ΓΑΛΗΝΟΥ ΒΙΒΛΙΟΝ, ΟΤΙ ΤΑ ΤΗΣ ΨΥΧΗΣ ΗΘΗ ΤΑΙΣ ΤΟΥ ΣΩΜΑΤΟΣ ΚΡΑΣΕΣΙΝ ΕΠΕΤΑΙ. Ταῖς τοῦ σώματος κράσεσιν ἕπεσθαι τὰς δυνάμεις τῆς ψυχῆς, οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πάνυ πολλάκις, οὐδ’ ἐπ’ ἐμαυτοῦ μόνου βασανίσας τε καὶ πολυειδῶς ἐρευνήσας, ἀλλ’ ἀπ’ ἀρχῆς μὲν ἅμα τοῖς διδασκάλοις, ὕστερον δὲ σὺν τοῖς ἀρίστοις φιλοσόφοις, ἀληθῆ τε διὰ παντὸς εὗρον τὸν λόγον, ὠφέλιμόν τε τοῖς κοσμῆσαι τὰς ἑαυτῶν ἐθέλουσι ψυχάς· ἐπειδήπερ, ὡς διῆλθον ἐν τῇ περὶ τῶν ἐθῶν πραγματείᾳ, καὶ διὰ τῶν ἐδεσμάτων τε καὶ πομάτων, ἔτι τε τῶν ὁσημέραι πραττομένων εὐκρασίαν ἐργαζόμενοι τῷ σώματι, κᾀκ ταύτης εἰς ἀρετήν τι τῆς ψυχῆς συντελέσομεν, ὡς οἱ περὶ Πυθαγόραν καὶ Πλάτωνα καί τινες ἄλλοι τῶν παλαιῶν ἱστοροῦνται πράξαντες. Ἀρχὴ δὲ παντὸς τοῦ μέλλοντος εἰρῆσθαι λόγου γνῶσις τῆς διαφορᾶς τῶν ἐν τοῖς μικροῖς παιδίοις φαινομένων ἔργων τε καὶ παθῶν τῆς ψυχῆς, ἐξ ὧν αἱ δυνάμεις αὐτῆς κατάδηλοι γίνονται. τινὰ μὲν γὰρ αὐτῶν φαίνονται δειλότατα, τινὰ δὲ καταπληκτικώτατα· καί τινα μὲν ἄπληστα καὶ λίχνα, τινὰ δὲ ἐναντίως διακείμενα· καί τινα μὲν ἀναίσχυντα, τινὰ δὲ αἰσχυντηλὰ, καὶ πολλὰς ἑτέρας ἔχοντα τοιαύτας διαφορὰς, ἃς ἁπάσας ἐν ἑτέροις διῆλθον. ἐνταυθοῖ δ’ ἀρκεῖ παραδείγματος ἕνεκα τῶν τριῶν αὐτῆς εἰδῶν τε καὶ μερῶν ἐνδεδεῖχθαι τὰς δυνάμεις, ἐναντίας ὑπαρχούσας φύσει τοῖς βρέφεσιν. ἐκ τούτου γὰρ ἐνέσται συλλογίζεσθαι, μὴ τὴν αὐτὴν ἅπασι φύσιν εἶναι ψυχῆς. εὔδηλον δὲ, ὅτι τὸ τῆς φύσεως ὄνομα κατὰ τοὺς τοιούτους λόγους ταὐτὸν σημαίνει τῷ τῆς οὐσίας. εἴπερ γὰρ ἦν ἀπαράλλακτος αὐτῶν ἡ οὐσία τῆς ψυχῆς, ἐνήργουν τε τὰς αὐτὰς ἐνεργείας, ἔπασχόν τ’ ἂν ἀπὸ τῶν αὐτῶν αἰτιῶ. τὰ αὐτὰ πάθη. δῆλον οὖν, ὅτι διαφέρουσιν ἀλλήλων οἱ παῖδες εἰς τοσοῦτον ταῖς τῶν ψυχῶν οὐσίαις, εἰς ὅσον καὶ ταῖς ἐνεργείαις τε καὶ τοῖς παθήμασιν αὐτῶν· εἰ δὲ τοῦτο, καὶ ταῖς δυνάμεσι. συγκεχυμένοι δέ εἰσιν εὐθὺς ἐν τούτῳ πολλοὶ τῶν σοφῶν, ἀδιόρθωτον ἔννοιαν ἔχοντες περὶ δυνάμεως. ὥσπερ γὰρ ἐνοικοῦντός τινος πράγματος ταῖς οὐσίαις, ὡς ἡμεῖς ταῖς οἰκίαις, οὔπω μοι δοκοῦσι περὶ τῶν δυνάμεων φαντάζεσθαι, μὴ γινώσκοντες, ὅτι τῶν γινομένων ἑκάστου ποιητική τίς ἐστιν αἰτία νοουμένη κατὰ τὸ πρός τι, καὶ ταύτης τῆς αἰτίας, ὡς μὲν πράγματος τοιοῦδέ τινος, ἰδίᾳ καὶ καθ’ ἑαυτὸ προσηγορία τίς ἐστιν. ἐν δὲ τῇ πρὸς τὸ γινόμενον ἀφ’ ἑαυτῆς σχέσει δύναμίς ἐστι τοῦ γιγνομένου, καὶ διὰ τοῦτο τοσαύτας δυνάμεις ἔχειν τὴν οὐσίαν φαμὲν, ὅσας ἐνεργείας, οἷον τὴν ἀλόην καθαρτικήν τε δύναμιν ἔχειν καὶ τονωτικὴν στομάχου, καὶ τραυμάτων ἐναίμων κολλητικὴν, ἰσοπέδων ἑλκῶν ἀπουλωτικὴν, ὑγρότητος βλεφάρων ξηραντικὴν, οὐ δήπου τῶν εἰρημένων ἔργων ἕκαστον ἄλλου τινὸς ποιοῦντος παρὰ τὴν ἀλόην. αὕτη γάρ ἐστιν ἡ ταῦτα δρῶσα, καὶ διὰ τὸ δύνασθαι ποιεῖν αὐτὰ τοσαύτας ἐλέχθη δυνάμεις ἔχειν, ὅσα τὰ ἔργα. λέγομεν γοῦν, τὴν ἀλόην καθαίρειν δύνασθαι καὶ ῥωννύναι στόμαχον, καὶ κολλᾷν τραύματα, καὶ ἕλκη συνουλοῦν, καὶ ὀφθαλμοὺς ὑγροὺς ξηραίνειν, ὡς οὐδὲν διαφέρον ἢ καθαίρειν δύνασθαι φάναι τὴν ἀλόην, ἢ δύναμιν ἔχειν καθαρτικήν. οὕτω δὲ καὶ τὸ ξηραίνειν ὑγροὺς ὀφθαλμοὺς δύνασθαι ταὐτὸν σημαίνει τῷ δύναμιν ἔχειν ὀφθαλμῶν ξηραντικήν. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅταν εἴπωμεν, ἡ ἐν ἐγκεφάλῳ καθιδρυμένη λογιστικὴ ψυχὴ δύναται μὲν αἰσθάνεσθαι διὰ τῶν αἰσθητηρίων, δύναται δὲ καὶ μεμνῆσθαι διὰ τῶν αἰσθητῶν αὐτὴ καθ’ αὑτὴν, ἀκολουθίαν τε καὶ μάχην ἐν τοῖς πράγμασιν ὁρᾷν, ἀνάλυσίν τε καὶ σύνθεσιν, οὐκ ἄλλο τι δηλοῦμεν ἢ εἰ περιλαβόντες εἴποιμεν, ἡ λογιστικὴ ψυχὴ δυνάμεις ἔχει τὰς πλείους, αἴσθησιν, καὶ μνήμην, καὶ σύνεσιν, ἑκάστην τε τῶν ἄλλων. ἐπεὶ δὲ οὐ μόνον αἰσθάνεσθαι δύνασθαί φαμεν αὐτὴν, ἀλλὰ καὶ κατ’ εἶδος ὁρᾷν, ἀκούειν, ὀσμᾶσθαι, γεύεσθαι, ἅπτεσθαι, πάλιν αὖ δυνάμεις αὐτὴν ἔχειν λέγομεν, ὀπτικὴν, ὀσφραντικὴν, ἀκουστικὴν, γευστικὴν, ἁπτικήν. οὕτω δὲ καὶ τὴν ἐπιθυμητικὴν αὐτῇ δύναμιν ὁ Πλάτων ὑπάρχειν ἔλεγεν, ἣν δὴ κοινῶς ἐπιθυμητικὴν, οὐκ ἰδίως ὀνομάζειν ἔθος αὐτῷ. πλείους μὲν γὰρ εἶναι καὶ ταύτης τῆς ψυχῆς ἐπιθυμίας φησὶ, πλείους δὲ καὶ τῆς θυμοειδοῦς, πολλῷ δὲ πλείους καὶ ποικιλωτέρας τῆς τρίτης, ἣν δι’ αὐτὸ τοῦτο κατ’ ἐξοχὴν ὠνόμασεν ἐπιθυμητικὴν, εἰωθότων οὕτω τῶν ἀνθρώπων ἐνίοτε τὰ πρωτεύοντα τῶν ἐν τῷ γένει τῷ τοῦ γένους προσαγορεύειν ὀνόματι, καθάπερ ὅταν εἴπωσιν, ὑπὸ μὲν τοῦ ποιητοῦ λελέχθαι τόδε τὸ ἔπος, ὑπὸ δὲ τῆς ποιητρίας τόδε· πάντες γὰρ ἀκούομεν, Ὅμηρον μὲν λέγεσθαι ποιητὴν, Σαπφὼ δὲ ποιήτριαν. οὕτω δὲ καὶ θῆρα λέγουσιν ἐξαιρέτως τὸν λέοντα, καὶ ἄλλα τοιαῦτα κατ’ ἐξοχὴν ὀνομάζουσιν.  ἐπιθυμητικὸν οὖν ἐστι κατὰ τὸ κοινὸν τῆς ἐπιθυμίας σημαινόμενον ἀληθείας μὲν καὶ ἐπιστήμης, καὶ μαθημάτων, καὶ συνέσεως, καὶ μνήμης, καὶ συλλήβδην εἰπεῖν ἁπάντων τῶν καλῶν ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς, ὃ καλεῖν εἰθίσμεθα λογιστικόν· ἐλευθερίας δὲ καὶ νίκης, καὶ τοῦ κρατεῖν, καὶ ἄρχειν, καὶ δοξάζεσθαι, καὶ τοῦ τιμᾶσθαι τὸ θυμοειδές· ἀφροδισίων δὲ καὶ τῆς ἐξ ἑκάστου τῶν ἐσθιομένων τε καὶ πινομένων ἀπολαύσεως τὸ κατ’ ἐξοχὴν ὀνομαζόμενον ὑπὸ Πλάτωνος ἐπιθυμητικὸν, οὔτε τῆς αὐτῆς ψυχῆς ὄρεξιν τοῦ καλοῦ ἔχειν δυναμένης, οὔτε τῆς λογιστικῆς ἀφροδισίων, ἢ πομάτων, ἢ βρωμάτων, ὥσπερ οὐδὲ εἰκὸς, ἢ ἀρχῆς, ἢ δόξης, ἢ τιμῆς. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ τῆς θυμοειδοῦς ὀρέξεις εἶχεν ἥ τε λογιστικὴ καὶ ἡ ἐπιθυμητική. Ὅτι μὲν οὖν τρία τῆς ψυχῆς ἐστιν εἴδη, καὶ ὁ Πλάτων βούλεται ταῦτα, δι’ ἑτέρων ἐπιδέδεικται, καθάπερ γε καὶ ὅτι τὸ μὲν ἐν ἥπατι, τὸ δὲ ἐν καρδίᾳ, τὸ δὲ ἐν ἐγκεφάλῳ καθίδρυται. ὅτι δὲ ἐκ τούτων τῶν εἰδῶν τε καὶ μερῶν τῆς ὅλης ψυχῆς τὸ λογιστικὸν ἀθάνατόν ἐστι, Πλάτων μὲν φαίνεται πεπεισμένος· ἐγὼ δὲ, οὔθ’ ὡς ἔστιν, οὔθ’ ὡς οὐκ ἔστιν, ἔχω διατείνασθαι πρὸς αὐτόν. πρῶτον οὖν ἐπισκεψώμεθα περὶ τῶν ἐν καρδίᾳ καὶ ἥπατι τῆς ψυχῆς εἰδῶν, ἃ κᾀκείνῳ κᾀμοὶ συνωμολόγηται φθείρεσθαι κατὰ τὸν θάνατον. ἔχοντος δὲ ἰδίαν οὐσίαν ἑκατέρου τῶν σπλάγχνων, ἥτις μέν ἐστιν ἀκριβῶς αὕτη, μηδέπω ζητῶμεν, ἀναμνησθῶμεν δὲ περὶ τῆς κοινῆς ἁπάντων σωμάτων συστάσεως. ἐκ δυοῖν γὰρ ἀρχῶν ἡμῖν ἐδείχθη σύνθετος ὑπάρχειν, ὕλης μὲν ἀποίου κατ’ ἐπίνοιαν, ἐχούσης δὲ ἐν αὑτῇ ποιοτήτων τεττάρων κρᾶσιν, θερμότητος, ψυχρότητος, ὑγρότητος, ξηρότητος. ἐκ τούτων καὶ χαλκὸς, καὶ σίδηρος, καὶ χρυσὸς, ἥ τε σὰρξ, νεῦρά τε καὶ χόνδρος, καὶ πιμελὴ, καὶ πάνθ’ ἁπλῶς τὰ πρωτόγονα μὲν ὑπὸ Πλάτωνος, ὁμοιομερῆ δ’ ὑπ’ Ἀριστοτέλους ὀνομαζόμενα γέγονεν. ὥστε, εἴγε αὐτὸς οὗτος Ἀριστοτέλης εἶδος εἶναι τοῦ σώματος εἴπῃ τὴν ψυχὴν, ἐρωτητέον αὐτὸν ἢ τούς γ’ ἀπ’ αὐτοῦ, ποτέραν τὴν μορφὴν εἶδος εἰρῆσθαι πρὸς αὐτοῦ νο μίσομεν, ὥσπερ ἐν τοῖς ὀργανικοῖς σώμασιν, ἢ τὴν ἑτέραν ἀρχὴν τῶν φυσικῶν σωμάτων, σῶμα δημιουργήσασαν, ὅπερ ὁμοιομερές ἐστι καὶ ἁπλοῦν, ὡς πρὸς αἴσθησιν οὐκ ἔχον ὀργανικὴν σύνθεσιν. ἀποκρινοῦνται γὰρ ἐξ ἀνάγκης τὴν ἑτέραν ἀρχὴν τῶν φυσικῶν σωμάτων, εἴ γε δὴ τούτων εἰσὶ πρώτως ἐνέργειαι. δέδεικται γὰρ τοῦθ’ ἡμῖν ἑτέρωθι, καὶ νῦν, ἂν δεήσῃ, πάλιν εἰρήσεται. καὶ μὴν εἴπερ ἐξ ὕλης τε καὶ εἴδους ἅπαντα συνέστηκε τὰ τοιαῦτα σώματα, δοκεῖ δὲ καὶ αὐτῷ τῷ Ἀριστοτέλει, τῶν τεττάρων ποιοτήτων ἐγγινομένων τῇ ὕλῃ τῶν φυσικῶν, γίγνεσθαι σωματικὴν ἐκ τούτων κρᾶσιν, ἀναγκαῖον αὐτὸ τίθεσθαι τὸ εἶδος, ὥστε πως καὶ ἡ τῆς ψυχῆς οὐσία κρᾶσις ἔσται τῶν τεττάρων, εἴπερ ποιοτήτων ἐθέλεις λέγειν, ὑγρότητός τε καὶ ξηρότητος, καὶ ψυχρότητος καὶ θερμότητος, ἤτοι σωμάτων, ὑγροῦ, καὶ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, τῇ δὲ τῆς ψυχῆς οὐσίᾳ τὰς δυνάμεις αὐτῆς δεικνύναι ἑπομένας, εἴ γε καὶ τὰς ἐνεργείας. εἰ μὲν οὖν καὶ τὸ λογιζόμενον εἶδος τῆς ψυχῆς ᾖ, θνητὸν ἔσται· καὶ γὰρ καὶ αὐτὸ κρᾶσίς τις ἐγκεφάλῳ, καὶ πάνθ’ οὕτω τὰ τῆς ψυχῆς εἴδη τε καὶ μέρη τὰς δυνάμεις ἑπομένας ἕξει τῇ κράσει, καὶ ἔσται τοιαύτη ἡ τῆς ψυχῆς οὐσία. εἰ δ’ ἀθάνατός ἐστιν, ὡς Πλάτων βούλεται, διὰ τί χωρίζεται, ψυχθέντος σφοδρῶς, ἢ ὑπερθερμανθέντος, ἢ ὑπερξηρανθέντος, ἢ ὑπερυγρανθέντος τοῦ ἐγκεφάλου, καλῶς ἂν ἐπεποιήκει γράψας αὐτὸς, ὥσπερ καὶ τἄλλα τὰ κατ’ αὐτὴν ἔγραψε. γίνεται γὰρ ὁ θάνατος κατὰ τὸν Πλάτωνα, χωριζομένης τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. διὰ τί δὲ αὐτὴν κένωσις αἵματος χωρίζει πολλὴ, καὶ κώνειον ποθὲν, καὶ πυρετὸς διακαὴς, εἰ μὲν ὁ Πλάτων ἔζη, παρ’ ἐκείνου πάντως ἂν ἠξίωσα μαθεῖν. ἐπεὶ δ’ οὔτ’ ἐκεῖνός ἐστιν ἔτι, καὶ τῶν Πλατωνικῶν διδασκάλων οὐδεὶς οὐδεμίαν αἰτίαν ἐδιδάξατό με, δι’ ἣν ὑφ’ ὧν εἶπον ἡ ψυχὴ τοῦ σώματος ἀναγκάζεται χωρίζεσθαι, τολμῶ λέγειν αὐτὸς, ὡς οὐ πᾶν εἶδος σώματος ἐπιτήδειόν ἐστιν ὑποδέξασθαι τὴν λογιστικὴν ψυχήν. ἀκόλουθον γὰρ ὁρῶ τοῦτο τῷ περὶ ψυχῆς δόγματι τοῦ Πλάτωνος, ἀπόδειξίν γε μὴν οὐδεμίαν ἔχω λέγειν αὐτοῦ διὰ τὸ μὴ γινώσκειν με τὴν οὐσίαν τῆς ψυχῆς ὁποία τίς ἐστιν, ἐκ τοῦ γένους τῶν ἀσωμάτων ὑποθεμένων ἡμῶν ὑπάρχειν αὐτήν. ἐν μὲν γὰρ σώματι τὰς κράσεις ὁρῶ πάμπολύ τε διαφερούσας ἀλλήλων καὶ παμπόλλας οὔσας. ἀσωμάτου δ’ οὐσίας αὐτῆς καθ’ ἑαυτὴν εἶναι δυναμένης, οὐκ οὔσης δὲ ποιότητος, ἢ εἴδους σώματος, οὐδεμίαν νοῶ διαφορὰν, καίτοι πολλάκις ἐπισκεψάμενός τε καὶ ζητήσας ἐπιμελῶς, ἀλλ’ οὐδὲ πῶς οὐδὲν οὖσα τοῦ σώματος εἰς ὅλον αὐτὸ δύναιτ’ ἂν ἐκτείνεσθαι. τούτων μὲν οὐδὲν οὐδ’ ἄχρι φαντασίας ἐννοῆσαι δεδύνημαι, καίτοι προθυμηθεὶς χρόνῳ παμπόλλῳ. γινώσκω δ’ ἐκεῖνο ἐναργῶς φαινόμενον, ὡς ἡ μὲν τοῦ αἵματος κένωσις καὶ ἡ τοῦ κωνείου πόσις καταψύχουσι τὸ σῶμα, πυρετὸς δὲ σφοδρὸς ὑπερθερμαίνει. καὶ πάλιν ἐρῶ ταὐτὸν, διὰ τί ψυχόμενον ἢ ὑπερθερμαινόμενον τὸ σῶμα καταλείπει τελέως ἡ ψυχὴ, πολλὰ ζητήσας οὐχ εὗρον, ὥσπερ γε οὐδὲ, διὰ τί χολῆς μὲν ξανθῆς  ἐν ἐγκεφάλῳ πλεοναζούσης εἰς παραφροσύνην ἑλκόμεθα, διὰ τί δὲ τῆς μελαίνης εἰς μελαγχολίαν, διὰ τί δὲ τὸ φλέγμα καὶ ὅλως τὰ ψυκτικὰ παραίτια ληθάργοις, ἐξ ὧν καὶ μνήμης, καὶ συνέσεως βλάβαις ἁλισκόμεθα. καὶ μέντοι καὶ διὰ τιμωρίαν αὐτὴν ἐργάζεται κώνειον ποθὲν, ᾧ καὶ τοὔνομα ἔνθεν παρώνυμον ἀπὸ τοῦ πάθους, ὃ πάσχον ὁρῶ ὑπ’ αὐτοῦ τὸ σῶμα. λύπης δὲ ἁπάσης καὶ δυσθυμίας κουφίζει σαφῶς οἶνος πινόμενος· ἑκάστης γὰρ ἡμέρας τούτῳ χρώμεθα. καὶ Ζήνων, ὥς φασιν, ἔλεγεν, ὅτι καθάπερ οἱ πικροὶ θέρμοι βρεχόμενοι τῷ ὕδατι γίνονται γλυκεῖς, οὕτω καὶ αὐτὸν ὑπ’ οἴνου διατίθεσθαι. φασὶ δὲ καὶ τὴν οἰνοπίαν ῥίζαν ἔτι καὶ μᾶλλον ἐργάζεσθαι τοῦτο, καὶ ταύτην εἶναι τὸ τῆς Αἰγυπτίας ξένης φάρμακον, ὅ φησιν ὁ ποιητής· Αὐτίκ’ ἄρ’ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον, Νηπενθές τ’ ἄχολόν τε κακῶν ἐπίληθον ἁπάντων. ἡ μὲν οὖν οἰνοπία ῥίζα χαιρέτω· δεόμεθα γὰρ αὐτῆς οὐδὲν εἰς τὸν λόγον, ὁρῶντες ὁσημέραι τὸν οἶνον ἐργαζόμενον, ὅσα περ οἱ ποιηταὶ λέγουσιν· Οἶνός σε τρώει μελιηδὴς, ὅστε καὶ ἄλλους Βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλοι μηδ’ αἴσιμα πίνοι. Οἶνος καὶ Κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα Ἄασ’ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο Ἐς Λαπίθας ἐλθόνθ’· ὁ δ’ ἐπεὶ φρένας ἄασεν οἴνῳ, Μαινόμενος κάκ’ ἔρεξε δόμον κατὰ Πειριθόοιο. καὶ ἀλλαχόθι περὶ αὐτοῦ φησι Νηλέως· Ὅστ’ ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι Καί θ’ ἁπαλὸν γελάσαι, καί τ’ ὀρχήσασθαι ἀνῆκε, Καί τι ἔπος προέηκεν, ὅπερ τ’ ἄῤῥητον ἄμεινον. οὕτω δὲ καὶ Θεόγνις ἔλεγεν· Οἶνος πινόμενος πουλὺς κακόν· ἢν δέ τις αὐτὸν Πίνῃ ἐπισταμένως, οὐ κακὸν, ἀλλ’ ἀγαθόν. ὄντως γὰρ, εἰ συμμέτρως ποθείη, καὶ πέψει, καὶ ἀναδώσει, καὶ αἱματώσει, καὶ θρέψει. μεγάλα δὲ συντελεῖ μετ’ αὐτοῦ καὶ τὴν ψυχὴν ἡμῶν ἡμερωτέραν τε ἅμα καὶ θαρσαλεωτέραν ἐργάζεσθαι, διὰ μέσης δηλονότι τῆς κατὰ τὸ σῶμα κράσεως, ἥντινα ἀνάπαλιν ἐργάζεται διὰ μέσων τῶν χυμῶν. οὐ μόνον δὲ, ὡς ἔφην, κρᾶσις· σώματος ὑπαλλάττει καὶ τὰς ἐνεργείας τῆς ψυχῆς, ἀλλὰ καὶ χωρίζειν αὐτὴν ἀπὸ τοῦ σώματος δύναται. τί γὰρ ἂν ἄλλο τις εἴποι, θεώμενος τὰ ψύχοντά τε καὶ θερμαίνοντα φάρμακα παραχρῆμα τὸν προσενεγκάμενον ἀναιροῦντα; τοῦ γένους δέ εἰσι τούτων καὶ οἱ τῶν θηρίων ἰοί. τοὺς δηχθέντας οὖν ὑπὸ τῆς ἀσπίδος ὁρῶμεν ἀποθνήσκοντας αὐτίκα παραπλήσιον τῆς ἀπὸ κωνείου πόσεως, ὡς καὶ τοῦ ταύτης ἰοῦ ψύχοντος. ἀναγκαῖον ἔσται καὶ τοῖς ἰδίαν οὐσίαν ἔχειν ὑποθεμένοις τὴν ψυχὴν ὁμολογῆσαι, δουλεύειν αὐτὴν ταῖς τοῦ σώματος κράσεσιν, εἴ γε καὶ χωρίζειν ἐξουσίαν ἔχουσι, καὶ παραφρονεῖν ἀναγκάζουσι, καὶ μνήμην καὶ σύνεσιν ἀφαιρεῖσθαι, καὶ λυπηρότερα, καὶ ἀτολμότερα, καὶ ἀθυμότερα ἐργάζεσθαι, καθάπερ ἐν ταῖς μελαγχολίαις φαίνεται. καὶ τούτων ἔχει τἀναντία ὁ πίνων τὸν οἶνον συμμέτρως. Ἆρ’ οὖν ὑπὸ μὲν τῆς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν κράσεως ὑπαλλάττεσθαι πεφύκασιν αἱ δυνάμεις τῆς ψυχῆς, ὑπὸ δὲ τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν οὐδὲν πάσχειν; καὶ μὴν τούτου πολλὰ τεκμήρια κατά τε φάρμακα καὶ τὴν ὁσημέραι δίαιταν ἔχομεν, ἃ τάχ’ ἂν ἐφεξῆς εἴποιμι σύμπαντα πρότερον ἀναμνήσας ὧν ὁ Πλάτων ἔγραψε λόγων ὑπὸ τῆς τοῦ σώματος ὑγρότητος εἰς λήθην ἔρχεσθαι τὴν ψυχὴν ὧν πρότερον ἠπίστατο, πρὶν ἐνδεθῆναι τῷ σώματι. λέγει γὰρ ᾧδέ πως αὐτοῖς ῥήμασιν ἐν Τιμαίῳ, κατ’ ἐκεῖνο τὸ χωρίον τοῦ συγγράμματος, ἔνθα φησὶ τοὺς θεοὺς δημιουργῆσαι τὸν ἄνθρωπον, ἐνδόντας τὴν ἀθάνατον ψυχὴν εἰς ἐπίῤῥυτον σῶμα καὶ ἀπόῤῥυτον, εὔδηλον ὅτι τὴν ὑγρότητα τῆς βρεφῶν οὐσίας αἰνιττόμενος. ἐφεξῆς γοῦν τούτοις τάδε φησίν· Αἱ δὲ εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτ’ ἐκρατοῦντο, καὶ βίᾳ ἐφέροντό τε καὶ ἔφερον. καὶ μετ’ ὀλίγα πάλιν· Πολλοῦ γὰρ ὄντος τοῦ κατακλύζοντος καὶ ἀποῤῥέοντος κύματος, ὃ τὴν τροφὴν παρεῖχεν, ἔτι μείζονα θόρυβον ἀπειρ γάζετο τὰ προσπίπτοντα τῶν παθημάτων ἑκάστοις. καὶ μέντοι καὶ διέλθωμεν αὐτὰ πάλιν. ἐφεξῆς γάρ φησι· Διὰ δὴ ταῦτα πάντα τὰ πάθη κατ’ ἀρχὰς ἡ ψυχὴ γίνεται τὸ πρῶτον, ὅταν εἰς σῶμα ἐνδεθῇ θνητὸν, ὅταν δὲ τὸ τῆς αὐξήσεως καὶ πρὸς ἔλαττον ἐπῇ ῥεῦμα, πάλιν δὲ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἑαυτῶν ὁδὸν ἴασι, καὶ καθιστῶνται μᾶλλον ἐπιόντος τοῦ χρόνου. τότε ἤδη πρὸς τὸ κατὰ φύσιν ἰόντων σχῆμα ἑκάστου τῶν κύκλων αἱ περιφοραὶ κατευθυνόμεναι, τό τε θάτερον καὶ τὸ ταὐτὸν προσαγόμεναι κατ’ ὀρθὸν, εὔφρονα τὸν ἔχοντα αὐτὰς γινόμενον ἀποτελοῦσιν. ὅταν, φησὶ, τὸ τῆς αὐξήσεως καὶ τροφῆς ἔλαττον ἐπῇ ῥεῦμα, τὴν ὑγρότητα δηλονότι λέγων, τὴν ἔμπροσθεν ὑπ’ αὐτοῦ εἰρημένην τῆς κατὰ ψυχὴν ἀνοίας αἰτίαν γινομένην, ὡς τῆς μὲν ξηρότητος εἰς σύνεσιν, τῆς δ’ ὑγρότητος εἰς ἄνοιαν ἀγούσης τὴν ψυχήν. ἀλλ’ εἴπερ ὑγρότης μὲν ἄνοιαν ἐργάζεται, ξηρότης δὲ σύνεσιν, ἡ μὲν ἄκρα ξηρότης ἄκραν ἐργάζεται σύνεσιν, ἡ δ’ ἐπίμικτος ὑγρότης τοσοῦτον ἀφαιρήσει τῆς τελείας συνέσεως, ὅσον ἐκοινώνησεν ὑγρότητος.  τίνος οὖν ἦν τοῦ ζώου τοιοῦτόνδε σῶμα, τίνος ἄμοιρον ὑγρότητος, ὥσπερ τὰ τῶν ἄστρων; οὐδενὸς οὐδ’ ἐγγύς. ὥστε οὐδὲ συνέσεως ἄκρας ἐγγύς ἐστι σῶμα θνητοῦ ζώου, πάντα δ’, ὥσπερ ὑγρότητος, οὕτω καὶ ἀνοίας μετέχει. ὁπότ’ οὖν τὸ λογικὸν τῆς ψυχῆς μονοειδῆ οὐσίαν ἔχον τῇ τοῦ σώματος κράσει συμμεταβάλλεται, τί χρὴ νομίσαι πάσχειν τὸ θνητὸν εἶδος αὐτῆς; ἢ δῆλον, ὅτι πάντη δουλεύειν τῷ σώματι; ἄμεινον δὲ φάναι, μὴ δουλεύειν, ἀλλ’ αὐτὸ δὴ τοῦτ’ εἶναι τὸ θνητὸν τῆς ψυχῆς, τὴν κρᾶσιν τοῦ σώματος. ἐδείχθη γὰρ ἔμπροσθεν ἡ θνητὴ ψυχὴ κρᾶσις οὖσα τοῦ σώματος. ἡ μὲν οὖν τῆς καρδίας κρᾶσις τὸ θυμοειδές ἐστι τῆς ψυχῆς, ἡ δὲ τοῦ ἥπατος τὸ καλούμενον ὑπὸ τοῦ Πλάτωνος μὲν ἐπιθυμητικὸν, θρεπτικὸν δὲ καὶ φυτικὸν ὑπὸ τοῦ Ἀριστοτέλους. Ἀνδρόνικον δὲ τὸν Περιπατητικὸν, ὅτι μὲν ὅλως ἐτόλμησεν ἀποφήνασθαι τὴν οὐσίαν τῆς ψύχης ὡς ἐλεύθερος ἀνὴρ ἄνευ τοῦ περιπλέκειν ἀσαφῶς, ἐπαινῶ τε πάνυ καὶ ἀποδέχομαι τὴν φράσιν τοῦ ἀνδρός· εὑρίσκω γὰρ αὐτὸν καὶ κατ’ ἄλλα πολλὰ τοιοῦτον. ὅτι δέ τοι κρᾶσιν εἶναί φησιν, ἢ δύναμιν ἑπομένην τῇ κράσει, καὶ μέμφομαι τῇ προσθήκῃ τῆς δυνάμεως. ἡ γάρτοι ψυχὴ πολλὰς ἔχει δυνάμεις, οὐσία τις οὖσα, καὶ τοῦτο ὀρθῶς Ἀριστοτέλει λέλεκται, καὶ πρόσθεν τοῦτο διώρισται καλῶς ἡ ὁμωνυμία. λεγομένης γὰρ οὐσίας, καὶ τῆς ὕλης, καὶ τοῦ εἴδους, καὶ τοῦ συναμφοτέρου, τὴν κατὰ τὸ εἶδος οὐσίαν ἀπεφήνατο ψυχὴν ὑπάρχειν, οὐκ ἐγχωρῶν λέγειν ἄλλο τι παρὰ τὴν κρᾶσιν, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυτο. ἐν ταὐτῷ δὲ γένει τῆς οὐσίας καὶ ἡ τῶν Στωϊκῶν περιέχεται δόξα. πνεῦμα μὲν γάρ τι τὴν ψυχὴν εἶναι βούλονται, καθάπερ καὶ τὴν φύσιν, ἀλλ’ ὑγρότερον μὲν καὶ ψυχρότερον τὸ τῆς φύσεως, ξηρότερον δὲ καὶ θερμότερον τὸ τῆς ψυχῆς. ὥστε καὶ τοῦθ’ ὕλη μέν τις οἰκεία τῆς ψυχῆς ἐστι τὸ πνεῦμα, τὸ δὲ τῆς ὕλης εἶδος ἤτοι κράσεως, ἐν συμμετρίᾳ γιγνομένης τῆς ἀερώδους τε καὶ πυρώδους οὐσίας. οὔτε γὰρ ἀέρα μόνον οἷόν τε φάναι τὴν ψυχὴν, οὔτε πῦρ, ὅτι μήτε ψυχρὸν ἄκρως ἐμφανῇ γίγνεσθαι ζώου σῶμα, μήτε ἄκρως θερμὸν, ἀλλὰ μηδὲ ἐπικρατούμενον ὑπὸ θατέρου κατὰ μεγάλην ὑπεροχὴν, ὅπου γε, κᾀν βραχεῖ πλεῖον γένηται τοῦ συμμέτρου, πυρέττει μὲν τὸ ζῶον ἐν ταῖς τοῦ πυρὸς ἀμέτροις ὑπεροχαῖς, καταψύχεται δὲ καὶ πελιδνοῦται καὶ δυσαίσθητον ἢ παντελῶς ἀναίσθητον γίνεται κατὰ τὰς τοῦ ἀέρος κράσεις. οὗτος γὰρ αὐτὸς, ὅσον μὲν ἐφ’ ἑαυτῷ, ψυχρός ἐστιν, ἐκ δὲ τῆς πρὸς τὸ πυρῶδες στοιχεῖον ἐπιμιξίας εὔκρατος γίνεται. δῆλον οὖν ἤδη σοι γέγονεν, ὡς ἡ τῆς ψυχῆς οὐσία κατὰ ποιὰν κρᾶσιν ἀέρος τε καὶ πυρὸς γίνεται κατὰ τοὺς Στωϊκοὺς, καὶ συνετὸς μὲν ὁ Χρύσιππος ἀπείργασται διὰ τὴν τούτων εὔκρατον μίξιν, οἱ δὲ Ἱπποκράτους υἱεῖς, οὓς ἐπὶ μωρίᾳ σκώπτουσιν οἱ κωμικοὶ, διὰ τὴν ἄμετρον θέρμην. ἴσως οὖν τις ἐρεῖ, μήτε Χρύσιππον ἐπαινεῖσθαι δεῖν ἐπὶ συνέσει, μήτ’ ἐκείνους ἐπὶ μωρίᾳ ψέγεσθαι. παραπλησίως δὲ καὶ εἰς τὰ τοῦ θυμοειδοῦς ἔργα καὶ πάθη μήτε τοὺς εὐτόλμους ἐπαινεῖσθαι χρῆν, μήτε τοὺς ἀτόλμους ψέγεσθαι. περὶ μὲν οὖν τούτων ὀλίγον πρόσθεν ἐπισκεψόμεθα. Νῦν δ’ οἷς ἐξ ἀρχῆς προὐθέμην, προσθήσω τὰ λείποντα, τοσοῦτον ἔτι πάλιν ἐπειπὼν, ὡς οὐχ οἷόν τ’ ἐστὶ πάντα δεικνύειν ἐν ἅπασι, καὶ ὡς δυοῖν οὐσῶν αἱρέσεων ἐν φιλοσοφίᾳ κατὰ τὴν πρώτην τομὴν, (ἔνιοι μὲν γὰρ ἡνῶσθαι τὴν κατὰ τὸν κόσμον οὐσίαν ἅπασαν, ἔνιοι δὲ διῃρῆσθαί φασι κενοῦ παραπλοκῇ,) τὴν δευτέραν αἵρεσιν ἐφωράσαμεν οὐκ ἀληθῆ δι’ ἐκείνων τῶν ἐλέγχων, οὓς ἐν τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐγράψαμεν. πρὸς δὲ τὸν παρόντα λόγον ὑπόθεσιν λαβόντες ἀλλοιοῦσθαι τὴν οὐσίαν ἡμῶν, καὶ τὴν κρᾶσιν αὐτῆς ἐν ὁμοιομερεῖ ἐργάζεσθαι τὸ φυσικὸν σῶμα, τὴν τῆς ψυχῆς οὐσίαν ἐδείξαμεν κατὰ τὴν κρᾶσιν συνισταμένην, ἐάν γε μή τις αὐτὴν ὑπόθηται, καθάπερ ὁ Πλάτων, ἀσώματον ὑπάρχειν, ἄνευ τοῦ σώματος εἶναι δυναμένην. ὑποθεμένοις δὲ τοῦτο τὸ ὑπὸ τῆς τοῦ σώματος κράσεως ἐνεργεῖν κωλύεσθαι τὰς οἰκείας ἐνεργείας ἱκανῶς μὲν ἤδη δέδεικται, προστεθήσονται δὲ καὶ ἄλλαι τινὲς ἀποδείξεις. ἀλλὰ νῦν γε καὶ τούτου τοῦ τρόπου εἰρημένου, τὸν περὶ τῶν κράσεων λόγον προσθεῖναι δοκεῖ μοι βέλτιον εἶναι. δυνήσονται γὰρ λέγειν οἱ τὴν ψυχὴν εἶδος εἶναι τοῦ σώματος ἡγούμενοι, τὴν συμμετρίαν τῆς κράσεως, οὐ τὴν ξηρότητα, συνετωτέραν αὐτὴν ἐργάζεσθαι, καὶ ταύτῃ διαφωνήσουσι τοῖς ἡγουμένοις, ὅσῳ περ ἂν ἡ κρᾶσις γίνηται ξηροτέρα, τοσούτῳ καὶ τὴν ψυχὴν ἀποτελεῖσθαι ξυνετωτέραν, ἀλλ’ εἰ καὶ ξηρότητα μὴ ξυγχωρῆσαι ἐναντίαν εἶναι συνέσεως, εἴ γε μὴν ὑφ’ Ἡρακλείτου. καὶ γὰρ οὗτος οὕτως εἶπεν, αὐγὴ ξηρὴ, ψυχὴ σοφωτάτη, τὴν ξηρότητα πάλιν ἀξιῶν εἶναι συνέσεως αἰτίαν. τὸ γὰρ τῆς αὐγῆς ὄνομα τοῦτ’ ἐνδείκνυται, καὶ βελτίονά γε δόξαν ταύτην εἶναι νομιστέον, ἐννοήσαντας καὶ τοὺς ἀστέρας αὐγοειδεῖς τε ἅμα καὶ ξηροὺς ὄντας ἄκραν σύνεσιν ἔχειν. εἰ γὰρ μή τις αὐτοῖς ὑπάρχειν τοῦτο φαίη, δόξει τῆς τῶν θεῶν ὑπεροχῆς ἀναίσθητος εἶναι. διὰ τί τοίνυν εἰς ἔσχατον ἀφικνούμενοι γῆρας παρεληρήθησαν οὐκ ὀλίγοι, τῆς τοῦ γήρως ἡλικίας ἐπιδεδειγμένης εἶναι ξηρᾶς; οὐ διὰ τὴν ξηρότητα φήσομεν, ἀλλὰ διὰ τὴν ψυχρότητα· φανερῶς γὰρ  αὕτη πᾶσι τοῖς ἔργοις τῆς ψυχῆς λυμαίνεται. ἀλλὰ ταῦτα μὲν, εἰ καὶ πάρεργά ἐστιν, ἀλλ’ ἐναργῶς τῆς προκειμένης νῦν ἡμῖν πραγματείας ἐνδείκνυται τὰ τῆς ψυχῆς ἔργα καὶ πάθη ταῖς τοῦ σώματος ἑπόμενα κράσεσιν. εἰ μὲν εἴδους ἐστὶν ὁμοιομεροῦς σώματος ἡ ψυχὴ, τὴν ἀπόδειξιν ἐξ αὐτῆς τῆς οὐσίας ἕξομεν ἐπιστημονικωτάτην· εἰ δ’ ὑποθώμεθα ταύτην ἀθάνατον εἶναι, φύσιν ἰδίαν ἔχουσαν, ὃ Πλάτων ἔλεγεν, ἀλλὰ τό γε δεσπόζεσθαι καὶ δουλεύειν τῷ σώματι, καὶ κατ’ αὐτὸν ἐκεῖνον ὁμολογεῖται, διά τε τὴν τῶν βρεφῶν ἄνοιαν καὶ τὴν τῶν ἐν γήρᾳ ληρούντων, ἔτι τε τῶν εἰς παραφροσύνην, ἢ μανίαν, ἢ ἐπιλησμοσύνην, ἢ ἄνοιαν ἀφικνουμένων ἐπὶ φαρμάκων δόσεσιν, ἤ τισιν ἐν τῷ σώματι γεννηθεῖσι μοχθηροῖς χυμοῖς. ἄχρι μὲν γὰρ τοῦ λήθην, ἢ ἄνοιαν, ἢ ἀκινησίαν, ἢ ἀναισθησίαν ἕπεσθαι τοῖς εἰρημένοις, ἐμποδίζεσθαι φαίη τις ἂν αὐτὴν ἐνεργεῖν αἷς ἔχει φύσει δυνάμεσιν· ὅταν δὲ οἴηται βλέπειν τὰ μὴ βλεπόμενα, καὶ ἀκούειν ἃ μηδεὶς ἐφθέγξατο, καὶ φθέγγηταί τι τῶν αἰσχρῶν, ἢ ἀποῤῥήτων, ἢ ὅλως ἀνοήτων, οὐ μόνον ἀπωλείας ἐστὶ τεκμήριον ὧν εἶχε δυνάμεων ἡ ψυχὴ συμφύτων, ἀλλὰ τῆς τῶν ἐναν τίων ἐπεισόδου. τοῦτο μὲν οὖν ἤδη καὶ ὑποψίαν τινὰ ἀφαιρεῖ μεγάλην ὅλῃ τῇ τῆς ψυχῆς οὐσίᾳ, μὴ οὐκ ἀσώματος ᾖ. πῶς γὰρ ἂν ὑπὸ τῆς τοῦ σώματος κοινωνίας εἰς τὴν ἐναντίαν ἑαυτῆς φύσιν ἀχθείη μήτε ποιότης τις οὖσα τοῦ σώματος, μήτ’ εἶδος, μήτε πάθος, μήτε δύναμις; ἀλλὰ τοῦτο μὲν ἐάσωμεν, ἵνα μὴ τὸ πάρεργον ἡμῖν γένηται αὖ πολὺ μεῖζον ἔργου οὗ προὐθέμεθα. οὐδ’ ὑπὸ τῶν τοῦ σώματος κακῶν δυναστεύεσθαι τὴν ψυχὴν ἐναργῶς ἐν μελαγχολίαις, καὶ φρενίτισιν, καὶ μανίαις φαίνεται. τὸ μὲν γὰρ ἀγνοῆσαι διὰ νόσημα σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους, ὅπερ ὅ τε Θουκυδίδης ἐκβῆναι πολλοῖς φησιν, ἔν τε τῇ λοιμώδει νόσῳ τῇ νῦν γενομένῃ ἔτεσιν οὐ πολλοῖς, ἣν καὶ ἡμεῖς ἐθεασάμεθα, παραπλήσιον εἶναι δόξει τῷ μὴ βλέπειν διὰ λήμην, ἢ ὑπόχυσιν, οὐδὲν αὐτῆς τῆς ὀπτικῆς δυνάμεως πεπονθυίας. τὸ δ’ ἀνθ’ ἑνὸς τρία βλέπειν αὐτῆς τῆς ὀπτικῆς δυνάμεώς ἐστι μέγιστον πάθος, ὃ τῷ φρενιτίζειν ἔοικεν.