ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΡΙΣΤΗΣ ΚΑΤΑΣΚΕΥΗΣ ΤΟΥ ΣΩΜΑΤΟΣ ΗΜΩΝ ΒΙΒΛΙΟΝ. Τίς ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος ἡμῶν; ἆρά γε ἡ εὐκρατοτάτη, καθάπερ ἔδοξε πολλοῖς μὲν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων; ἢ τὴν μὲν ἀρίστην ἀναγκαῖον εὐκρατοτάτην ὑπάρχειν, οὐ μὴν τήν γε εὐκρατοτάτην ἀρίστην ἐξ ἀνάγκης; ἡ μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ σύμμετρος κρᾶσις ὑγεία τῶν ὁμοιομερῶν ἐστι μελῶν τοῦ σώματος ἡμῶν· ἡ δὲ ἐκ τούτων ἁπάντων διάπλασις τοῦ ζώου ἐν θέσει καὶ μεγέθει καὶ σχήματι καὶ ἀριθμῷ τῶν συνθέντων ὑπάρχει. καὶ δόξειεν ἂν ἐγχωρεῖν τὸ ἐκ τῶν πλείστων μορίων εὐκράτων συγκείμενόν τι σῶμα παρὰ τὸ μέγεθος αὐτῶν ἢ τὸν ἀριθμὸν, ἢ τὴν διάπλασιν, ἢ τὴν πρὸς ἄλληλα σύνταξιν ἡμαρτῆσθαι. πειρατέον οὖν ὑπὲρ ἁπάντων τούτων ἐφεξῆς διελθεῖν ἀρξαμένους ἀπὸ τῶν ὀνομάτων, οἷς ἐξ ἀνάγκης χρώμεθα κατὰ τὸν λόγον, ἐπειδὴ καὶ περὶ τούτων ἐρίζουσί τινες, οἱ μὲν κατασκευὴν ἀρίστην, οἱ δὲ διάθεσιν, οἱ δὲ σχέσιν, οἱ δὲ ἕξιν, ἢ φύσιν σώματος, ἢ ὅπως ἂν ἑκάστῳ δόξειε λέγειν ἀξιοῦντες. ἐγὼ δὲ τὸ μὲν, ὡς ἄν τῳ παρασταίη, ποιεῖσθαι τὴν ἑρμηνείαν οὐ μέμφομαι· τὸ δ’ ἐγκαλεῖν τοῖς ἑτέροις ὀνόμασιν οὐκ ἐπαινῶ, τὴν πλείστην καὶ μεγίστην φροντίδα τῶν πραγμάτων αὐτῶν, ὑπὲρ ὧν ὁ λόγος ἐστὶ, ἡγούμενος χρῆναι ποιεῖσθαι μᾶλλον ἢ τῶν ὀνομάτων. εἴτ’ οὖν ἀρίστην κατασκευὴν σώματος, εἴτε διάθεσιν, εἴτε ἕξιν, εἴτε σχέσιν, εἴτε φύσιν, εἴθ’ ὁπωσοῦν ἑτέρως ὀνομάζειν ἐθέλοι τις, οὕτω θέμενος, ἐὰν ἀπό τε τῆς ὁμολογουμένης ἐννοίας ἄρξηται, καὶ προϊὼν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν ἐν τάξει τινὶ καὶ μεθόδῳ ποιῆται τὴν ζήτησιν, ἐπαινέσομαι τοῦτον ἐγὼ πολὺ μᾶλλον, ἢ εἰ περὶ ὀνομάτων πάνδεινός τίς μοι φαίνοιτο. καὶ τοίνυν καὶ ἡμεῖς οὕτως ποιῶμεν ἀπὸ τῆς κοινῆς ἐννοίας ἀρξάμενοι, καὶ ταύτην διορισάμενοι μεθόδῳ προΐωμεν ἐπὶ τὸ συνεχὲς τῆς σκέψεως. Τίς οὖν κοινὴ πᾶσιν ἀνθρώποις ἐστὶν ἔννοια ἀρίστης κατασκευῆς σώματος; ἀκοῦσαι μὲν γὰρ ἔστιν οὐχ ὁμοίως αὐτῶν λεγόντων τῇ λέξει, νοούντων δ’ ἁπάντων ἓν καὶ ταὐτὸν πρᾶγμα. τὸ γοῦν ὑγιεινότατον σῶμα πάντες μὲν ἑξῆς ἐπαινοῦσιν, ὥσπερ οὖν καὶ τὸ εὐεκτικώτατον, εἰς ἓν πρᾶγμα βλέποντες ἀμφότεροι, καὶ τούτῳ τὴν διάνοιαν ἐπιβαλόντες, οὐ μὴν οὔτε διηρθρωμένως αὐτὸ νοοῦντες οὔθ’ ἑρμηνεῦσαι σαφῶς ἐπιστάμενοι. καὶ γὰρ καὶ τὰς ἐνεργείας ἁπάντων τῶν τοῦ σώματος μορίων εὐρώστους ἔχειν ἀξιοῦσι, καὶ μὴ ῥᾳδίως ὑπὸ τῶν νοσωδῶν αἰτιῶν νικᾶσθαι. τούτων δὲ τὸ μὲν ἐν ταῖς ἐνεργείαις κατὰ φύσιν ὑγεία, τὸ δὲ μετὰ ῥώμης τινὸς εὐεξία. κοινὸν δ’ ἀμφοῖν τὸ μὴ ῥᾳδίως ἁλίσκεσθαι νόσοις. ὥστε εὐεκτικὴ μὲν πάντων ἐστὶν ἡ ὑγιεινοτάτη κατάστασις, ἧς ἅπαντες ἄνθρωποι γλίχονται· συμβέβηκε δ’ αὐτῇ τό τ’ ἐν ταῖς ἐνεργείαις κατωρθωμένον καὶ τὸ δύσλυτον. ταύτῃ τοι καὶ δεόντως εὐεξία κέκληται. ἐμφαίνονται μὲν ἤδη καὶ αὐτοῦ τοῦ τῆς ἕξεως ὀνόματος τὸ μόνιμόν τε καὶ δύσλυτον, οὐ μὴν ἀλλ’ ἐπὶ μᾶλλον ἔτι τοῦ τῆς εὐεξίας, ὡς ἂν ἀρίστης τινὸς ἕξεως ὑπαρχούσης. ὥστε καὶ κατασκευὴν ἀρίστην σώματος εἴτε τὴν ὑγιεινοτάτην εἴτε τὴν εὐεκτικωτάτην εἴποιμεν, οὐχ ἁμαρτησόμεθα, καὶ κρινοῦμεν αὐτὴν τῷ δυσλύτῳ τῶν κατωρθωμένων ἐνεργειῶν. ἐπεὶ δὲ τοῦτ’ ἤδη διώρισται, σκεπτέον ἐφεξῆς, ἥτις ἐστὶν ἡ οὐσία τῆς τοιαύτης τοῦ σώματος ἕξεως. ἀρχὴ δὲ κᾀνταῦθα τῆς εὑρέσεως, εἰ ζητήσαιμεν, ὅπως διακειμένου τοῦ σώματος ἐνεργοῦμεν ἄριστα. χρὴ τοίνυν εἰς τοῦτο τῶν ἤδη δεδειγμένων ἐν ἑτέροις ὑπομνήμασιν ἀναμνησθῆναι· πρῶτον μὲν, ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ σώματα ἡμῶν κέκραται. δέδεικται δὲ περὶ τούτου ἐν τῇ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων πραγματείᾳ. δεύτερον δὲ τοῦ διορίσασθαι τὰς κράσεις τῶν μορίων. εἴρηται δὲ καὶ περὶ τούτων ἐν τοῖς περὶ τῶν κράσεων ὑπομνήμασιν. ἐφεξῆς δὲ τούτων, ὡς ἕκαστον μὲν τῶν ὀργανικῶν τοῦ σώματος μελῶν ἓν ἔχει τῶν ἐν ἑαυτῷ μορίων αἴτιον τῆς ἐνεργείας, τὰ δ’ ἄλλα σύμπαντα τὰ πληροῦντα τὸ πᾶν ὄργανον ἐκείνου χάριν ἐγίνετο. δέδεικται δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν τῆ περὶ χρείας μορίων πραγματείᾳ. εἴη ἂν οὖν ἀρίστη κατασκευὴ τοῦ σώματος, ἐν ᾗ τὰ ὁμοιομερῆ πάντα (καλεῖται δ’ οὕτως δηλονότι τὰ πρὸς αἴσθησιν ἁπλᾶ) τὴν οἰκείαν ἔχει κρᾶσιν. ἡ δὲ ἐκ τούτων ἑκάστου τῶν ὀργανικῶν σύνθεσις ἔν τε τοῖς μεγέθεσιν αὐτῶν, καὶ τοῖς πλήθεσι, καὶ ταῖς διαπλάσεσι, καὶ ταῖς πρὸς ἄλληλα συντάξεσιν ἐμμετρότατα κατεσκεύασται. ὅ τι γὰρ ἁπάσαις ταῖς ἐνεργείαις ἄριστα διάκειται, τοῦτο καὶ δυσπαθέστατον εἶναι ἁπάντων τῶν ἄλλων σωμάτων οὐ χαλεπῶς ἄν τις ἐξεύροι. ὃ γὰρ ἂν ἐνεργῇ μόριον ἄριστα, τοῦτο τῆς μὲν τῶν ὁμοιομερῶν  εὐκρασίας καὶ τῆς τῶν ὀργάνων συμμέτρου κατασκευῆς ἔκγονον ὑπάρχει. τοιοῦτον δέ ἐστι τὸ προειρημένον σῶμα· δῆλον οὖν ὡς ἐνεργήσει πάντων ἄριστα. ὅτι δὲ καὶ δυσπαθέστατόν ἐστιν, ᾧδ’ ἂν μάλιστα μάθοις. Αἱ βλάβαι τοῖς σώμασιν ἡμῶν, αἱ μὲν ἀπὸ τῶν ἔξωθεν αἰτιῶν, αἱ δ’ ἀπὸ τῶν τῆς τροφῆς ὁρμῶνται περιττωμάτων. αἱ μὲν ἀπ’ αὐτῶν τῶν ἔξωθεν αἰτιῶν ἐγκαυθεῖσί τε καὶ ψυχθεῖσιν, ὑγρανθεῖσί τε καὶ ξηρανθεῖσι πέρα τοῦ προσήκοντος. ἐν τούτῳ δὲ τῷ γένει καὶ κόπους, καὶ λύπας, καὶ ἀγρυπνίας, καὶ φροντίδας ὅσα τ’ ἄλλα τοιαῦτα θετέον. ἀπὸ δὲ τῶν τῆς τροφῆς περιττωμάτων διτταὶ μὲν κατὰ γένος, ὅτι καὶ ταῦτα διττὰ, τὰ μὲν τῷ ποσῷ, τὰ δὲ τῷ ποιῷ διοχλοῦνται, πολυειδεῖς δὲ κατ’ εἶδος. ὅτι μὲν οὖν τοῖς ἔξωθεν αἰτίοις τὸ συμμέτρως διακείμενον σῶμα δυσάλωτόν ἐστι, πρόδηλον μὲν κᾀξ αὐτῆς τῆς εὐκρασίας, χαλεπῶς καὶ μόγις εἰς ἀμετρίαν κράσεως ἀφικνουμένης τῷ πάντη τῶν ἄκρων ἀφεστάναι πλεῖστον. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ καλῶς ἐνεργεῖν ἄριστ’ ἂν εἴη παρεσκευασμένον εἰς δυσπάθειαν, ἥκιστα καμάτοις ἁλισκόμενον. ὑπάρχει δ’ εὐθὺς τῷ τοιούτῳ σώματι καὶ εὐχυμότατον τῶν ἄλλων ἁπάντων εἶναι, ὥστε καὶ λύπης, καὶ θυμοῦ, καὶ ἀγρυπνίας, καὶ φροντίδος, ὄμβρων τε καὶ αὐχμῶν, καὶ λοιμῶν, καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν νοσερῶν αἰτιῶν ῥᾷον τῶν ἄλλων ἀνέξεται σωμάτων. μάλιστα γὰρ δὴ τὰ κακόχυμα πρὸς τῶν τοιούτων αἰτιῶν ἐξελέγχεται ῥᾳδίως, ὡς ἂν ἤδη καὶ καθ’ ἑαυτῶν πλησίον ἡκουσῶν νόσων. οὕτω μὲν ὑπὸ τῶν ἔξωθεν ἡμῖν προσπιπτόντων καὶ λυπούντων τὸ σῶμα δυσαλωτότατός ἐστιν ἡ εἰρημένη διάθεσις. ὅτι δὲ οὐδ’ ὑπὸ τῶν τῆς τροφῆς περιττωμάτων εὐάλωτος ὑπάρχει νόσοις, ᾧδ’ ἂν μάλιστα καὶ τόδε μάθοις, εἰ λογίσαιο μήτε πλῆθος ἐν τῇ τοιαύτῃ φύσει μήτε κακοχυμίαν οὐδεμίαν ἢ ἀθροίζεσθαι ῥᾳδίως, ἢ ἀθροισθεῖσαν λυμαίνεσθαί τι τοῖς ζώοις. ἥ τε γὰρ συμμετρία τῶν φυσικῶν ἐνεργειῶν πρὸς ἀλλήλας καὶ ἡ καθ’ ἑκάστην αὐτῶν ἀρετὴ καὶ γίνεσθαι κωλύει τὰ περιττώματα, καὶ γεννώμενα ῥᾳδίως ἐκκρίνει, κᾂν εἰ μείνειε δέ ποτε μέχρι πλείονος, ἥκιστα νικᾶται πρὸς αὐτῶν. τὸ μὲν γὰρ ὑπὸ τῶν νοσερῶν αἰτιῶν ῥᾳδίως νικᾶσθαι ταῖς ἀσθενέσι τε καὶ δυσκράτοις φύσεσιν ὑπάρχει, τὸ δ’ ἀντέχειν ἐπὶ πλεῖστον ταῖς εὐκράτοις καὶ ἰσχυραῖς, ὁποίαν εἶναι τὴν ἀρίστην ἔφαμεν. ἔχεις δ’ αὐτῆς ἐν μὲν τοῖς περὶ κράσεων ὑπομνήμασιν ὡς εὐκράτου τὰ γνωρίσματα, κατὰ δὲ τὸ ἑπτακαιδέκατον τῆς περὶ χρείας μορίων ὡς συμμέτρως ἐχούσης τοῖς ὀργανικοῖς μορίοις, καὶ νῦν δ’ ἂν οὐδὲν ἧττον ἐκ τῶν νῦν εἰρησομένων ἀναμνησθείης αὐτῶν. ἐπειδὴ γὰρ οὐκ ἐστενωμένον, οὐδ’ ἁπλοῦν ἀκριβῶς, οὐδ’ ἄτμητον πρᾶγμα τὴν ὑγείαν ἐδείξαμεν ἐν τοῖς περὶ αὐτῆς λόγοις, ἀλλ’ εἰς ἱκανὸν πλάτος ἐκτείνεσθαι δυναμένην, δοκεῖ μοι καλῶς ἔχειν, εἰ μέλλει χρήσιμος ὁ λόγος ἔσεσθαι τοῖς ἐργαζομένοις τὴν τέχνην, μὴ μόνον τὸ σπάνιον ἐν αὐτῷ σῶμα καὶ οἷον παράδειγμα τοῦ Πολυκλείτου κανόνος ἐν τῷ λόγῳ πλάττειν, ἀλλὰ καὶ τῶν ἀπολειπομένων μὲν αὐτοῦ κατά τι, μὴ μέντοι κατάφωρον ἤδη καὶ μέγα τὸ σφάλμα κεκτημένων ἀναμνησθῆναι. τό τε γὰρ ἑτοίμως γνωρίζειν τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος, εἰ καὶ σπανίως ἡ γένεσις αὐτοῦ, καὶ τὸ τὰς ἄλλας ἁπάσας, αἷς ὁμιλοῦμεν ὁσημέραι, διαγινώσκειν ῥᾳδίως οὕτως ἂν μάλιστα ἡμῖν ὑπάρξαι. τὸ μὲν γὰρ ἄκρως ἐν ἅπασι κατωρθωμένον, ὡς μήτε τῶν ὁμοιομερῶν μήτε τῶν ὀργανικῶν μορίων μηδὲν ἔχειν ἀμέτρως διακείμενον, οὐ πάνυ τι συνεχῶς, ἀλλ’ ἐν μακροτέραις χρόνων περιόδοις εἴωθε γίνεσθαι, τὸ δ’ ἀπολειπόμενον βραχὺ τοῦδε κᾂν συνεχῶς θεάσαιο. Τὸ μὲν οὖν ἀκριβῶς εὔκρατον μέσον ἐστὶν ἁπλοῦ τε καὶ σκληροῦ, καὶ δασέος καὶ ψιλοῦ τριχῶν, καὶ φλέβας εὐρείας ἔχοντος ἢ στενὰς, καὶ σφυγμοὺς μεγάλους ἢ μικρούς. τὸ δ’ ἀκριβῶς σύμμετρον τοῖς ὀργανικοῖς μορίοις ἑνὶ κεφαλαίῳ περιληφθὲν, οἷός περ ὁ Πολυκλείτου κανὼν ὑπάρχειν ἐλέγετο. ὅσα δὲ ἤδη θερμότερα τοῦ προσήκοντός ἐστιν, οὐ μὴν πολλῷ γε, ψυχρότερα δὲ καὶ ὑγρότερα καὶ ξηρότερα μετρίως, καίτοι μέρος ἓν οὐκ ὀρθῶς διαπεπλασμένον ἔχοντα, ταῦτα σύμπαντα καὶ πλεονεκτεῖν ἐνίοτε τοῦ συμμέτρου δόξειεν. αὐτίκα τὸ μὲν σκληρότερον αὐτοῦ σῶμα δυσπαθέστερόν ἐστιν ἅπασι τοῖς ἔξωθεν αἰτίοις, τὸ δ’ ἁπαλώτερον τοῖς ἔνδοθεν. οὕτω δὲ καὶ τὸ μὲν πυκνότερον τοῖς ἔξωθεν, τὸ δὲ ἀραιότερον τοῖς ἔνδοθεν. τὸ γοῦν ὑφ’ Ἱπποκράτους εἰρημένον ἐν τῷ περὶ τροφῆς· Ἀραιότης σώματος εἰς διαπνοὴν, οἷς πλεῖον ἀφαιρέεται, ὑγιεινότερον, οἷς ἔλασσον, νοσωδέστερον· περὶ τῶν ἐκ τῆς τροφῆς περιττωμάτων εἰς ὑγείαν καὶ νόσον συντελούντων εἴρηται. οὐ γὰρ δή γε περὶ τῶν ὑγιεινῶν ἁπλῶς ἢ νοσερῶν σωμάτων ἐν ἐκείνῳ τῷ βιβλίῳ προὔκειτο λέγειν αὐτῷ, ἀλλὰ περὶ πάντων τῶν ἐκ τῆς τροφῆς γινομένων ἀγαθῶν τε καὶ κακῶν τὸν λόγον ποιούμενος εὐλόγως ἐμνημόνευσε καὶ τῶν, ὅσον ἐπὶ τοῖς ἐξ αὐτῶν περιττώμασιν, ὑγιεινῶν καὶ νοσερῶν σωμάτων. τὸ μὲν γὰρ ἀραιότερον ὑγιεινότερον, ὅσον ἐπὶ τοῖσδε, τὸ δὲ πυκνότερον νοσερώτερον. ἔμπαλιν δὲ τοῖς ἔξωθεν αἰτίοις ἅπασιν τὸ μὲν ἀραιότερον εὐαλωτότερον,  τὸ δὲ πυκνότερον δυσπαθέστερον. ὥστε τὸ σύμμετρον σῶμα πρὸς τοῖς ἄλλοις ἀγαθοῖς οὐδ’ ἀραιὸν ἢ πυκνὸν ἔχομεν εἰπεῖν, ἀλλ’ ὥσπερ τῶν ἄλλων ὑπερβολῶν μέσον, οὕτω καὶ τῶνδε πλεονεκτεῖ κατά τι τῶν ὑπερβαλλόντων ἑκάτερον. τὸ μὲν γὰρ πυκνότερον ἧττον τοῖς ἔξωθεν αἰτίοις εὐάλωτον, τὸ δ’ ἀραιότερον τοῖς ἔνδοθεν. ἀμφοτέροις δὲ δυσάλωτον ἀκριβῶς μὲν οὐκ ἂν εὕροις οὐδὲν, μετρίως δέ πως τὸ μέσον ἁπασῶν τῶν ὑπερβολῶν, ὃ δὴ καὶ πάντων σωμάτων ὑγιεινότατον εἶναί φαμεν. οὕτω δὲ καὶ τὸ μὲν ξηρότερον τοῦ συμμέτρου σώματος τοῖς ὑγραίνουσιν αἰτίοις ἅπασίν ἐστι δυσαλωτότερον, τὸ δ’ ὑγρότερον τοῖς ξηραίνουσιν. ὥσθ’, ὅπερ μοι ἐλέχθη μικρῷ πρόσθεν, οὐ πάντα πάντων ἐστὶ δυσπαθέστατον τὸ μέσον, ἀλλ’ ἑκάστου μὲν καθ’ ἕν τι χεῖρον, ἁπάντων δὲ αἱρετώτατον. ὅτι δ’ οὐκ ἀναγκαῖον, ἢ μέγα τὸ τοιοῦτον, ἢ μικρὸν, ἢ μέσον ὑπάρχειν, εἴρηται μὲν κᾀν τοῖς περὶ κράσεων, οὐδὲν δ’ ἧττον εἰρήσεται καὶ νῦν· ὡς τὸ μὲν μέγα καὶ διὰ πλῆθος ὕλης, τὸ δὲ σμικρὸν καὶ διὰ βραχύτητα γίνεται τοιοῦτον, ὥσπερ ἀνδριὰς μέγας μὲν ἐκ χαλκοῦ πολλοῦ, μικρὸς δὲ ἐξ ὀλίγου, σύμμετρον δ’ εἶναι τοῖς μορίοις ἑκάτερον οὐδὲν κωλύει. καὶ δὴ καὶ σῶμα τὸ μὲν μήτ’ εἶναι πυκνὸν ἐπιδήλως, μήτ’ ἀραιὸν, μήτε σκληρὸν, μήτε μαλακὸν, μήτε λάσιον, μήτε ψιλὸν, εὐκρατότατόν ἐστιν, ὁπηλίκον ἦν μεγέθει· εἰ δὲ καὶ τὰς συμμετρίας τῶν ὀργανικῶν μορίων τὰς πρὸς ἄλληλα σώζοι, κάλλιστόν τε ἂν οὕτως ἰδέσθαι κατωρθωμένον τελέως ἐν τῇ κατασκευῇ ὑπάρχον. τὸ δὲ μεῖζον τοῦ δέοντος, ἢ σμικρότερον, κατὰ διττὰς αἰτίας γίνεται· τὸ μὲν μεῖζον ἢ διὰ πλεονεξίαν ὑγρότητος, ἢ ὕλης, τὸ δ’ ἔλαττον ἢ διὰ ξηρότητα κρατοῦσαν, ἢ ὕλης ἔνδειαν. αὔξησις μὲν γὰρ, ἔστ’ ἂν τὰ ὀστᾶ κρατυνθῇ, κρατύνεται δὲ ἐπὶ σμικρῷ μεγέθει δι’ ὕλης ἔνδειαν ἢ ξηρότητα. ὥστε οὐχ ἁπλῶς οὔτε τὸ μέγεθος ὑγρότητος σημεῖον οὔθ’ ἡ σμικρότης ξηρότητος. παύεται γὰρ τῆς αὐξήσεως ἢ πρωϊαίτερον ἢ ὀψιαίτερον ἕκαστον ἐπὶ διττῇ προφάσει. ὥστε ἀλλ’ εἰ μὲν τὸ μέγα, καὶ μαλακὸν εὐθὺς ὑπάρχει, τὸ δὲ σμικρὸν, σκληρὸν, εἴη ἂν οὕτω τὸ μὲν ὑγρὸν, τὸ δὲ ξηρόν. ἀλλ’ εἰ ταῦτα ἀχώριστα, περιττὸν εἰς μέγεθος ἢ σμικρότητα βλέπειν· ἀρκεῖ γὰρ τὰ τῶν κράσεων ἴδια γνωρίσματα. διῄρηται δὲ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς περὶ κράσεων. εἴπερ οὖν ταῦθ’ οὕτως ἔχει, τὴν ἀρίστην κατασκευὴν ἐν δυοῖν τούτοιν θετέον, εὐκρασίᾳ μὲν τῶν ὁμοιομερῶν, συμμετρίᾳ δὲ τῶν ὀργανικῶν.