ΓΑΛΗΝΟΥ, ΕΙ ΚΑΤΑ ΦΥΣΙΝ ΕΝ ΑΡΤΗΡΙΑΙΣ ΑΙΜΑ ΠΕΡΙΕΧΕΤΑΙ, ΒΙΒΛΙΟΝ. Ἐπειδὴ, τιτρωσκομένης ἀρτηρίας ἡστινοσοῦν, φαίνεται κενούμενον αἷμα, δυοῖν θάτερον ἀναγκαῖον ὑπάρχειν, ἢ ἐν αὐταῖς αὐτὸ περιέχεσθαι ταῖς ἀρτηρίαις, ἢ ἑτέρωθεν μεταλαμβάνεσθαι. ἀλλ’ εἰ μεταλαμβάνεται, παντί που δῆλον, ὡς, ὅτ’ εἶχον κατὰ φύσιν, πνεῦμα μόνον ἐν αὐταῖς περιείχετο. εἰ δὲ τοῦτο, ἐν ταῖς τρώσεσιν ἐχρῆν πρότερον τοῦ αἵματος ἐκκενούμενον φαίνεσθαι τὸ πνεῦμα. οὐχὶ δέ γε φαίνεται· οὐκ οὖν οὐδὲ μόνον ἔμπροσθεν περιείχετο. καὶ διὰ βραχυτέρου δ’ ἂν λόγου ταὐτὸν ἀποδειχθείη τόνδε τὸν τρόπον. εἰ τιτρωσκομένων ἀρτηριῶν αἷμα παραχρῆμα φαίνεται κενούμενον, ἦν ἄρα ἐν ἀρτηρίαις αἷμα καὶ πρὸ τοῦ τρωθῆναι. δῆλον γὰρ, ὡς ἐν τούτῳ τῷ λόγῳ τὸ παραχρῆμα προκείμενον ἀληθῆ ποιεῖ τὴν τοῦ ἑπομένου τῷ συνημμένῳ πρὸς τὸ ἡγούμενον ἀκολουθίαν. ἁπλῶς μὲν γὰρ ῥηθὲν χωρὶς τοῦ παραχρῆμα τόνδε τὸν τρόπον, εἰ τιτρωσκομένων ἀρτηριῶν αἷμα φαίνεται κενούμενον, ἑπόμενον ἕξει τὸ κατ’ ἀρχὰς εὐθὺς ῥηθὲν, τὸ, ἤτοι καὶ πρόσθεν ἐν αὐταῖς περιείχετο, ἢ νῦν μεταλαμβάνεται· προσκειμένου δὲ τοῦ παραχρῆμα, τὸ ἑπόμενον ἦν ἐν ἀρτηρίαις αἷμα καὶ πρὸ τοῦ τρωθῆναι, συνθέτου δηλονότι τοῦ παντὸς λόγου γιγνομένου τόνδε τὸν τρόπον. εἰ τιτρωσκομένων ἀρτηριῶν φαίνεται κενούμενον αἷμα, ἤτοι ἐν αὐταῖς περιείχετο ταῖς ἀρτηρίαις· ἢ ἑτέρωθεν μεταλαμβάνεται· ἀλλὰ μὴν τιτρωσκομένων τῶν ἀρτηριῶν φαίνεται κενούμενον αἷμα, οὐ μεταλαμβάνεται, ὡς δείξομεν· ἐν αὐταῖς ἄρα ταῖς ἀρτηρίαις περιείχετο. πῶς οὖν, ὅτι μὴ μεταλαμβάνεται; ἐφαίνετο δήπου πρὸ αὐτοῦ κενούμενον πνεῦμα; ἀλλὰ μὴν οὐ φαίνεται· οὐκ ἄρα μεταλαμβάνεται. ἀρκεῖ τοῦτο εἰς ἀπόδειξιν τοῖς μήθ’ αἱρέσει τινὶ προκατειλημμένοις, μήτ’ ἀγνοοῦσιν ἀληθεῖς λόγους διακρίνειν ψευδῶν. ἐπεὶ δ’ οὐ πάντες τοιοῦτοι. πλειόνων ἴσως πρὸς ἐκείνους δεήσει λόγων. ἀντιλαμβάνονται γοῦν οἱ περὶ τὸν Ἐρασίστρατον ψεῦδος εἶναι φάσκοντες τὸ συνημμένον. οὐ γὰρ ἀληθὲς ὑπάρχειν φασὶ τὸ, εἰ μεταλαμβάνεται, πρὸ αὐτοῦ κενούμενον πνεῦμα· δύναται γὰρ κενοῦσθαι μὲν, μὴ φαίνεσθαι δὲ, λεπτομερὲς ὂν καὶ κοῦφον, καὶ διὰ τοῦτο ῥᾳδίως ἐκπεμπόμενον. ἀναγκαῖον οὖν αὖθις ἡμῖν δεικνύειν, ὡς οὐκ ἂν λάθοι. πῶς οὖν ἀποδείκνυμεν; πολυειδῶς μὲν, ὡς δ’ ἂν καὶ σαφεῖς γίνωνται οἱ λόγοι, καὶ τάξει προΐωσιν, ἀναγκαῖον αὐτοὺς ἐκείνους ἐρέσθαι, πῶς ἐκκενοῦσθαι θέλουσι τὸ πνεῦμα, πότερον ἐξ ἑαυτοῦ φερόμενον, ἢ πρὸς ἑτέρου τινὸς ὠθούμενον. ἀποκρινοῦνται δὲ οὐχ ὡσαύτως ἅπαντες, ἀλλ’ οἱ μὲν ἐξ ἑαυτοῦ φέρεσθαί φασιν, οἱ δὲ ἀπὸ τῆς καρδίας ὠθεῖσθαι. καὶ τοίνυν καὶ ἡμῖν ἑκατέροις ἐν μέρει δεικτέον ἐστὶν, ὡς ἀδύνατα λέγουσιν. Ἀρκτέον δ’ ἀπὸ τῶν ἐξ ἑαυτοῦ φέρεσθαι λεγόντων. ἢ γὰρ τοῦτο πάντη δήπου λεπτομερέστερον, οἷον τὸ αἰθερῶδες, ἢ ἄλλως πως θερμότερον εἶναι φήσουσιν αὐτὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος. οὐδὲ γὰρ τρίτον ἕξουσιν εἰπεῖν πνεύματος σύμπτωμα, δι’ ὃ φέρεσθαι δύναιτο ἄν. λεπτομερέστερον μὲν οὖν οὐκ ἂν εἴη τὸ κατὰ τὰς ἀρτηρίας πνεῦμα τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὡς ἡ γένεσις αὐτοῦ διδάσκει. γίγνεται γὰρ κατὰ τὸν Ἐρασίστρατον ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος εἴσω τοῦ σώματος εἰς μὲν τὰς κατὰ πνεύμονα πρώτας ἀρτηρίας ἐλθόντος, ἔπειτα δὲ εἰς τὴν καρδίαν καὶ τὰ ἄλλας. εἰς ὅσον οὖν ὑγροτέροις ὁμιλεῖ σώμασιν, εἰς τοσοῦτο εἰκὸς αὐτὸ παχυμερέστερόν τε καὶ ἁπαλωδέστερον γίνεσθαι. θερμότερον δὲ γίνεται, ἀλλ’ ὡς ἀτμὸς ἄνω φερόμενον οὔτε ἀφανῆ τὴν κένωσιν, οὔτε οὕτως ὠκεῖαν ἕξει. Πραξαγόρας μὲν οὖν καὶ παχυμερέστερον αὐτὸ καὶ ἱκανῶς ἀτμῶδες εἶναί φησιν, Ἐρασίστρατος δὲ, ὅπη μὲν ἔχει πάχους, οὐ διώρισεν, ἐξ ὧν δ’ ὑπὲρ αὐτοῦ λέγει τεκμήραιτ’ ἄν τις, οὐδαμῶς αὐτὸ προσήκειν εἶναι λεπτόν. τάς τε γὰρ ἀρτηρίας ὑπ’ αὐτοῦ πληρουμένας διαστέλλεσθαί φησι, καὶ τὰς τῶν μυῶν κοιλίας ὡσαύτως, οὐδετέρου δὴ τούτων γίγνεσθαί ποτ’ ἂν δυνηθέντος, εἰ λεπτομερὲς ἀκριβῶς ὑπῆρχεν· οὐ γὰρ δὴ ἴσχεσθαί γε τὸ τοιοῦτο μᾶλλον ἐν τοῖς σώμασιν, ἀλλ’ ἐκπέμπεσθαι πρέπει. τί ποτ’ οὖν ἐκφυσώμενον οὐ φαίνεται παραπλησίως τῷ κατὰ τὰς ἐκ τοῦ θώρακός τε καὶ τοῦ περιτοναίου καὶ τῆς φάρυγγος τρώσεις; γελοῖον δ’ ἴσως ποιοῦμεν ἐξ ἑτέρων αὐτὸ συλλογιζόμενοι, παρὸν αὐτοὺς ὑπομνῆσαι τῶν ἀρτηριῶν, ἐξ ὧν ὅταν ἀθρόον ἐξακοντίζηται τὸ αἷμα, σαφῶς ἐκφυσώμενον φαίνεται. ὡς γὰρ θερμότερον, οὕτω καὶ ἀτμωδέστερον τὸ κατὰ τὰς ἀρτηρίας αἷμα. οὐ μὴν αὐτός γε καθ’ ἑαυτὸν ἀτμὸς, ἢ ἀὴρ, ἢ αἰθὴρ, ἢ ὅλως πνεῦμα περιεχόμενον ἐν αὐτῷ φαίνεται. καὶ γὰρ,  εἰ τῇ λεπτοτάτῃ βελόνῃ διατρήσαιο ἀρτηρίαν, εὐθὺς ἐξακοντίζεται τὸ αἷμα. ἐχρῆν δ’, οἶμαι, καὶ εἰ μὴ διὰ τοῦ μεγάλου τραύματος, ἀλλὰ γοῦν τοῦ μετρίου, μὴ ταχέως, μηδ’ ἀναισθήτως, ἀλλ’ ἐν χρόνῳ πλείονι κενοῦσθαι τὸ πνεῦμα. πρὶν γὰρ ἐκεῖνο κενωθῇ, πάντως οὐκ ἐκπίπτει διὰ τοῦ τραύματος τὸ αἷμα, λέγοντός γε αὐτοῦ τοῦ Ἐρασιστράτου, τὰς ποῤῥωτάτω κειμένας ἀρτηρίας πρώτας ἀπολαύειν τῆς μεταχύσεως. εἰ δὲ καὶ μὴ πρὸς ἐκείνου γεγραμμένον ἦν, ἐξ ἀνάγκης ἠκολούθησε ταῖς ὑποθέσεσιν. εἰ γὰρ συνεχὲς αὐτῷ πάντως ἐστὶ τὸ κατὰ τὰς ἀρτηρίας πνεῦμα, καὶ οὕτως εὐκίνητόν τε καὶ λεπτὸν, ὡς ἐν ἀκαρεῖ χρόνῳ κενοῦσθαι ῥᾳδίως, οὐ τὸ μὲν ἐν ταῖς διαιρουμέναις ἀρτηρίαις κενωθήσεται μόνον, τὸ δ’ ἐν ταῖς ἄλλαις ἁπάσαις μενεῖ. πρόδηλον γὰρ, ὡς τῷ προτέρῳ τῷ κατὰ τὴν τετμημένην τὸ λοιπὸν ἅπαν ἑτοίμως ἀκολουθήσει, καὶ πρώτη ταῖς ὑστάταις ἐπίδηλος ἡ κένωσις γενήσεται, μηκέτ’ ἐχούσαις ἑτέρας, ὅθεν μεταληφθήσεται. ἐν αὐτῇ οὖν πρώ τως κίνδυνος τοῦ κενὸν γενέσθαι τόπον, εἰ μὴ τῇς οὐσίας πληρώσειε τὴν χώραν τοῦ μεταλαμβανομένου πνεύματος. καὶ διὰ τοῦτο ἐξ ἀνάγκης ἕπεται τὸ διὰ τῶν συναναστομώσεων, ὡς αὐτός φησιν, αἷμα τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, καὶ τοῦτο, ὥσπερ προδεδεμένον τῷ κατὰ τὰ πέρατα τῶν ὑστάτων ἀρτηριῶν πνεύματι, πρῶτον μὲν ἅπαντος τοῦ ἄλλου αἵματος, ὕστατον δὲ παντὸς τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος κενωθήσεται. δύο οὖν ἄτοπα μέγιστα συμβήσεται κατὰ τὸν λόγον, πρότερον μὲν τὸ διὰ τοῦ κατὰ τὴν βελόνην τρήματος ἅπαν ἐκκενοῦσθαι τὸ κατὰ τὰς ἀρτηρίας πνεῦμα ταχέως οὕτως, ὥστε λαθεῖν, δεύτερον δὲ τὸ ζῇν ἔτι τὸ ζῶον, ἅπαντος τοῦ ζωτικοῦ πνεύματος ἐκκενουμένου. ἀλλὰ τοιαῦτα καὶ μετ’ ὀλίγον ἐξέσται διελθεῖν.