Πρὸς ταῦτ’ οὖν οὐδὲν ἔχοντες λέγειν, ὥσπερ ἐπί τινα βωμὸν ἐλέους καταφεύγουσι τὴν Πυῤῥωνείαν ἀγροικίαν, οὐκ ὀρθῶς ἔχειν φάσκοντες, ὑποβάλλεσθαι διαλεκτικαῖς περιεργίαις ἰατρικὴν θεωρίαν. εἶθ’ ἡμῶν ἐρωτώντων αὖθις αὐτοὺς, εἰ τοῖς ὁμολογουμένοις λήμμασιν ἐπιφέρειν ὁτιοῦν ἔξεστιν, ἢ μέθοδός τίς ἐστι καὶ τέχνη ἡ διδάσκουσα, τίνων ὁμολογηθέντων τί περαίνεται, πρὸς μὲν ταῦτα οὐδὲν ἀποκρίνονται, μάχης δ’ ὑπαρχούσης, τί γὰρ  δὴ καὶ ἔχουσιν ἀποκρίνασθαι; νοῦν ἔχειν ἐναργῶς οὐκ ἔστιν οὐδεμία μέθοδος, ἀλλ’ ἔξεστιν ἁπλῶς ἐπιφέρειν ὁτιοῦν τοῖς δοθεῖσι λήμμασιν, ὡς ἔστι μὲν, οὐ χρηστέον δ’ αὐτῷ πρὸς τὰς ἀποδείξεις. ἀλλ’ ἀμφότερα δεινῶς ἄτοπα. τὸ μὲν γὰρ πρότερον εἰ φαῖεν, ὥσπερ οὖν ἤδη τις ἀναισχυντήσας ἀπετόλμησεν εἰπεῖν, ἑξῆς γε ἀκούσονται παρ’ ἡμῶν τοιούτους λόγους, οἵουσπερ κᾀκεῖνος ἤκουσεν. αἱ ἀρτηρίαι διχίτωνές εἰσιν, ἀλλὰ καὶ τὸ αἷμα ξανθόν ἐστιν, οὐκ ἄρα πνεῦμα μόνον, ἀλλὰ καὶ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι. καὶ γελασάντων γε αὐτῶν, συνείροντες ἡμεῖς ἕτερον ἐπηνέγκαμεν λόγον τοιοῦτον· οἱ κόρακες μέλανές εἰσιν, ἀλλὰ καὶ οἱ κύκνοι λευκοί· οὐκ ἄρα πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις περιέχεται. καὶ πάλιν γελῶντες τρίτον γε τοιοῦτον· τὸ πῦρ θερμόν ἐστιν, ἀλλὰ καὶ ἡ χιὼν ψυχρὰ, καὶ σὺ μωρός· οὐκ ἄρα ἐνδέχεται πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις περιέχεσθαι. ἂν γὰρ ὅλον ἐξῇ τοῖς δοθεῖσι λήμμασιν ὁτιοῦν ἐπιφέρειν, καὶ μηδεμία μέθοδος ᾖ τῆς τοῦ συμπεράσματος εὑρέσεως, τί κωλύει τοιούτους ἐρωτᾶσθαι λόγους; ἐὰν δ’ ᾖ τις τέχνη καὶ μέθοδος, αἷσπερ ὁτιοῦν διαγινώσκεται, τίνων ὁμολογηθέντων τί περαίνεται, πότερον ὁ μὴ γιγνώσκων αὐτὴν, ἢ ὁ γινώσκων μὲν, μὴ χρώμενος δὲ δοκεῖ σοι σωφρονεῖν μᾶλλον, ἢ ὅστις γινώσκει καὶ κέχρηται; θαυμάζω δ’ ὑμῶν, ὦ Ἐρασιστράτειοι, πῶς ὑμνοῦντες ἑκάστοτε τὸν Ἐρασίστρατον τά τ’ ἄλλα καὶ ὡς Θεοφράστῳ συνεγένετο, φεύγειν τολμᾶτε τὰς λογικὰς μεθόδους, ὧν χωρὶς οὔτε Θεόφραστος οὔτε Ἀριστοτέλης ἐνεχείρουν τι γράφειν. ταῦτά τινες αὐτῶν μόγις αἰδεσθέντες, ὥσπερ ἐξ ὕπνου βαθέος ἐγερθέντες, οὐκ ἔτ’ ἀγροίκως τε καὶ ἀγρίως, ἀλλ’ ἤδη λογικῶς τε καὶ ἀνθρωπίνως ἐπιγραφέντες ἐπεχείρουν διαλέγεσθαι, καὶ τί, φασὶν, πλέον ἂν περαίνοιτο πρὸς τοῦ λόγου τοῦ, οὐχὶ καὶ αἷμα ἔχουσιν αἱ ἀρτηρίαι καὶ παρὰ καρδίας πληροῦνται πνεύματος, καὶ ἡμεῖς ἤδη μὲν ἔφαμεν αὐτὸ τοῦτο κακῶς ὑμᾶς ἐπιφέρειν· οὐκ ἄρα αἱ ἀρτηρίαι αἷμα περιέχουσιν. μὴ γὰρ τοῦτ’ εἶναι τὸ περαινόμενον, ἀλλὰ τὸ μὴ δύνασθαι συνδραμεῖν εἰς ταὐτὸ, αἷμά τε περιέχεσθαι ταύτας, καὶ παρὰ καρδίας πληροῦσθαι πνεύματος. ἐφεξῆς δέ τοι πάλιν ἐκ τούτου ποτὲ καὶ τὸ περιέχειν αὐτὰς αἷμα συνάγομεν. ἔσται γὰρ ὁ λόγος τοιοῦτος. εἰ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι, οὐ παρὰ καρδίας πληροῦνται πνεύματος· ἀλλὰ μὴν αἷμα περιέχουσιν αἱ ἀρτηρίαι· οὐκ ἄρα παρὰ καρδίας πληροῦνται πνεύματος. ἐφ’ ᾧ πάλιν εἰ βουληθείημεν, τῶν ἔμπροσθεν ἀναμνήσαντες, αὖθις ἐρωτήσομεν ᾧδε· εἰ αἱ ἀρτηρίαι πλήρεις αἵματος ὑπάρχουσιν, καὶ αὗται σφύζουσι τεταγμένως, καὶ ταῖς ἀπ’ αὐτῶν πεφυκυίαις οὐ κωλύουσιν ὡσαύτως κινεῖσθαι, ἢ διὰ τὸ πληροῦσθαι παρὰ τῆς καρδίας πνεύματος σφύζουσιν, ἢ δι’ ἄλλην αἰτίαν· ἀλλὰ μὴν οὐ τὸ πρῶτον· ἄρα τὸ δεύτερον. ἐφεξῆς δ’ αὖθις ἐρωτήσομεν ᾡδί· ἢ διὰ τὸ πληροῦσθαι τοῦ παρὰ καρδίας πνεύματος αἱ ἀρτηρίαι διαστέλλονται, ἢ ὅτι διαστέλλονται, πληροῦνται· ἀλλὰ μὴν οὐ τὸ πρῶτον· ἄρα τὸ δεύτερον, τῷ εἶναί τινα δύναμιν ἐν τοῖς χιτῶσιν αὐτῶν, ὑφ’ ἧς διαστέλλονται, πᾶν ἕλκεται τὸ συνεχὲς ἐκ παντὸς μέρους αὐτῶν, ὅθεν ἂν ἐγχωρῇ. νοήσαις δ’ ἂν ἔτι μᾶλλον ἐπὶ παραδειγμάτων τὴν διαφορὰν πληρουμένου διαστέλλεσθαι, καὶ διαστελλομένου πληροῦσθαι. οἱ μὲν γὰρ ἀσκοὶ καὶ οἱ θύλακοι πληρούμενοι διαστέλλονται· αἱ φύσαι δὲ τῶν χαλκέων διαστελλόμεναι πληροῦνται. τὰς τοίνυν ἀρτηρίας ὅτι μὲν ἢ κατὰ τὸν πρότερον ἢ κατὰ τὸν δεύτερον τρόπον ἀναγκαῖον πληροῦσθαι, παντὶ δῆλον. ὅπως δ’ ἔχει τἀληθὲς, ἐπιδέδεικται ἡμῖν καὶ δι’ ἄλλων ὑπομνημάτων αὐτάρκως, ἀτὰρ οὐχ ἥκιστα καὶ νῦν πέφανται τὸ διαστελλομένας αὐτὰς ἕλκειν ἐκ παντὸς τοῦ πλησιάζοντος διὰ τῶν περάτων τε καὶ τρημάτων ὅ τι περ ἂν ἑτοιμότατα δύνηται πληρῶσαι τὴν διαστολὴν αὐτῶν. ἢ γὰρ τοῦτο πάντως, ἢ θάτερον· ἐδείχθη δὲ ψεῦδος ἐκεῖνο· δῆλον ὡς τοῦτ’ ἀληθές. Ὥσθ’, ὅταν ἀπορῶσι, πῶς εἰς ὅλον τὸ σῶμα παρὰ τῆς καρδίας κομισθήσεται τὸ πνεῦμα πεπληρωμένων αἵματος τῶν ἀρτηριῶν, οὐ χαλεπὸν ἐπιλύσασθαι τὴν ἀπορίαν αὐτῶν, μὴ πέμπεσθαι φάντας, ἀλλ’ ἕλκεσθαι, μήτ’ ἐκ καρδίας μόνης, ἀλλὰ πανταχόθεν, ὡς Ἡροφίλῳ τε καὶ πρὸ τούτου Πραξαγόρᾳ, καὶ Φιλοτίμῳ, καὶ Διοκλεῖ, καὶ Πλειστονίκῳ, καὶ Ἱπποκράτει, καὶ μυρίοις ἑτέροις ἀρέσκει. ὅτι μέντοι τῆς διαστελλούσης τὰς ἀρτηρίας δυνάμεως οἷον πηγή τίς ἐστιν ἡ καρδία, καὶ τοῦθ’ ἑτέρωθι πρὸς ἡμῶν ἐπιδέδεικται, καὶ τοῖς προειρημένοις ἅπασιν ἀνδράσιν ὡμολόγηται, καὶ πολλῷ φυσικώτερόν ἐστιν οὕτω δοξάζειν, ἢ ὡς διά τινων ἀψύχων σωμάτων ἡγεῖσθαι φέρεσθαι δι’ αὐτῶν τὸ πνεῦμα. δυνάμεως γὰρ μεταλήψει τὸ ζῶον τοῦ μὴ ζῶντος, οὐκ οὐσίας περιοχῇ διαφέρει. ἀλλ’ οὐ νῦν περί γε τούτου πρόκειται λέγειν, οὐδ’ ἵν’ ἐπεξέλθοιμι τελέως τὸν λόγον, ὑπηρξάμην αὐτοῦ. δέδεικται γὰρ ἐν ἑτέροις ἱκανῶς περὶ τούτων, καὶ μάλιστ’ ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι, τίσιν ἀπατηθέντες οἱ περὶ τὸν Ἐρασίστρατον οὕτως ἄτοπον δόξαν προσήκαντο, καὶ τούτων τῶν δογμάτων ἠναγκάσθην μνημονεῦσαι. καὶ νῦν ἔτι προσθεὶς αὐτοῖς ἕν τι τῶν ἐξ ἀνατομῆς φαινομένων, ἐνταῦθά που καταπαύσω τὸν  λόγον. ἔστι δὲ τὸ φαινόμενον τόδε. τῶν προφανῶν τε ἅμα καὶ μεγάλων ἀρτηριῶν εἰ ἐθελήσεις ἡντιναοῦν γυμνῶσαι, πρῶτον μὲν τοῦ δέρματος, ἔπειτα δὲ καὶ τῶν ὑποκειμένων τε καὶ παρακειμένων σωμάτων, ὡς περιβάλλειν αὐτῇ δύνασθαι βρόχον, καὶ μετὰ ταῦτα κατὰ μῆκος χαλάσας κοῖλον ἐνθεῖναι κάλαμον ἤ τινα χαλκοῦν αὐλίσκον εἴσω τῆς ἀρτηρίας διὰ τοῦ χαλάσματος, ὡς ἐπιφράττεσθαι πρὸς αὐτοῦ τό τραῦμα καὶ κωλύεσθαι τὴν αἱμοῤῥαγίαν, ἄχρι μὲν ἂν οὕτως ἔχουσαν ἐπισκέπτῃς, θεάσῃ σφύζουσαν ὅλην, ἐπειδὰν δὲ βρόχον περιβαλὼν σφίγξῃς τὸν χιτῶνα τῆς ἀρτηρίας πρὸς τὸν κάλαμον, οὐκ ἔτ’ ὄψει τὰ μετὰ τὸν βρόχον ἐπισφύζοντα, καίτοι ἡ τοῦ αἵματος τε καὶ τοῦ πνεύματος φορὰ διὰ τῆς τοῦ καλάμου κοιλότητος ἐπὶ τὰ πέρατα τῆς ἀρτηρίας ὡσαύτως ἐπιγίγνεται. καὶ εἴπερ οὕτως εἶχον ἀρτηρίαι τὸ σφύζειν, ἔσφυζον ἂν καὶ νυνὶ τὰ πρὸς τοῖς πέρασιν αὐτοῖς μόρια τὰ μετὰ τὸν βρόχον· οὐ μὴν γίγνεται· δῆλον οὖν, ὡς εἰ μὲν δύναμις ἀτρεμοίη, οὐ κινεῖσθαι παρὰ τῆς καρδίας αὐτὰς, διὰ δὲ τῶν χιτώνων αὐτὴν ἐπιπέμπεσθαι. τὰ δὲ ὑπὸ Ἐρασιστράτου περὶ κινήσεως τῶν ἀρτηριῶν εἰρημένα ψευδῆ παντελῶς ἐστιν. πρὸ γὰρ τοῦ παύσασθαι τῆς γεγυμνωμένης ἀρτηρίας τὴν κίνησιν ἐν τοῖς μετὰ τὸν βρόχον μέρεσιν, ὅπερ οὐκ ἐχρῆν γίγνεσθαι πρὸ τοῦ βρόχον αὐτῇ περιβαλεῖν, ἔνεστι θεάσασθαι πᾶσαν ἑνὶ χρόνῳ κινουμένην, οὐ τὸ μὲν αὐτῶν πρότερον μόριον, τὸ δ’ ὕστερον, ὅπερ Ἐρασίστρατος βούλεται. καίτοι καὶ ταῦτ’ αὐτῷ δεινῶς ἄτοπα. πρὶν μὲν γὰρ αἷμα περιέχειν αὐτὴν, ἴσως ἄν τις οὕτως ὠκεῖαν εἶναι τὴν τοῦ πνεύματος φορὰν συνεχώρησεν, ὡς λανθάνειν τὴν αἴσθησιν, ποῖά ποτ’ ἐστὶ μόρια τῆς ἀρτηρίας τὰ διαστελλόμενα πρότερα· πεπληρωμένης δὲ αἵματος, οὐκ ἐγχωρεῖ τὸ πνεῦμα τάχα οὕτως ὡς πρόσθεν ἀπὸ τῆς καρδίας ἐπὶ τὰ πέρατα τῆς ἀρτηρίας διεξέρχεσθαι. ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔφην, ἴσως οὐ συγχωρήσειεν ἥ γε μετὰ τὸ καταστῆναι τὸν κοῖλον κάλαμον εἰς τὴν ἀρτηρίαν τῶν κάτω μερῶν αὐτῆς κίνησις, πρὶν περιβληθῆναι τὸν βρόχον. ἀκινησία δὲ, περιβληθέντων, ἐναργῶς ἐνδείκνυται δύναμιν ἀπὸ καρδίας ἐπιπέμπεσθαι τοῖς χιτῶσι τῶν ἀρτηριῶν τὴν διαστέλλουσαν αὐτὰς, οὐχ ὕλην διὰ τῆς κοιλότητος. ὡς γὰρ καὶ τὸν τοῦ ποδὸς δάκτυλον κινῆσαι προελόμενοι παραχρῆμα κινοῦμεν αὐτὸν, οὐ τὸν λογισμὸν ἔχοντες ἐν αὐτῷ τῷ μορίῳ, διαδοθείσης δέ τινος ἐπ’ αὐτὸν ἐν ἀκαρεῖ χρόνῳ δυνάμεως, οὕτω κᾀπὶ τῆς καρδίας καὶ τῶν ἀρτηριῶν γίγνεται. ταῖς μὲν γὰρ δυνάμεσι τὸ τάχος τῆς κινήσεως ὁμολογεῖ, ταῖς δ’ ὕλαις ἀντιμαρτυρεῖ. ταῦτ’ εἴ τις φυλάττοιτο θέσιν, ὡς Ἀριστοτέλης εἴωθε λέγειν, οἶδ’ ὅτι βεβαίως ἀποδεικνύναι τὸ προκείμενον αὐτοῦ δόξει, μὴ φυλάττοντι δὲ φιλονίκως ἅπερ ἔθετο, μήθ’ ὑπὸ τούτου πείθεσθαι μήθ’ ὑφ’ ἑτέρας ἀποδείξεως ἀναγκαῖόν ἐστιν, ἀλλὰ πρὸς τοῖς φαινομένοις ἐξ ἀνατομῶν καταψεύδεσθαι. καὶ γράφουσι μὲν πολλοὶ τρόπους τινὰς ἀνατομῶν, ὡς δείξειν ἐπαγγέλλονται κενὰς αἵματος εἶναι τὰς ἀρτηρίας, εἶτ’ οὐδεὶς ἐξ αὐτῶν ἀληθής ἐστιν. εἴρηται γὰρ δή που καὶ πρὸς Ἐρασιστράτου πολὺ μείζονα. τούτων τοίνυν ἀναισχύντως ψευδόμενος ἐν ταῖς ἀνατομαῖς, ἐξ ὧν πεπορισμένος, ἀλλ’ οὐκ ἦν εἰς τοσοῦτο Ἐρασίστρατος ἀναίσχυντος, ὡς γράφειν ἐπιχειρεῖν, ἃ δὴ ἰδεῖν ἦν ἀδύνατον.