ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΚΑΙ ΘΕΡΑΠΕΙΑΣ ΤΩΝ ΕΝ ΤΗι ΕΚΑΣΤΟΥ ΨΥΧΗι ΙΔΙΩΝ ΠΑΘΩΝ. Ἐπειδὴ καὶ δι’ ὑπομνημάτων ἔχειν βούλει, ἃ πρὸς τὴν ἐρώτησιν ἀπεκρινάμην, ἣν ἐνέστησα πρὸς ἡμᾶς ὑπὲρ τοῦ γραφέντος Ἀντωνίῳ τῷ Ἐπικουρείῳ βιβλίου περὶ τῆς ἐπὶ τοῖς ἰδίοις πάθεσιν ἐφεδρείας, ἤδη πράξω τοῦτο, καὶ τήνδε τίθεμαι τὴν ἀρχήν. ἄριστον μὲν ἦν αὐτὸν τὸν Ἀντώνιον εἰρηκέναι σαφῶς, τί ποτε βούλεται σημαίνειν ἐκ τοῦ τῆς ἐφεδρείας ὀνόματος. ὡς δ’ ἄν τις ἐξ ὧν λέγει κατὰ τὸ βιβλίον εἰκάσειεν, ἤτοι τὴν παραφυλακὴν ἢ τὴν διάγνωσιν δοκεῖ μοι δηλοῦν, ἢ καὶ πρὸς τούτοις τὴν ἐπανόρθωσιν. ἐφαίνετο δ’, ὡς οἶσθα, καὶ ἀσαφῶς ἑρμηνεύων τὰ πολλὰ τῶν εἰρημένων, ὡς εἰκάσαι μᾶλλον ἔστιν ἢ νοῆσαι σαφῶς. ἐνίοτε μὲν γὰρ δόξει προτρέπειν ἡμᾶς ἐννοεῖν, ὅτι καὶ αὐτοὶ πολλὰ παραπλησίως τοῖς ἄλλοις ἁμαρτάνομεν· ἐνίοτε δ’, ὅπως ἄν τις ἕκαστον ὧν ἁμαρτάνει διαγιγνώσκοι, καὶ πρὸς τούτοις αὖθις, ὅπως ἄν τις ἑαυτὸν ἀπάγοι τῶν ἁμαρτανομένων, ὃ δοκεῖ μοι τοῦ λόγου παντὸς εἶναι σκοπός. ἕκαστον γὰρ τῶν προειρημένων ἄχρηστόν ἐστι καὶ περιττὸν, εἰ μὴ πρὸς τοῦτον ἀναφέροιτο, διορθοῦν δὲ χρὴ αὑτὸν ἐν τοῖς μάλιστα παθήμασι τῶν ἁμαρτημάτων. ἐνίοτε μὲν γὰρ ὡς περὶ μόνων τῶν παθῶν αὐτοῦ ὁ λόγος γίνεται, πολλάκις δὲ ὡς περὶ τῶν ἁμαρτημάτων, ἔστι δ’ ὅτε περὶ ἀμφοτέρων διαλέγεσθαί σοι δόξει. ἐγὼ δ’ αὐτὸ τοῦτο πρῶτον, ὡς οἶσθα, προδιώρισα, τὰ μὲν ἁμαρτήματα κατὰ ψευδῆ δόξαν εἰπὼν γίγνεσθαι, τὸ δὲ πάθος κάτα τινα ἄλογον ἐν ἡμῖν δύναμιν ἀπειθοῦσαν τῷ λόγῳ· κοινῇ δ’ ἀμφότερα κατὰ γενικώτερον σημαινόμενον ἁμαρτήματα κεκλήσθω. λέγω μὲν οὖν ἁμαρτάνειν καὶ τὸν ἀκολασταίνοντα, καὶ τὸν θυμῷ τι πράττοντα, καὶ τὸν διαβολῇ πιστεύοντα. γέγραπται μὲν οὖν καὶ Χρυσίππῳ καὶ ἄλλοις πολλοῖς τῶν φιλοσόφων θεραπευτικὰ συγγράμματα τῶν τῆς ψυχῆς παθῶν, εἴρηται δὲ καὶ πρὸς Ἀριστοτέλους καὶ τῶν ἑταίρων αὐτοῦ, καὶ πρὸ τούτων ὑπὸ Πλάτωνος. καὶ ἦν μὲν βέλτιον ἐξ ἐκείνων μανθάνειν αὐτὰ, ὥσπερ κᾀγώ. τὰ δ’ οὖν κεφάλαια διὰ τοῦ πρώτου λόγου τοῦδε διὰ συντόμου, ἐπειδὴ κελεύεις, διήξω σοι πάντα, καθ’ ἣν ἤδη τάξιν ἤκουσας, ὅτ’ ἐπύθου περὶ τοῦ γεγραμμένου τῷ Ἀντωνίῳ βιβλίου. Ὅτι μὲν εἰκός ἐστιν ἁμαρτάνειν, εἰ καὶ μὴ δοκοίημεν αὐτοὶ σφάλλεσθαί τι, πάρεστιν ἐκ τῶνδε τῶν λόγων λογίσασθαι. πάντας ἀνθρώπους ὁρῶμεν ἑαυτοὺς ὑπολαμβάνοντας ἤτοι γε ἀναμαρτήτους εἶναι παντάπασιν ἢ ὀλίγα καὶ σμικρὰ διὰ λόγου σφάλλεσθαι, καὶ τοῦτο μάλιστα πεπονθότας, οὓς ἄλλοι πλεῖστα νομίζουσιν ἁμαρτάνειν. ἐγὼ οὖν, εἰ καί τινος ἑτέρου, καὶ τοῦδε παμπόλλην ἔσχηκα πεῖραν. ὅσοι μὲν τῶν ἀνθρώπων ἐπ’ ἄλλοις ἐπέθεντο τὴν περὶ αὐτῶν ἀπόφασιν, ὁποῖοί τινές εἰσιν, ὀλιγώτατα ἐθεασάμην ἁμαρτάνοντας· ὅσοι δὲ ἑαυτοὺς ἀπειλήφασιν εἶναι ἀρίστους χωρὶς τοῦ τὴν κρίσιν ἑτέροις ἐπιτρέψαι, μέγιστα καὶ πλεῖστα τούτους ἑώρακα σφαλλομένους. ὥσθ’, ὅπερ ᾤμην, ὅτε μειράκιον ἦν, ἐπαινεῖσθαι μάτην, (τοῦτο δ’ ἦν τὸ Πύθιον γνῶναι κελεῦον ἑαυτὸν,) οὐ γὰρ εἶναι μέγα τὸ πρόσταγμα, τοῦθ’ εὗρον ὕστερον δικαίως ἐπαινούμενον. ἀκριβῶς μὲν γὰρ ὁ σοφώτατος μόνος ἂν ἑαυτὸν γνοίη, τῶν δ’ ἄλλων ἁπάντων ἀκριβῶς μὲν οὐδεὶς, ἧττον δὲ καὶ μᾶλλον ἕτερος ἑτέρου. καθάπερ γὰρ ἐν ὅλῳ τῷ βίῳ καὶ κατὰ πάσας τὰς τέχνας τὰς μὲν μεγάλας ὑπεροχάς τε καὶ διαφορὰς τῶν πραγμάτων ἅπαντος ἀνδρός ἐστι γνῶναι, τὰς δὲ μικρὰς τῶν φρονίμων τε καὶ τεχνιτῶν, οὕτω κᾀπὶ τῶν ἁμαρτημάτων ἔχει καὶ παθῶν. ὅστις μὲν ἐπὶ μικροῖς ὀργίζεται σφοδρῶς, δάκνει τε καὶ κακίζει τοὺς οἰκέτας, οὗτος μέν σοι δῆλός ἐστιν, ὅτι ἐν πάθει καθέστηκεν· ὁμοίως δὲ καὶ ὅστις ἐν μέθαις τε καὶ ἑταίραις καὶ κωμασταῖς παραγίνεται. τὸ δ’ ἐπὶ μεγάλη βλάβῃ χρημάτων ἢ ἀτιμίᾳ μετρίως ταραχθῆναι τὴν ψυχὴν οὐκ ἔθ’ ὁμοίως ἐστὶ φανερὸν ἐκ τοῦ γένους τῶν παθῶν ὑπάρχον, ὥσπερ οὐδὲ πλακοῦντα φαγεῖν ἀκρατέστερον. ἀλλὰ καὶ ταῦτα κατάδηλα γίγνεται τῷ προμελετήσαντι τὴν ψυχὴν, ἐξοδιάσαντί τε ἁπάντων παθῶν ἐπανορθώσεως δεόμενα, καὶ μεῖζόν γ’ ἔμπης ἀποφυγεῖν αὐτὰ, διότι μικρά. ὅστις οὖν βούλεται καλὸς κᾀγαθὸς γενέσθαι, τοῦτο ἐννοήσας, ὡς ἀναγκαῖόν ἐστιν αὐτὸν ἀγνοεῖν πολλὰ τῶν ἰδίων ἁμαρτημάτων, ὅπως ἂν ἐξεύροι πάντα, δυνάμενος ἐγὼ λέγειν, ὅπως εὗρον αὐτὸς, οὔπω λέγω, διότι τὸ βιβλίον τοῦτο δύναταί ποτε καὶ εἰς ἄλλων ἀφικέσθαι χεῖρας· ὅπως ἂν κᾀκεῖνοι γυμνασθῶσιν πρὸς ὁδὸν εὑρεῖν τῆς γνώσεως τῶν ἁμαρτημάτων, ὥσπερ καὶ σέ μοι λέγειν ἠξίωσα, καὶ μέχρι τοσαῦτα δοκοῦν ἀπεφήνω, διεσιώπησα. καὶ νῦν  οὕτω πράξω, παρακαλέσας τὸν ὁμιλοῦντα τῷδε τῷ γράμματι, καταθέμενον αὑτῷ ζητῆσαι, πῶς ἄν τις ἑαυτὸν δύναιτο γνωρίζειν ἁμαρτάνοντα. δύο γὰρ, ὡς Αἴσωπος ἔλεγε, πήρας ἐξήμμεθα τοῦ τραχήλου, τῶν μὲν ἀλλοτρίων τὴν πρόσω, τῶν ἰδίων δὲ τὴν ὀπίσω· καὶ διὰ τοῦτο τὰ μὲν ἀλλότρια βλέπομεν ἀεὶ, τῶν δ’ οἰκείων ἀθέατοι καθέσταμεν. καὶ τοῦτόν γε τὸν λόγον ὡς ἀληθῆ πάντες προσίενται. ὁ δὲ Πλάτων ἀποδίδωσι καὶ τὴν αἰτίαν τοῦ γιγνομένου. τυφλῶττον γὰρ, φησὶ, τὸ φιλοῦν περὶ τὸ φιλούμενον. εἴπερ οὖν ἕκαστος ἡμῶν ἑαυτὸν ἁπάντων μάλιστα φιλεῖ, τυφλώττειν ἀναγκαῖόν ἐστιν αὐτὸν ἐφ’ ἑαυτοῦ. πῶς οὖν ὄψεται τὰ ἴδια κακά; καὶ πῶς ἁμαρτάνων γνώσεται; πολλῷ γὰρ ἔοικεν ὅ τε τοῦ Αἰσώπου μῦθος καὶ ὁ τοῦ Πλάτωνος λόγος ἀνελπιστότερον ἡμῖν τὴν τῶν ἰδίων ἁμαρτημάτων εὕρεσιν ἀποφαίνειν. εἰ γὰρ μήτε τοῦ φιλεῖν τις ἑαυτὸν ἀποστῆσαι δύναται, τυφλώττειν ἀναγκαῖόν ἐστι τὸ φιλοῦν περὶ τὸ φιλούμενον. οὐ μὴν οὐδ’ ἐγὼ τὸν ἀναγινώσκοντα τόδε τὸ βιβλίον ἠξίουν ἐπισκέψασθαι καθ’ αὑτὸν ὁδὸν τῆς τῶν ἰδίων ἁμαρτημάτων εὑρέσεως, εἰ μὴ χαλεπὸν ἦν τὸ πρᾶγμα, καίτοι ὡς ἐπὶ πλεῖστον ἐσκεμμένος ᾖ καθ’ αὑτόν. καὶ τοίνυν ἐγὼ τὴν ἐμὴν ἀποφαίνομαι γνώμην, ἣν, εἰ μέν τινα καὶ αὐτὸς ἕκαστος ἑτέραν ὁδὸν εὕροι, προσλαβὼν καὶ τὴν ἐμὴν, ὠφελήσεται πλεονεκτικῶς, διπλῆν ἀνθ’ ἁπλῆς εὑρὼν ὁδὸν σωτηρίας· εἰ δὲ μὴ, ἀλλ’ αὐτῇ γε τῇ ἡμετέρᾳ διατελεῖ χρώμενος, ἄχρι περ ἂν ἑτέραν εὕρῃ βελτίονα. τίς οὖν ἡ ἐμὴ, λέγειν ἂν ἤδη καιρὸς, ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενον. Ἐπειδὴ τὰ μὲν ἁμαρτήματα διὰ τὴν ψευδῆ δόξαν γίγνονται, τὰ δὲ πάθη διὰ τὴν ἄλογον ὁρμὴν, ἔδοξέ μοι πρότερον αὐτὸν ἐλευθερῶσαι τῶν παθῶν· εἰκὸς γάρ πως καὶ διὰ ταῦτα ψεῦδος ἡμᾶς δοξάζειν. ἔστι δὲ πάθη ψυχῆς, ἅπερ ἅπαντες γιγνώσκουσι, θυμὸς, καὶ ὀργὴ, καὶ φόβος, καὶ λύπη, καὶ φθόνος, καὶ ἐπιθυμία σφοδρά. κατὰ δὲ τὴν ἐμὴν γνώμην καὶ τὸ φθάσαι πάνυ σφόδρα φιλεῖν ἢ μισεῖν ὁτιοῦν πρᾶγμα πάθος ἐστίν. ὀρθῶς γὰρ ἔοικεν εἰρῆσθαι τὸ μέτρον ἄριστον, ὡς οὐδενὸς ἀμέτρου καλῶς γιγνομένου. πῶς οὖν ἄν τις ἐκκόψειε ταῦτα, μὴ γνοὺς πρότερον ἔχων αὐτά; γνῶναι δ’, ὡς ἐλέγομεν, ἀδύνατον, ἐπειδὴ σφόδρα φιλοῦμεν ἡμᾶς. ἀλλὰ καὶ μὴ σαυτὸν ὁ λόγος οὗτος ἐπιτρέπει σοι κρίνειν, ἄλλον τε συγχωρεῖν δύνασθαι κρίνειν τὸν μήτε φιλούμενον ὑπὸ σοῦ, μήτε μισούμενον. ὅταν οὖν ἀκούσῃς τινὰ τῶν κατὰ τὴν πόλιν, ὃν μήτε φιλήσειν οἶδας μήτε μισήσειν, ἐπαινούμενον ὑπὸ πολλῶν ἐπὶ τῷ μηδένα κολακεύειν, ἐκείνῳ προσφοιτήσας, τοιαύτῃ πείρᾳ κρῖνον, εἰ τοιοῦτός ἐστιν, οἷος εἶναι λέγεται. καὶ πρῶτον ἐὰν ἴδῃς αὐτὸν ἐπὶ τὰς τῶν πλουσίων τε καὶ πολὺ δυναμένων, ἢ καὶ τὰς τῶν μονάρχων οἰκίας ἀπιόντα συνεχῶς, γίγνωσκε μάτην ἀκηκοέναι, τὸν ἄνθρωπον τοῦτον ἀληθεύειν ἅπαντα· ταῖς γὰρ τοιαύταις κολακείαις ἕπεται καὶ τὸ ψεύδεσθαι. δεύτερον, ἢ προσαγορεύοντα, ἢ παραπέμποντα τοῖς τοιούτοις ὁρῶν ἑαυτὸν, ἢ καὶ συνδειπνοῦντα. τοιοῦτον γάρ τις ἑλόμενος βίον, οὐ μόνον οὐκ ἀληθεύει, ἀλλὰ καὶ κακίαν ὅλην ἐξ ἀνάγκης ἔχει, φιλοχρήματος ὢν, ἢ φίλαρχος, ἢ φιλόδοξος, ἢ φιλότιμος, ἤ τινα τούτων, ἢ πάντα. τὸν δὲ μὴ προσαγορεύοντα, μήτε παραπέμποντα, μήτε συνδειπνοῦντα καὶ τοῖς πολὺ δυναμένοις ἢ πλουτοῦσι, κεκολασμένῃ τῇ διαίτῃ χρώμενον, ἐλπίσας ἀληθεύειν, εἰς βαθυτέραν ἀφικέσθαι πειράθητι γνῶσιν, ὁποῖός τέ τίς ἐστιν, (ἐν συνουσίαις δ’ αὕτη πολυχρονιωτέραις γίγνεται,) κᾂν εὕρῃς τοιοῦτον, ἰδίᾳ ποτὲ μόνῳ διαλέχθητι, παρακαλέσας, ὅ τι ἄν σοι βλέπῃ τῶν εἰρημένων παθῶν, εὐθέως δηλοῦν, ὡς χάριν ἕξοντι τούτου μεγίστην, ἡγησομένῳ τε σωτῆρα μᾶλλον, ἢ εἰ νοσοῦντα τὸ σῶμα διέσωσε. κᾂν ὑπόσχηται δηλώσειν, ὅταν τι τῶν εἰρημένων πάσχοντά σε βλέπῃ, κᾄπειτα πλειόνων ἡμερῶν μεταξὺ γιγνομένων μηδὲν εἴπῃ, συνδιατρίβων δηλονότι μέμψῃ τῷ ἀνθρώπῳ, αὖθίς τε παρακάλεσον ἔτι λιπαρώτερον ἢ ὡς πρόσθεν, ὅ τι ἂν ὑπὸ σοῦ βλέπῃ παθῶν πραττομένων εὐθέως μηνύειν. ἐὰν δὲ εἴπῃ σοι, διὰ τὸ μηδὲν ἑωρακέναι περί σε τοιοῦτον ἐν τῷ μεταξὺ, διὰ τοῦτο μηδ’ αὐτὸν εἰρηκέναι, μὴ πεισθῇς εὐθέως, μηδ’ οἰηθῇς ἀναμάρτητος ἐξαίφνης γεγονέναι, ἀλλὰ δυοῖν θάτερον, ἢ διὰ ῥᾳθυμίαν οὐ προσεσχηκέναι σοι τὸν παραβεβλημένον φίλον, ἢ ἔλεγχον αἰδούμενον σιωπᾷν, ἢ καὶ μισηθῆναι μὴ βούλεσθαι διὰ τὸ γιγνώσκειν, ἅπασιν, ὡς ἔπος εἰπεῖν, ἀνθρώποις ἔθος εἶναι μισεῖν τοὺς τἀληθῆ λέγοντας. ἢ εἰ μὴ διὰ ταῦτα, ἴσθι, μὴ βουλόμενον αὐτὸν ὠφελεῖν σε διὰ τοῦτο σιωπᾷν, ἢ καὶ ἄλλην τινὰ αἰτίαν, ἣν οὐκ ἐπαινοῦμεν ἡμεῖς. ἀδύνατον γὰρ ἴσως αὐτῷ ἡμαρτῆσθαι μηδὲν πιστεύσας ἐμοὶ, τοῦτο νῦν ἐπαινέσεις ὕστερον, θεώμενος ἅπαντας ἀνθρώπους καθ’ ἑκάστην ἡμέραν μυρία μὲν ἁμαρτάνοντας, καὶ μετὰ παθῶν πράττοντας, οὐ μὴν ἑαυτούς γε παρακολουθοῦντας. ὥστε μηδὲ σὺ νόμιζε σαυτὸν ἄλλο τι μᾶλλον ἢ ἄνθρωπον εἶναι. νομίζεις δ’ ἄλλο τι μᾶλλον ἢ ἄνθρωπον ὑπάρχειν, ἐὰν ἀναπείσῃς σαυτὸν, ἅπαντα καλῶς σοι πεπρᾶχθαι, μὴ ὅτι ἑνὸς μηνὸς, ἀλλὰ μιᾶς ἡμέρας. ἴσως οὖν ἐρεῖς, εἰ ἐναντιολογικὸς ᾖς, ἤτοι κατὰ προαίρεσιν, ἢ ἐκ μοχθηροῦ τινος ἤθους γεγονὼς τοιοῦτος, καὶ φύσει φιλόνεικος  ὢν, ὅσον ἐπὶ τῶν νῦν ὑπ’ ἐμοῦ προσκεχρημένων λόγων, τοὺς σοφοὺς ἄνδρας ἄλλο τι μᾶλλον ἢ ἀνθρώπους εἶναι. τούτῳ δή σοι τῷ λόγῳ τὸν ἡμέτερον ἀντίθες διττὸν ὄντα, τὸν μὲν ἕτερον, ὅτι μὴν ὁ σοφὸς ἀναμάρτητός ἐστι τὸ πάμπαν· ἕτερον δ’ ἐπ’ αὐτῷ τῷ προσιεμένῳ, εἴπερ ἀναμάρτητός ἐστιν ὁ σοφὸς, οὐδ’ ἄνθρωπον ὑπάρχειν αὐτόν. ὅσα δ’ ἐπὶ τῷδε, καὶ διὰ τοῦτο τῶν παλαιοτάτων φιλοσόφων ἀκούσεις, ὅμοιον εἶναι θεῷ τὴν σοφίαν. ἀλλὰ σύ γε θεῷ παραπλήσιος ἐξαίφνης οὐκ ἄν ποτε γένοιο. ὅπου γὰρ οἱ δι’ ὅλου τοῦ βίου ἀπάθειαν ἀσκήσαντες, οὐ πιστεύοντες τελέως αὐτὴν ἐσχηκέναι, πολὺ δήπου μᾶλλον ὁ μηδέποτ’ ἀσκήσας σύ. μὴ τοίνυν πιστεύσῃς τῷ λέγοντι μηδὲν ἑωρακέναι μετὰ παθῶν ὑπὸ σοῦ πραττόμενον, ἀλλ’ ἤτοι μὴ βουλόμενον ὠφελεῖν σε νόμιζε λέγειν οὕτως, ἢ μὴ παραφυλάξαι προῃρημένον, ἃ πράττεις κακῶς, ἢ φυλαττόμενον ὑπὸ σοῦ μισηθῆναι, τάχα δὲ καὶ εἰδέναι σέ ποτε πρὸς τὸν ἐπιτιμήσαντα καὶ δυσχεράναντα τοῖς σοῖς ἁμαρτήμασί τε καὶ πάθεσιν, ὥστ’ εἰκότως σιωπᾷν, ἢ πιστεύειν μὴ ἀληθεύοντά σε λέγοντα, βούλεσθαι ἕκαστον εἰδέναι ὧν ἁμαρτάνεις. ἐὰν δὲ πρῶτον τῶν ὑπὸ σοῦ πραττομένων ἀπαλλαγῇ σιωπήσῃς, εὑρήσεις πολλοὺς ὀλίγον ὕστερον ἀληθῶς ἐπανορθουμένους σε, καὶ πολύ γε μᾶλλον, ἐὰν χάριν γνοὺς τῷ μεμψαμένῳ, χωρισθῇ οὔσης σου τῆς βλάβης, τούτου γ’ ἕνεκεν. ἐξ αὐτοῦ δὲ τούτου διασκέψασθαι, πότερον ἀληθῶς ἢ ψευδῶς ἐπετίμησέ σοι, μεγάλης ὠφελείας αἰσθήσῃ, κᾂν συνεχῶς πράττῃς αὐτὸ, προῃρημένος ὄντως εἷς γενέσθαι καλὸς κᾀγαθὸς, ἔσῃ τοιοῦτος. ἐν μὲν δὴ τῷ πρώτῳ χρόνῳ μηδ’ ἂν καὶ σκεπτόμενος ἀκριβῶς εὕροις ἐπηρεαστικῶς τε καὶ ψευδῶς σε κρίνειν, καὶ ἀπείρως αὐτὸν πείθειν, ὡς οὐδὲν ἥμαρτες. ἀλλά σοι ταὐτὸ τοῦτο φιλοσόφημα τὸ καρτερεῖν ἐπηρεαζόμενον. ὕστερον δέ ποτε κατεσταλμένος ἱκανῶς, σαυτοῦ παθῶν αἰσθόμενος, ἐπιχειρήσεις ἀπολογεῖσθαι. τοῖς ἐπηρεάζουσι μηδέποτε πικρῶς, μηδ’ ἐλεγκτικῶς, μηδὲ τὸ φιλονείκως ἐμφαῖνον, μηδὲ τὸ καταβάλλειν ἐθέλειν ἐκεῖνον, ἀλλ’ ὠφελείας ἕνεκα τῆς σῆς, ἵνα τι καὶ πρὸς ἀντιλογίαν ἀντειπόντος αὐτοῦ πιθανὸν, πεισθεὶς ἐκεῖνον ἄμεινον γιγνώσκειν, εἰ μετὰ πλείονος ἐξετάσεως εὕροις αὐτὸν ἔξω τῶν ἐγκλημάτων. οὕτω γοῦν καὶ Ζήνων ἠξίου πάντα πράττειν ἡμᾶς ἀσφαλῶς, ὡς ἀπολογησομένους ὀλίγον ὕστερον παιδαγωγοῖς. ὠνόμαζε γὰρ οὕτως ἐκεῖνος ὁ ἀνὴρ τοὺς πολλοὺς τῶν ἀνθρώπων ἑτοίμους ὄντας τοῖς πέλας ἐπιτιμᾷν, κᾂν μηδεὶς αὐτοὺς παρακαλῇ. χρὴ δὲ τὸν ἀκούοντα μηδὲ πλούσιον εἶναι, μηδὲ αἰδῶ ἔχοντα πολιτικήν· ὡς, ἄν γε ταύτην ἔχῃ, διὰ φόβονο ὐδεὶς αὐτῷ τἀληθῆ λέξει, καθάπερ οὐδὲ τοῖς πλουτοῦσι διὰ κέρδος οἱ κόλακες, ἀλλὰ κᾂν εἴ τις ἀληθεύων παραφανῇ, διασπᾶσθαι πρὸς αὐτῶν. ἐὰν οὖν τις ἤτοι πολλὰ δυνάμενος ἢ καὶ πλούσιος ἐθέλῃ σοι γενέσθαι καλὸς κᾀγαθὸς, ἀποθέσθαι πρότερον αὐτὸν δεήσει, καὶ μάλιστα νῦν, ὅπου οὐχ εὑρήσει Διογένη δυνάμενον εἰπεῖν ταὐτὸν τἀληθὲς, κᾂν πλουσιώτατος ᾖ, κᾂν μόναρχος. ἐκεῖνοι μὲν οὖν ὑπὲρ ἑαυτῶν βουλεύσονται. σὺ δὲ ὁ μὴ πλούσιος μήτε δυνατὸς ἐν πόλει πᾶσι μὲν ἐπίτρεπε λέγειν, ἃ καταγινώσκουσί σου, πρὸς μηδένα δ’ αὐτὸς ἀγανάκτει, καὶ οὕτως ἔχε ἅπαντας, ὡς Ζήνων ἔλεγε, παιδαγωγούς. οὐ μὴν ὁμοίως γε πᾶσι περὶ ὧν ἂν εἴπωσιν ἀξιοῦ προσέχειν, ἀλλὰ τοῖς ἄριστα βεβιωκόσι πρεσβύταις. ὁποῖοι δ’ εἰσὶν οἱ ἄριστα βιοῦντες, ὀλίγον ἔμπροσθεν εἶπον. ἐν δὲ τῷ χρόνῳ προϊόντι αὐτὸς παρακολουθήσεις, καὶ γνώσεις, ἡλίκα πρόσθεν ἦν ἃ ἡμάρτανες, ἡνίκα μάλιστα ἐγώ σοι φανοῦμαι λέγων ἀληθῆ, μηδένα φάσκων ἔξω παθῶν ἢ ἁμαρτημάτων εἶναι, μηδ’ ἂν εὐφυέστατος ᾖ, μηδ’ ἂν ἐν ἔθνεσι τοῖς καλῶς τεθραμμένοις, ἀλλὰ πάντως τινὰ σφάλλεσθαι, καὶ μᾶλλον ὅταν ἔτι νέος ᾖ. Δεῖται γὰρ ἀσκήσεως ἕκαστος ἡμῶν σχεδὸν ὅλου τοῦ βίου πρὸς τὸ γενέσθαι τέλειος ἀνήρ. οὐ μὴν ἀφίστασθαι χρὴ τοῦ βελτίω ποιεῖν ἑαυτὸν, εἰ καὶ πεντηκοντούτης τις ὢν αἴσθοιτο τὴν ψυχὴν λελωβημένος οὐκ ἀνίατον οὐδ’ ἀνεπανόρθωτον λώβην. οὐδὲ γὰρ εἰ τὸ σῶμα κακῶς διέκειτο πεντηκοντούτης ὢν, ἔκδοτον ἂν ἔδωκε τῇ καχεξίᾳ, ἀλλὰ πάντως ἂν ἐπειράθη βέλτιον αὐτὸ κατασκευάσαι, καίτοι τὴν Ἡράκλειον εὐεξίαν οὐ δυνάμενος σχεῖν. μὴ τοίνυν μηδ’ ἡμεῖς ἀφιστώμεθα τοῦ βελτίονα τὴν ψυχὴν ἐργάζεσθαι, κᾂν τὴν τοῦ σοφοῦ μὴ δυνώμεθα σχεῖν, ἀλλὰ μάλιστα μὲν ἐλπίζωμεν ἔχειν κᾀκείνην, ἂν ἐκ μειρακίου προνοώμεθα τῆς ψυχῆς ἡμῶν, εἰ δὲ μὴ, ἀλλὰ τοῦ γε μῂ πάναισχροι αὐτὴν γενέσθαι, καθάπερ ὁ Θερσίτης τὸ σῶμα, φροντίζωμεν. εἴ τ’ οὖν ἐφ’ ἡμῖν ᾖ μὴ γενομένοις ἐντυχεῖν τῷ προνοουμένῳ τῆς γενέσεως ἡμῶν, δεοίμεθά τι λαβεῖν σῶμα γενναιότατον. ὁ δ’ ἠρνήσατο, πάντως οὖν ἐφεξῆς ἐδεήθημεν αὐτοῦ, δεύτερον γοῦν, ἢ τρίτον, ἢ τέταρτον αὐτὸ σχεῖν ἀπὸ τοῦ πρώτου κατ’ εὐεξίαν. ἀγαπητὸν γοῦν ᾖ, καὶ μὴ τὸ τοῦ Ἡρακλέους, ἀλλὰ τό γε τοῦ Ἀχιλλέως σχεῖν, ἢ εἰ μηδὲ τοῦτο, τό γε τοῦ Αἴαντος, ἢ Διομήδους, ἢ Ἀγαμέμνονος, ἢ Πατρόκλου, εἰ δὲ μὴ τούτων, ἄλλων γέ τινων ἀγαθῶν τῶν ἡρώων. οὕτως οὖν εἰ καὶ μὴ τὴν τελευταίαν εὐεξίαν τις οἷός τ’ ἐστὶ τῆς ψυχῆς ἔχειν, δέξαιτ’ ἂν, οἶμαι, δεύτερον, ἢ τρίτον, ἢ τέταρτον  γενέσθαι μετὰ τὸν ἄκρον. οὐκ ἀδύνατον δὲ τοῦτο τῷ βουληθέντι κατεργάσασθαι, χρόνῳ πλείονι συνεχῶς τῆς ἀσκήσεως γενομένης. ἐγὼ δὲ μειράκιον ὢν ἔτι ταῦτ’ ἀκούσας ἐπεῖδον ἄνθρωπον ἀνοῖξαι θύραν σπεύδοντα, μὴ προχωρούσης δὲ εἰς τὸ δέον αὐτῷ τῆς πράξεως, δάκνοντα τὴν κλεῖδα, καὶ λακτίζοντα τὴν θύραν, καὶ λοιδορούμενον τοῖς θεοῖς, ἠγριωμένον τε τοὺς ὀφθαλμοὺς, ὥσπερ οἱ μαινόμενοι, καὶ μικροῦ δεῖν αὐτὸν ἀφρὸν, ὡς οἱ κάπροι, προϊέμενον ἐκ τοῦ στόματος. ἐμίσησα τὸν θυμὸν οὕτως, ὥστε μηκέτι ὀφθῆναι δι’ αὐτὸν ἀδημονοῦντά με. ἀρκέσει δὲ καὶ τοῦτο τήν γε πρώτην, ὡς μήτε θεοῖς λοιδορεῖσθαί σε, μήτε λακτίζειν, μήτε δάκνειν τοὺς λίθους καὶ τὰ ξύλα, καὶ μήτ’ ἄγριον ἐμβλέπειν, ἀλλ’ ἐν σαυτῷ κατέχειν τε καὶ κρύπτειν τὴν ὀργήν· ἀόργητος μὲν γὰρ εὐθέως ἅμα τῷ βουληθῆναι γενέσθαι τις οὐ δύναται, κατασχεῖν δὲ τὸ τοῦ πάθους ἄσχημον δύναται. τοῦτο δ’ ἂν πολλάκις ποιήσειεν, γνωριεῖ ποτε καὶ αὐτὸς ἑαυτὸν ἧττον νῦν ἢ πρόσθεν ὀργιζόμενον, ὡς μήτ’ ἐπὶ σμικροῖς, μήτ’ ἐπὶ μεγάλοις θυμοῦσθαι, ἀλλ’ ἐπὶ μόνοις τοῖς μεγάλοις μιασμοῖς. οὔτε γὰρ ὑπάρχει παθεῖν ὕστερον αὐτὸν, καὶ ἐπὶ τοῖς μεγάλοις ὀργίζεσθαι μιασμοῖς, εἴ τις, ὅπερ ἐγὼ προστάξας αὐτῷ μειράκιον ὢν ἔτι διὰ παντὸς ἐφύλαξα τοῦ βίου, φυλάξῃ, τὸ μηδέποτε τυπτῆσαι τῇ χειρί μου μηδένα τῶν οἰκετῶν, ὅπερ ἤσκηταί μου καὶ τῷ πατρὶ, καὶ πολλοῖς ἐπετίμησε τῶν φίλων, περιθλάσασιν εὑρὼν ἐν τῷ πατάξαι κατὰ τῶν ὀδόντων οἰκέτας, ἀξίους εἶναι λέγων ἐπὶ τῇ γενομένῃ φλεγμονῇ καὶ σπασθῆναι καὶ ἀποθανεῖν, ὅπου γε ἐξῆν αὐτοῖς, καὶ νάρθηκι, καὶ ἱμάντι μικρὸν ὕστερον ἐφορίσαι πληγὰς ὅσας ἠβούλοντο, καὶ τῇ βουλῇ τὸ τοιοῦτον ἔργον ἐπιτελεῖν. ἄλλοι δὲ οὐ μόνον πὺξ, ἀλλὰ καὶ λακτίζουσι, καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττουσι, καὶ γραφείῳ κεντοῦσιν, ὅταν τοῦτο τύχωσιν ἔχοντες. εἶδον δέ τινα καὶ καλάμῳ, δι’ οὗ γράφομεν, ὑπ’ ὀργῆς εἰς τὸν ὀφθαλμὸν πατάξαντα τὸν οἰκέτην. Ἀδριανὸς αὐτοκράτωρ, ὥς φασι, γραφείῳ ἐπάταξεν εἰς τὸν ὀφθαλμὸν ἕνα τῶν ὑπηρετῶν. ἐπεὶ δὲ τὴν πληγὴν ταύτην ἔγνω γενόμενον ἑτερόφθαλμον, ἐκάλεσέ τε καὶ συνεχώρησεν ἀντὶ τοῦ πάθους αἰτεῖν παρ’ αὐτοῦ δῶρα. ἐπεὶ δὲ διεσιώπησεν ὁ πεπονθὼς, αὖθις ἠξίωσεν ὁ Ἀδριανὸς αἰτεῖν, ὅ τι βούλοιτο. τὸν δ’ ἀρνοῦντα ἄλλων μὲν οὐδὲν, ὀφθαλμὸν δὲ αἰτῆσαι. τί γὰρ ἂν καὶ γένοιτο δῶρον ἀντάξιον ἀπωλείας ὀφθαλμοῦ; βούλομαι δέ σε καὶ τῶν ἐμοί ποτε συμβαινόντων ἑνὸς ἀναμνῆσαι, καίτοι γε ἤδη πολλάκις ὑπὲρ αὐτοῦ εἰρηκώς. ἀπονοστήσαντι ἐκ Ῥώμης συνοδοιπορῆσαί τινι φίλῳ τῶν ἐκ Γορτύνης τῆς Κρήτης ἀνδρὶ, τὰ μὲν ἄλλα λόγου τινὸς ἀξίῳ· καὶ γὰρ ἁπλοῦς ἦν, καὶ φιλικὸς, καὶ χρηστὸς, ἐλευθέριός τε περὶ τὰς ἐφ’ ἡμέρας δαπάνας· ἦν δὲ ὀργίλος οὕτως, ὡς ταῖς ἑαυτοῦ χερσὶ χρῆσθαι κατὰ τῶν οἰκετῶν, ἔστι δ’ ὅτε καὶ τοῖς σκέλεσι, πολὺ δὲ μᾶλλον ἱμάντι καὶ ξύλῳ τῷ παρατυχόντι. γενομένοις οὖν ἡμῖν ἐν Κορίνθῳ, πάντα μὲν ἔδωκε τὰ σκεύη, καὶ τοὺς οἰκέτας ἀπὸ Κεγχρεῶν εἰς Ἀθήνας ἐκπέμψαι κατὰ πλοῦν αὑτοῦ· αὐτὸς δὲ ἓν ὄχημα μισθωσάμενος, πεζῇ διὰ Μεγάρων πορεύεσθαι. καὶ δὴ διελθόντων ἡμῶν Ἐλευσῖνα, καὶ κατὰ τὸ Θριάσιον ὄντων, ἤρετο τοὺς ἑπομένους οἰκέτας αὑτοῦ περί τινος σκεύους, οἱ δ’ οὐκ εἶχον ἀποκρίνασθαι. θυμωθεὶς οὖν, ἐπεὶ μὴ ἄλλο εἶχε, δι’ οὗ πατάξειε τοὺς νεανίσκους, ἐν θήκῃ περιεχομένην μάχαιραν ἀνελόμενος, ἅμα τῇ θήκῃ καταφέρει τὴν κεφαλὴν, οὐ πλατεῖς ἐπενεγκὼν, (οὐδὲν γὰρ ἂν οὕτως εἴργαστο δεινὸν,) ἀλλὰ κατὰ τὸ τέμνον τοῦ ξίφους. ἥ τε οὖν θήκη διετμήθη παραχρῆμα, καὶ τραῦμα μέγιστον ἐπὶ τῆς κεφαλῆς διττὸν ἀμφοτέροις εἰργάσατο, δὶς γὰρ ἑκάτερον αὐτὸς ἐπάταξε. ὡς δὲ πλεῖστον ἄμετρον αἷμα χεόμενον ἐθεάσατο, καταλιπὼν ἡμᾶς, εἰς Ἀθήνας ἀπῇρε βαδίζων εὐθέως ἕνεκα τοῦ μὴ διαφθαρῆναί τινα τῶν οἰκετῶν ἔτι παρόντος αὐτοῦ. ἐκείνους μὲν οὖν ἡμεῖς ἐσώσαμεν εἰς τὰς Ἀθήνας. ὁ δὲ φίλος ὁ Κρὴς ἑαυτοῦ καταγνοὺς Μεγάρας εἰσάγει με λαβόμενος τῆς χειρὸς εἰς οἶκόν τινα, καὶ προσδοὺς ἱμάντα, καὶ ἀποδυσάμενος ἐκέλευσε μαστιγοῦν αὑτὸν ἐφ’ οἷς ἔπραξεν ὑπὸ τοῦ καταράτου θυμοῦ βιασθεὶς, αὐτὸς γὰρ οὕτως ὠνόμασεν. ἐμοῦ δ’, ὡς εἰκὸς, γελῶντος, ἐδεῖτο προσπίπτων τοῖς γόνασι, μὴ ἄλλως ποιεῖν. εὔδηλον οὖν, ὅτι μᾶλλον ἐποίει με γελᾷν, ὅσῳ μᾶλλον ἐν ἐκείνῳ τῷ μαστιγωθῆναι θεώμενος. ἐπειδὴ δὲ ταῦτα ποιούντων ἡμῶν ἱκανὸς ἐτρίβετο χρόνος, ὑπεσχόμην αὐτῷ δώσειν πληγὰς, εἰ μέντοι παράσχῃ καὶ αὐτὸς ἓν, ὃ ἂν αἰτήσω, σμικρὸν πάνυ. ὡς δ’ ὑπέσχετο, παρεκάλουν ὑποσχεῖν μοι τὰ ὦτα λόγον τινὰ διερχομένῳ, καὶ τοῦτ’ ἔφην εἶναι τὸ αἴτημα. τοῦ δ’ ὑποσχομένου πράττειν οὕτως, πλέον αὐτῷ διελέχθην ὑποτιθέμενος, ὅπως χρὴ παιδαγωγῆσαι τὸ ἐν ἡμῖν θυμοειδὲς, τῷ λόγῳ δηλονότι, καὶ οὐ διὰ μαστίγων, ἀλλ’ ἑτέρῳ τρόπῳ παιδαγωγῆσαι διῆλθον. ἐκεῖνος μὲν οὖν ἐν ἑαυτῷ προνοησάμενος ἑαυτοῦ πολὺ βελτίων ἐγένετο. σὺ δ’, εἰ καὶ μὴ πολὺ γένοιο βελτίων, ἀρκεσθήσῃ γε καὶ μικρῷ τινι κατὰ τὸν πρῶτον ἐνιαυτὸν ἐπιδοῦναι πρὸς τὸ κρεῖττον. ἐὰν γὰρ ἐπιμείνῃς τῷ πάθει ἀντέχων καὶ πραΰνων τὸν θυμὸν, ἀξιολογώτερον ἐπιδώσεις κατὰ τὸ δεύτερον ἔτος. εἶτ’, ἐὰν ἔτι διαμείνῃς σαυτῷ προνοούμενος, καὶ μᾶλλον ἐν τῷ τρίτῳ, καὶ μετ’ αὐτὸν ἐν τῷ τετάρτῳ  καὶ πέμπτῳ αἰσθήσῃ μεγάλης αὐξήσεως εἰς βίον σεμνότερον. αἰσχρὸν γὰρ, ἵνα μέν τις ἰατρὸς, ἢ γραμματικὸς, ἢ ῥήτωρ, ἢ γεωμέτρης γένηται, πολλοῖς ἔτεσιν ἐφεξῆς κάμνειν, ὡς δ’ ἄνθρωπος ἀγαθὸς, μηδέποθ’ ἑλέσθαι τῷ μήκει τοῦ χρόνου κάμνειν. Τίς οὖν ἐστιν ἡ τῆς ἀσκήσεως ἀρχὴ, πάλιν ἀναλάβωμεν· ὑπὲρ γὰρ τῶν ἀναγκαιοτάτων οὐδὲν χεῖρόν ἐστι καὶ δὶς καὶ τρὶς λέγειν τὰ αὐτά. τὸ μηδέποτε μηδένα τῶν οἰκετῶν ἁμαρτάνοντα διὰ τῶν ἑαυτοῦ χειρῶν νουθετεῖν, ἀλλ’ ὥσπερ ἐγώ ποτε, πυθόμενος αἱρεῖσθαι Πλάτωνα πρός τινα τῶν ὑπηρετῶν ἁμαρτόντα, διὰ παντὸς οὕτως ἔπραξα, καλὸν ἡγησάμενος εἶναι τὸ ἔργον, οὕτω καὶ σὺ παράγγειλον σαυτῷ, μήτ’ αὐτὸς διὰ τῶν σαυτοῦ χειρῶν οἰκέτην πλῆξαι μήτ’ ἄλλῳ προστάξαι, παρ’ ὃν ἂν ὀργισθῇς χρόνον, ἀλλ’ εἰς τὴν ὑστέραν ἀνακαλέσασθαι. μετὰ γάρ τοι τὸν θυμὸν σωφρονέστερον ἐπισκέψῃ, πόσας χρὴ πληγὰς ἐντεῖναι τῷ τῆς κολάσεως ἀξίῳ. ἢ μηδὲ τὴν ἀρχὴν ἄμεινόν ἐστι, συγγνώμῃ πρᾶξαι οὕτως αἰτήσαντα ἱμάντα, καὶ σωφρονίσαντα λόγῳ, καὶ ἀπειλήσαντα μηκέτι τὸ λοιπὸν συγχωρῆσαι, ἐὰν ὁμοίως ἁμάρτῃ; πολλῷ γὰρ ἄμεινόν ἐστι, μηκέτι ζέοντος τοῦ θυμοῦ πράττειν ἃ πράττεις, ἔξω τῆς ἀλογίστου μανίας γενόμενον, ὁπότε καὶ τῷ λογισμῷ τὸ πυκτεῦον εὑρήσεις. ὅτι γὰρ ὁ θυμὸς οὐδὲν ἀποδεῖ μανίας, ἕξ αὐτῶν ἤδη ὧν ποιοῦσιν οἱ θυμούμενοι μαθεῖν ἔστιν· παίοντες γὰρ, καὶ λακτίζοντες, καὶ κατασχίζοντες ἱμάτια, καὶ θορυβῶδες ἐμβλέποντες ἕκαστα πράττουσιν ἄχρι τοῦ, καθάπερ ἔφην, καὶ θύραις, καὶ λίθοις, καὶ κλεισὶν ὀργίζεσθαι, καὶ τὰ μὲν καταράσσειν, τὰ δὲ δάκνειν, τὰ δὲ λακτίζειν. ἀλλ’ ἴσως φήσουσι ταῦτα τῶν ὄντως μαινομένων εἶναι, τὰ δὲ ὑπὸ σοῦ γιγνόμενα σωφρονούντων. ἐγὼ δὲ, ὅτι μὲν ἔλαττον ἁμαρτάνουσι τῶν τοὺς λίθους καὶ τὰς θύρας καὶ τὰς κλεῖς δακνόντων τε καὶ λακτιζόντων οἱ τοὺς οἰκέτας ταῖς ἑαυτῶν παίοντες χερσὶν, ὁμολογῶ· πέπεισμαι δὲ καὶ τὸ πρὸς ἄνθρωπον ἅμα τι ποιεῖν ἢ μικρᾶς μανίας ἔργον ὑπάρχειν, ἢ ζώου τινὸς ἀλόγου τε καὶ ἀγρίου. οὐ γὰρ μόνος ἄνθρωπος ἐξαίρετα ἔχει ἄρα παρὰ τἄλλα λογίζεσθαι ταῦτα, ἐὰν ἀποῤῥίψωσιν τὸν θυμὸν χαρίζεσθαι ζωὴν, οὐκ ἀνθρώπου βίος. μὴ τοίνυν νόμιζε φρόνιμον ἄνθρωπον ὑπάρχειν, ὃς ἂν αὐτὸ τοῦτο μόνον ἐκφύγῃ, λακτίζειν, καὶ δάκνειν, καὶ κεντεῖν τοὺς πέλας. ὁ γὰρ τοιοῦτος οὐκ ἔτι μέν ἐστι θηρίον, οὐ μὴν ἤδη γε φρόνιμος ἄνθρωπος, ἀλλ’ ἐν τῷ μεταξὺ τούτων τε καὶ τῶν θηρίων. ἆρ’ οὖν ἀσκήσεις μηκέτ’ εἶναι θηρίον, τοῦ ἄνθρωπος γενέσθαι καλὸς κᾀγαθὸς οὐ πεφροντικὼς, ἢ βέλτιον, ὥσπερ οὐκ ἔτι θηρίον, οὕτω μηδ’ ἄφρονά σε μηδ’ ἀλόγιστον ἔτι διαμένειν; ἔσῃ δὲ τοιοῦτος, ἐὰν μηδέποτε θυμῷ δουλεύων, ἀλλ’ ἀεὶ διαλογιζόμενος ἅπαντα πράττῃς, ἃ πάντα σοι χωρὶς τοῦ πάθους σκεπτομένῳ φαίνεται κράτιστα. πῶς οὖν ἔσται τοῦτο; τιμήσαντός σου τιμὴν σαυτὸν μεγίστην, ἧς οὐδ’ ἐπινοῆσαι δυνατόν ἐστι μείζονα. τὸ γὰρ, ἁπάντων ἀνθρώπων ὀργιζομένων, αὐτὸν ἀόργητον εἶναι, τί ἄλλο ἐστὶν, ἢ ἑαυτὸν ἀποδεῖξαι πάντων ἀνθρώπων βελτίονα; σὲ δ’ ἴσως νομίζεσθαι, τί ἄλλο ἐστὶν, ἢ ἑαυτὸν ἀποδεῖξαι, νομίζεσθαι μὲν εἶναι βελτίω ἐθέλειν, εἶναι δὲ οὕτως βελτίω μὴ βούλεσθαι, καθάπερ εἴ τις ἐπεθύμησε νομίζεσθαι μὲν ὑγιαίνειν τὸ σῶμα, νοσεῖ δὲ κατ’ ἀλήθειαν. ἢ οὐχ ἡγῇ νόσημα ψυχῆς εἶναι τὸν θυμόν; ἢ μάτην ὑπὸ τῶν παλαιῶν ὀνομάζεσθαι νομίζεις ψυχῆς πάθη πέντε ταῦτα, λύπην, ὀργὴν, θυμὸν, ἐπιθυμίαν, φόβον; ἀλλ’ ἔμοιγε βέλτιον εἶναι δοκεῖ μακρῷ, πρῶτον μὲν ἐπὶ πολὺ ἔχειν ἄνευ τῶν εἰρημένων παθῶν, ἐξαναστάντα τῆς κοίτης, ἐπισκοπεῖσθαι πρὸς πάντων τῶν κατὰ μέρος ἔργων, ἆρα βέλτιόν ἐστι πάθεσι δουλεύοντα ζῇν, ἢ λογισμῷ χρῆσθαι πρὸς ἅπαντα· δεύτερον δ’, ὅτῳ τῷ βουλομένῳ γίγνεσθαι καλὸς κᾀγαθὸς παρακλητέον ἐστὶ τὸν δηλώσοντα τῶν ὑφ’ ἑαυτοῦ πραττομένων οὐκ ὀρθῶς ἕκαστον· εἶτ’ ἔτι καθ’ ἑκάστην ἡμέραν τε καὶ ὥραν ἔχειν ἐν προχείρῳ τὴν δόξαν ταύτην, ὡς ἄμεινον μέν ἐστιν ἑαυτὸν τιμήσαντα καλὸν κᾀγαθὸν, τοῦτο δ’ ἄνευ τοῦ σχεῖν τὸν δηλώσοντα τῶν ἁμαρτανομένων ἕκαστον ἀδύνατόν ἐστιν ἡμῖν περιγενέσθαι, καὶ μέντοι καὶ τὸν σωτῆρα ἐκεῖνον καὶ φίλον μέγιστον ἡγεῖσθαι τὸν μηνύσαντα τῶν πλημμελουμένων ἕκαστα· εἶθ’ ὅτι, κᾂν ψεῦδός σοι φαίνηταί ποτ’ ἐγκαλέσας, ἀόργητον προσήκει φαίνεσθαι, πρῶτον μὲν, ὅτι δυνατόν ἐστιν ἐκεῖνον σοῦ βέλτιον ὁρᾷν ἕκαστον ὧν ἁμαρτάνων τυγχάνεις, ὥς γε καὶ σὲ τῶν ἐκείνου. κᾂν ἐπηρεάσῃ ποτὲ ψεῦδος, ἀλλ’ οὖν ἐπήγειρέ σε πρὸς ἀκριβεστέραν ἐπίσκεψιν ὧν πράττεις. ὃ δ’ ἐστὶ μέγιστον ἐν τούτῳ, ἀεὶ φύλαττε προῃρημένος γε τιμᾶσθαι σεαυτόν. ἔστι δὲ τοῦτο διὰ μνήμης ἔχειν πρόχειρα τό τε τῶν ὀργιζομένων τῆς ψυχῆς αἶσχος τό τε τῶν ἀορ γήτων κάλλος. ὃς γὰρ ἁμαρτάνειν ἐθισθῇ χρόνῳ πολλῷ, δυσεκλήπτως ἔσχε τὴν κλεῖδα τῶν παθῶν, οὕτω καὶ τῶν δογμάτων, οἷς πειθόμενος ἀνὴρ γενήσῃ καλὸς κᾀγαθὸς, ἐν πολλῷ χρόνῳ προσήκει μελετᾷν ἕκαστον. ἐπιλανθανόμεθα γὰρ αὐτοῦ ῥᾳδίως ἐκπίπτοντος τῆς ψυχῆς ἡμῶν, διὰ τὸ φθάσαι πεπληρῶσθαι τοῖς πάθεσιν αὐτήν. τοιγαροῦν παρακόλουθόν ἐστιν, ἕκαστον τῶν σωθῆναι βουλομένων ὡς μηδεμίαν ὥραν ἀποῤῥᾳθυμεῖν. ἐπιτρεπτέον τε πᾶσι κατηγορεῖν ἡμῶν, ἀκουστέον  τε πρᾴως αὐτοὺς, καὶ χάριν οὐ τοῖς κολακεύουσιν, ἀλλὰ τοῖς ἐπιπλήττουσιν ἔχειν. ἀνεῴχθη σου ἡ θύρα διὰ παντὸς τῆς οἰκήσεως, ἔξεστι τοῖς συνήθεσιν εἰσιέναι πάντα καιρὸν, ἢν οὕτως ᾖς παρεσκευασμένος. δεῖ οὖν θαῤῥεῖν, ὡς ὑπὸ τῶν εἰσιόντων εὑρίσκεσθαι μηδενὶ τῶν μεγάλων ἁμαρτημάτων ἰσχυρῶς κατειλημμένον. ἔστι δ’ ὥσπερ τὸ πᾶν τῷ ἄκοντι ἐκκόψαι δύσκολον, οὕτως τὰ μεγάλα τῷ βουληθέντι ῥᾷστον. τῆς θύρας οὖν ἀνεῳγμένης σου διὰ παντὸς, ὡς εἶπον, ἐξουσία τοῖς συνήθεσιν ἔστω κατὰ πάντα καιρὸν εἰσιέναι. ὡς δ’ ἄλλοι πάντες αὖ οἱ προελθόντες εἰς τὸ δημόσιον ἅπαντα πειρῶνται πράττειν κόσμια, οὕτω σὺ κατὰ τὴν ἰδίαν οἰκίαν πράττεις. ἀλλ’ ἐκεῖνοι μὲν αἰδούμενοι τοὺς ἄλλους ἁμαρτόντες τι φωραθῆναι μόνους ἑαυτοὺς οὐκ αἰδοῦνται, σὺ δὲ σαυτὸν αἰδοῦ μάλιστα πειθόμενος τῷ φάντι· Πάντων δὲ μάλιστ’ αἰσχύνεο σαυτόν.