲν ἀνθρώπους καὶ λιχνείας, καὶ ἀφροδισίων, καὶ δόξης, καὶ τιμῆς οὐκ ὀλίγους, ἑαυτὸν δὲ πλούσιον ἑνὸς ἡττώμενόν, διότι μηδενὸς ἐτύγχανεν ὧν ἐφίετο. καὶ γὰρ δὴ ἐπειδὴ καὶ οὗτος πολλοῦ χρόνου καθ’ ἑκάστην ἡμέραν ἑώρα φαιδρὸν ἐμὲ, αὐτοῦ κακοπραγοῦντος, ἐδεῖτο διδάσκειν ὅπως ἂν αὐτὸς μὴ ἀνιῷτο. φάντος δέ μού οἱ πλεόνων ἐτῶν δεῖσθαι πρὸς ἐπανόρθωσιν ὧν ηὔξησε μέχρι δεῦρο παθῶν, ἀνακραγὼν εἶπεν· Οὐδὲν ἀπανθρωπότερον σοῦ· ὥσπερ ἐμοῦ σπουδάζειν δυνηθέντος μὲν ἂν, εἰ ἐβουλήθην, ἄλυπον αὐτὸν ἐργάσασθαι τάχιστα, φθονήσαντος δέ τινος εὐεργεσίαν. καίτοι μόνῳ τούτῳ τῶν μαθημάτων οὐδεὶς τῶν πέλας δύναται φθονῆσαι. συμφέρει γὰρ ἡμῖν ἅπαντας ἀνθρώπους, οἷς συνδιατρίβομεν, ἔξω τῶν ψυχικῶν παθῶν εἶναι, μήτε φιλοδοξίαν, μήτ’ ἄλλο τι τοιοῦτο τὴν ψυχὴν λελωβημένους. ὅσῳ γὰρ ἂν ὦσι βελτίους οἵδε, τοσούτῳ καὶ ἡμῖν ὠφελιμώτεροι φίλοι γενήσονται. πάλιν οὖν ἐπὶ τὸν ἀληθῆ ἄνδρα γενέσθαι βουλόμενον ἐπανελθὼν ὑποθήσομαι τὴν κοινὴν ὁδὸν εἰς ἅπαντα τὰ κατὰ τὴν ψυχὴν ἡμῶν καλά. χρὴ γὰρ αὐτὸν τὸν ἐπιστάτην ἐπιστῆσαι τό γε καταρχὰς ἐφ’ ἑκάστῳ τῶν πρασσομένων, ὃς ἀναμνήσει τὸ παρορώμενον. ἔστι γὰρ ἐνίοτε δυσδιόριστον ἐν ταῖς πράξεσι τὸ κατὰ σμικρολογίαν πραττόμενον τοῦ κατ’ οἰκονομίαν, ὥστ’ ἀδύνατόν ἐστι νῦν ὁρίσαι τοῦτο τὸ πρῶτον ἀρχομένῳ τὸ τῆς φιλοχρηματίας ἐκκόπτειν πάθος. ὥσπερ δ’ ἐν τούτῳ ἡ ἀρετὴ γειτνιᾷ τῇ κακίᾳ, κατὰ τὸν αὐτὸν τρόπον τῆς φιλοτιμίας ἐκκοπτομένης. ἀναίσχυντον γὰρ κατὰ τὰς καλὰς πεφυκυίας ψυχὰς, ἑτέρους μὲν εἶναι τοὺς ὀψομένους τὰ τῶν σωθῆναι δυναμένων νέων ἁμαρτήματα, πρεσβύτας μὲν τὴν ἡλικίαν, ἐν ὅλῳ δὲ τῷ βίῳ πεῖραν ἱκανὴν δεδωκότας ἐλευθέρας γνώμης· οἷς ἐπιτιμῶσιν οὐκ ἀντιτείνειν, οὐδ’ ἀπεχθάνεσθαι προσήκει, ἀλλὰ χάριν εἰδέναι, καὶ παρακαλεῖν ἀεὶ λέγειν τἀληθῆ, καὶ γνόντας αὐτὸ πειρᾶσθαι, κἂν μὴ κατὰ μεγάλα μόρια, κατὰ σμικρὰ γοῦν ἀποκόπτειν τι τοῦ μεγέθους τῶν παθῶν, εἰ καὶ χαλεπὸν ἐν ἀρχῇ τοῦτο, καὶ μετὰ πολλῆς ταλαιπωρίας φαίνοιτο γιγνόμενον, ἐννοοῦντας οὐχ ὁμοίως χαλεπὸν ἔσεσθαι τοῦ χρόνου προϊόντος. ὅσον γὰρ ἂν αὔξηται ἡμῶν τὸ λογιστικὸν ἐν ταῖς τοιαύταις ἀσκήσεσι, καθάπερ ἡττᾶται καὶ μειοῦται τὰ πάθη, τοσοῦτον ῥᾷον ὕστερον ἡ παντελὴς ὑποταγή. ὅπου γὰρ ἔτι μεγίστων ὄντων ἐκράτησεν ὁ λογισμὸς ἀγύμναστος ὢν, εὔδηλον ὡς μᾶλλον κρατήσει, διττῆς ὑπεροχῆς ἐν τῷ χρόνῳ προγενομένης αὐτῷ. καὶ γὰρ αὐτὸς ἐξ ὧν ἐγυμνάσατο πολὺ γενναιότερος ἔσται, κἀκείνοις διατελέσει σμικροτέροις γιγνομένοις. ἤρκει δὲ καὶ θάτερον αὐτῶν μόνον εἰς τὴν τοῦ μέλλοντος ἐλπίδα. διόπερ ἐν ἀρχῇ τῆς ἀσκήσεως οὐ προσῆκεν ἀθυμεῖν, ὀλίγην ἐπίδοσιν ἑαυτῷ γιγνομένην αἰσθανόμενον ἐν τῇ τῶν παθῶν ἰάσει. μεγάλα γὰρ ἔσται τοῦ χρόνου προϊόντος, ἐὰν μόνον ὑπομένῃ τις ἀκούειν ὧν ἁμαρτάνει, τὴν ἀληθινὴν φιλίαν ἑαυτὸν φιλήσας καὶ βουληθεὶς γενέσθαι καλὸς κᾀγαθὸς, οὐ φαίνεσθαι μόνον. ἡ μὲν δὴ τῶν παθῶν τῆς ψυχῆς γνῶσίς τε καὶ θεραπεία κατὰ τὴν εἰρημένην ὁδόν· περὶ δὲ τῶν ἁμαρτημάτων ἐφεξῆς εἰρήσεται.