Ἱπποκράτης μὲν οὖν ἐπιδείξας ἐν ὅλῳ τῷ περὶ ὑδάτων καὶ ὡρῶν κράσεως συγγράμματι, σώματος κράσει ἕπεσθαι τὰς τῆς ψυχῆς δυνάμεις, οὐ μόνον ὅσαι κατὰ τὸ θυμοειδὲς ἢ ἐπιθυμητικὸν αὐτῆς εἰσιν, ἀλλὰ καὶ τὰς κατὰ τὸ λογιστικὸν ἁπάσας, ἀξιοπιστότατός ἐστι μάρτυς, εἴ γέ τις ἐπὶ μάρτυρι ποιοῖτο, καθάπερ ἐνίοις ἔθος ἐστὶ, τὴν τῶν δογμάτων ἀλήθειαν. ἐγὼ δ’ οὐχ ὡς μάρτυρι τἀνδρὶ πιστεύω τοῖς πολλοῖς ὡσαύτως, ἀλλ’ ὅτι τὰς ἀποδείξεις αὐτοῦ βεβαίας ὁρῶ, διὰ τοῦτο γοῦν καὶ αὐτὸν ἐπαινῶ τὸν Ἱπποκράτην. τίς γὰρ οὐχ ὁρᾷ τὸ σῶμα καὶ τὴν ψυχὴν. ἁπάντων τῶν ὑπὸ ταῖς ἄρκτοις ἀνθρώπων ἐναντιώτατα διακείμενα τοῖς ἐγγὺς τῆς διακεκαυμένης ζώνης; ἢ τίς οὐκ οἶδε τοὺς ἐν τῷ μέσῳ τούτων, ὅσοι τὴν εὔκρατον οἰκοῦσι χώραν, ἀμείνους τε τὰ σώματα καὶ τὰ τῆς ψυχῆς ἤθη καὶ σύνεσιν καὶ φρόνησιν ἐκείνων τῶν ἀνθρώπων; ἀλλὰ διά τινας τῶν Πλατωνικοὺς μὲν ἑαυτοὺς ὀνομαζόντων, ἡγουμένους δὲ ἐμποδίζεσθαι μὲν ἐν ταῖς νόσοις τὴν ψυχὴν ὑπὸ τοῦ σώματος, ὑγιαίνοντος δὲ ἰδίᾳ ἐνεργεῖν, οὔτε ὠφελουμένην, οὔτε βλαπτομένην ὑπ’ αὐτοῦ, ἀναγράψω τινὰς ῥήσεις τοῦ Πλάτωνος, ἐν αἷς ἀποφαίνεταί τινας διὰ τὴν τῶν τόπων κρᾶσιν εἰς φρόνησιν ὠφελουμένους τε καὶ βλαπτομένους ἄνευ τοῦ νοσεῖν τὸ σῶμα. κατὰ μέν γε τὰ πρῶτα τῶν Τιμαίου λόγων ἔγραψε· Ταύτην δὴ τὴν σύμπασαν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ἡμᾶς διακοσμήσασα κατῴκισεν, ἐκλεξαμένη τὸν τόπον, ἐν ᾧ γεγένησθε, τῶν ὡρῶν τὴν εὐκρασίαν ἐν αὐτῷ κατιδοῦσα, ὅτι ἄνδρας φρονιμωτάτους οἴσει. ἀλλὰ καὶ συνάπτων ἐφεξῆς· ἅτε οὖν φιλοπόλεμός τε καὶ φιλόσοφος ἡ θεὸς οὖσα, τὸν προσφερεστάτους αὐτῇ μέλλοντα οἴσειν τόπον ἄνδρας τοῦτον ἐκλεξαμένη, πρῶτον κατῴκισεν. ὅτι μὲν οὖν πολὺ δίδωσι τοῖς τόποις, τουτέστι ταῖς ἐπὶ τῆς γῆς οἰκήσεσιν, εἴς τε τὰ τῆς ψυχῆς ἤθη καὶ σύνεσιν καὶ φρόνησιν, ἤδη μὲν κᾀκ τούτων ἐστὶ δῆλον, ἀλλὰ κᾀν τῷ πέμπτῳ τῶν νόμων ὡδί πως ἔγραψε. μηδὲ τοῦθ’ ὑμᾶς λανθανέτω περὶ τόπων πρὸς τὸ γεννᾷν ἀνθρώπους ἀμείνους καὶ χείρους. ἐναργῶς πάλιν ἐνταῦθα γεννᾷν τοὺς τόπους φησὶν ἀμείνους τε καὶ χείρους ἀνθρώπους. καὶ ἐφεξῆς δὲ πάλιν ἐπιφέρων τοῖσδε φησίν· οἱ μέν γέ που διὰ πνεύματα παντοῖα καὶ δι’ εἱλήσεις ἀλλόκοτοί τέ εἰσι καὶ ἀπαίσιοι αὐτῶν, οἱ μὲν δι’ ὕδατα, οἱ δὲ διὰ τὴν ἐκ τῆς γῆς τροφὴν ἀναδιδοῦσαν, οὐ μόνον τοῖς σώμασιν ἄμεινον καὶ χεῖρον, ταῖς ψυχαῖς δὲ οὐχ ἧττον δυναμένην πάντα τὰ τοιαῦτα  ἐμποιεῖν. ἐν τούτῳ τῷ λόγῳ πνεύματα σαφῶς φησι καὶ τὰς ἡλιάσεις, τουτέστι τὰς ἐξ ἡλίου θερμότητας εἰς τὰς τῆς ψυχῆς δυνάμεις προσθησομένας. εἰ μή τι ἄρα νομίζουσι διὰ μὲν τὰ πνεύματα, καὶ τὴν τοῦ περιέχοντος ἀέρος θερμότητα καὶ ψυχρότητα, καὶ τὴν τῶν ὑδάτων τε καὶ τῆς τροφῆς φύσιν ἀμείνους τε καὶ χείρους τὴν ψυχὴν ἀνθρώπους δύνασθαι γενέσθαι, ταῦτα δὲ αὐτὰ μὴ διὰ μέσων τῶν κράσεων ἐργάζεσθαι τὰ κατὰ ψυχὴν ἀγαθά τε καὶ φαῦλα· καὶ γὰρ ταῦτα ἂν εἴη τῇ συνέσει τῶν ἀνδρῶν ἀκόλουθα. ἀλλ’ ἡμεῖς γε σαφῶς ἴσμεν, ὡς ἕκαστον ἔδεσμα καταπίνεται μὲν πρῶτον εἰς τὴν γαστέρα, προκατείργασται δὲ ἐν αὐτῇ, μετὰ ταῦτα δὲ διὰ τῶν ἐξ ἥπατος αὐτῇ καθηκουσῶν φλεβῶν ἀναληφθὲν ἐργάζεται τοὺς ἐν τῷ σώματι χυμοὺς, ἐξ ὧν τρέφεται τἄλλα μόρια πάντα, καὶ σὺν αὐτοῖς ἐγκέφαλός τε καὶ καρδία καὶ ἧπαρ, ἐν δὲ δὴ τῷ τρέφεσθαι θερμότερα σφῶν αὐτῶν γίγνεται ψυχρότερά τε καὶ ὑγρότερα συνεξομοιούμενα τῇ δυνάμει τῶν ἐπικρατούντων χυμῶν. ὡς σωφρονήσαντες κᾂν νῦν γοῦν οἱ δυσχεραίνοντες, τροφὴν δύνασθαι τοὺς μὲν σωφρονεστέρους, τοὺς δὲ ἀκολαστοτέρους ἐργάζεσθαι, καὶ τοὺς μὲν ἀκρατεστέρους, τοὺς δὲ ἐγκρατεστέρους, καὶ θαρσαλέους, καὶ δειλοὺς, ἡμέρους τε καὶ πρᾴους, ἐριστικούς τε καὶ φιλονείκους, ἡκέτωσαν πρός με μαθησόμενοι, τίνα μὲν ἐσθίειν αὐτοὺς χρὴ, τίνα δὲ πίνειν. εἴς τε γὰρ τὴν ἠθικὴν φιλοσοφίαν ὀνήσονται μέγιστα, καὶ πρὸς ταύτῃ κατὰ τὰς τοῦ λογιστικοῦ δυνάμεις ἐπιδώσουσιν εἰς ἀρετὴν, συνετώτεροι καὶ μνημονικώτεροι γενόμενοι καὶ φιλομαθέστεροι καὶ φρονιμώτεροι. πρὸς γὰρ ταῖς τροφαῖς καὶ τοῖς πόμασι καὶ τοὺς ἀνέμους αὐτοὺς διδάξω, καὶ τὰς τοῦ περιέχοντος κράσεις, ἔτι τε τὰς χώρας, ὁποίας μὲν αἱρεῖσθαι προσήκει, ὁποίας δὲ φεύγειν.