Ὃ δὲ προσθεῖναι τοῖς προειρημένοις ἀναγκαῖόν ἐστιν, ἀγνοούμενον καὶ αὐτὸ τοῖς γενναίοις φιλοσόφοις, ὥσπερ καὶ τἄλλα τὰ ἐξ ἀνατομῆς φαινόμενα, καιρὸς ἤδη μοι φράσαι, τὴν ἀρχὴν ἀφ’ ὧν Ἡρόφιλος ἔγραψε ποιησαμένῳ. τὰς γὰρ ἀνατομικὰς διηγήσεις ἀξιοῖ μηδεμίαν ἐκ τοῦ φάναι τόδε τι μόριον ἐκ τοῦδε πεφυκέναι πρόληψιν ἐργάζεσθαι πρὸς τὰ δόγματα, καθάπερ ἔνιοι κακῶς ἀκούοντες ποιοῦσιν· ἐξ ἄλλων γὰρ φαινομένων τὰς διοικούσας ἡμᾶς εὑρίσκεσθαι δυνάμεις, οὐκ ἐξ αὐτῆς ἁπλῶς τῆς θέας τῶν μορίων. διορισμῶν δέ τινων ὁ λόγος οὗτος χρῄζει, λελεγμένων μὲν ἐπὶ πλέον ἐν τοῖς περὶ τὸν Ἱπποκράτην καὶ Πλάτωνα δογμάτων ὑπομνήμασιν, ἐν κεφαλαίοις δὲ καὶ νῦν ἀναγκαίοις οὖσι λεχθῆναι. πρῶτος μὲν οὖν διορισμός ἐστιν ἀπὸ τῶν ἀποτεμνομένων ἢ βρόχῳ διαλαμβανομένων ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων, ἐφ’ ὧν ὁρᾶται τὰ μὲν ἐπὶ θάτερα μέρη τῶν βρόχων ἐνεργοῦντα τὰς οἰκείας ἐνεργείας, τὰ δ’ ἀπολλύντα τελέως. τὸ δ’ αὐτὸ τοῦτο κᾀπὶ τοῦ νωτιαίου μυελοῦ φαινόμενον ἐναργῶς ἰδεῖν ἔστιν. διαιρεθέντος γὰρ αὐτοῦ κατά τινα τόπον τῆς ῥάχεως, ὅσα μὲν ἀνωτέρω τῆς ἀπ’ αὐτοῦ πέφυκε νεῦρα, διασώζοντα φαίνεται τήν τε κίνησιν καὶ τὴν αἴσθησιν, ὅσα δὲ κατωτέρω, πάντ’ ἀπολλύντα παραχρῆμα. δῆλον οὖν ἐκ τούτου γίνεται, τὰς δυνάμεις ταύτας ἄνωθεν ἐπιῤῥεῖν αὐτῷ παρ’ ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν λόγον, ὅταν, ἀρτηρίας ἡστινοσοῦν βροχισθείσης, ὅσα μὲν ἀνωτέρω τοῦ βρόχου συνεχῆ τῇ καρδίᾳ φαίνεται σφύζον, ὡς ἔμπροσθεν, ἄσφυκτον δ’ αὐτίκα γίνεται τὸ ἄλλο, πρόδηλον δή που κᾀνταῦθα ταῖς ἀρτηρίαις ἀπὸ τῆς καρδίας τὴν ἀρχὴν εἶναι τῆς κινήσεως. αὕτη μὲν οὖν ἀρίστη τε καὶ σαφεστάτη κρίσις ἀρχῆς ἐνεργειῶν. ἐφεξῆς δ’ αὐτῆς τῶν ἐξεταζομένων σωμάτων ἡ οὐσία, πότερον ἡ αὐτὴ κατὰ πάντ’ ἐστὶ, ἢ διαφέρουσα παντοίως. ἡ μὲν γὰρ τοῦ νωτιαίου τε καὶ τῶν νεύρων ἡ αὐτὴ κατὰ πάντ’ ἐστὶ τῇ ἐγκεφάλου, καθάπερ γε καὶ ἡ τῶν περιεχόντων αὐτὰ σκεπασμάτων τῇ τῶν περιεχουσῶν μηνίγγων τὸν ἐγκέφαλον· ἡ δὲ τῶν ἀρτηριῶν οὐδὲν οὐδ’ ἐγγὺς ἔχουσα τῇ τῆς καρδίας οὐσίᾳ, καθάπερ οὐδὲ ἡ τῶν φλεβῶν τῇ τοῦ ἥπατος. ὅταν μὲν οὖν ἡ αὐτὴ φαίνηται, πρόδηλόν ἐστιν ἀποβλαστήματ’ εἶναι τὰ λεπτότερα τῶν παχυτέρων, οὐ δυνάμενα γεννηθῆναι χωρὶς ἐκείνων, ὥσπερ οὐδ’ οἱ κλάδοι χωρὶς τοῦ στελέχους. ὅταν δ’ ἄλλη μὲν ἡ τῆς φλεβὸς οὐσία φαίνηται σαφῶς, ἄλλη δ’ ἥ τε τῆς καρδίας καὶ τοῦ ἥπατος, ἄδηλόν ἐστιν, ὅσον ἐπὶ τοῖσδε τοῖς φαινομένοις, εἴτ’ ἐκ καρδίας ἡ κοίλη φλὲψ ἐκπεφυκυῖα τὴν ἔκφυσιν εἰς ἧπαρ παρέσχηκεν, εἴτ’ ἐξ ἥπατος ἔχουσα τὴν ἀρχὴν εἰς τὴν καρδίαν καταπέφυκεν, ἢ τούτων μὲν οὐδέτερον, ἄλλο δέ τι τρίτον ἐστὶ μόριον ἀρχὴ τῆς φλεβὸς ταύτης. ὥστ’ εἰκότως ἐπὶ μὲν τῆς ἡπατίτιδος φλεβὸς ἐζήτηται τοῖς ἀνατομικοῖς ἡ ἀρχὴ τῆς γενέσεως, περὶ δὲ τῶν νεύρων ὡμολόγηται, κᾂν εὑρεθῇ τὸ ἧπαρ ἀρχὴ τῆς γενέσεως τῇ κοίλῃ φλεβὶ, καὶ οὕτως ἄδηλον, ὅσον ἐπὶ τῷδε, πότερον, ὥσπερ ἐγένετο πρότερον, οὕτω καὶ τῆς ἐν τοῖς τελείοις διοικήσεως ἀρχὴ καθέστηκεν, ἢ παρ’ ἄλλου τινὸς αὐτοῖς τοῦθ’ ὑπάρχει. διορισθῆναι δὲ χρὴ καὶ περὶ τοῦ, πότερον τὰ μεγάλα τῶν ἀγγείων ἀρχαὶ τοῖς μικροῖς εἰσιν, ἢ τὰ μικρὰ τοῖς μεγάλοις· ἡμάρτηται γάρ τι καὶ περὶ τῶνδε τῶν ἰατρῶν ἐνίοις, ὥσπερ καὶ τῷ φάντι, τῶν εἰς τὴν γαστέρα καὶ τὰ ἔντερα καθηκουσῶν φλεβῶν ἀρχὴν εἶναι τὰ πέρατα, μηδ’ ἐπινοηθῆναι δυναμένης τοῖς πέρασι τούτοις τῆς γενέσεως ἄνευ τοῦ τὴν ἐκ τοῦ χορίου φλέβα παραγενομένην εἰς ἧπαρ ἀπόφυσιν ἑαυτῆς πέμψαι διανεμηθησομένην εἰς αὐτά. εὔλογον γάρ ἐστιν ἐκ τοῦ φαινομένου τούτου λογίζεσθαι, τὰς μὲν ἐν τῇ μήτρᾳ τῶν φλεβῶν ἀρχὰς ἐοικέναι τοῖς ἐπὶ τῶν δένδρων πέρασι τῶν ῥιζῶν, στελέχει δέ τινι τὴν εἰς ἧπαρ ἀφικνουμένην δι’ ὀμφαλοῦ, καὶ τούτων οὕτως ἐχόντων ἅπαντα τὰ κατὰ τὸ ζῶον ὁρώμενα πέρατα τῶν φλεβῶν ἀκρέμοσιν, οὐ  ῥίζαις, ἀνάλογον ἔχειν. ἐπεχείρησα δέ ποτε καὶ περὶ τοῦδε τοῦ λόγου διασκέψασθαι, καθ’ ὃν ἐγχωρεῖ φάναι τρόπον, πρώτους ἁπάντων ἐκ τοῦ σπέρματος γενέσθαι τοὺς χιτῶνας τῶν δύο τούτων ἀγγείων, ἃ καὶ τοῖς ἐμβρύοις καὶ τοῖς τελείοις φαίνεται τὰ μέγιστα· λέγω δὲ τήν τε μεγάλην ἀρτηρίαν καὶ τὴν μεταξὺ τοῦ ὀμφαλοῦ τε καὶ τοῦ ἥπατος φλέβα· καὶ τούτων σχιζομένων, τὰς κατὰ τὸ χορίον γεννᾶσθαι, κᾄπειτα τούτων τὰ πέρατα τοῖς ἐπὶ τῶν δένδρων ἐοικέναι πέρασι τῶν ῥιζῶν. ἀλλὰ καὶ κατὰ τοῦτον τὸν λόγον οὔτε τὸ ἧπαρ οὔθ’ ἡ καρδία φαίνεται πρῶτα γιγνόμενα. δεῖται γὰρ δή που προφανῶς εἰς τὴν γένεσιν αἱματικῆς οὐσίας, ἣν διὰ τῶν ἀγγείων ἐκ τῆς μήτρας ἀναγκαῖόν ἐστιν ἀφικνεῖσθαι. πάλιν οὖν, ὅπερ ἤδη καὶ πρόσθεν ἔφαμεν, τὸ μὲν σπέρμα τὸν τοῦ δημιουργοῦ λόγον ἕξει, τὰ δ’ ἀγγεῖα, δι’ ὧν ἐπισπᾶται παρὰ τῆς κυούσης αἷμα πρὸς τὴν τῶν σπλάγχνων γένεσιν, ἁπάντων πρῶτα γεννηθήσονται, δεύτερα δ’ ἐπ’ αὐτοῖς ἧπάρ τε καὶ καρδία, καθάπερ οἰκίας θεμέλιον καὶ πλοίου τρόπις. ἐν ᾧ δὲ χρόνῳ διαπλάττει ταῦτα ἡ ἐν τῷ σπέρματι δύναμις, εὔλογον δή που καὶ ἄλλα τινὰ διαπλάττεσθαι, παρακείμενά τε τοῖσδε καὶ μεταξὺ κείμενα τούτων τε καὶ τῆς μήτρας. οὐδέποτε γὰρ εἰκὸς ἵστασθαι τὴν περὶ τὰ φυτὰ καὶ τὰ ζῶα διαπλάττουσαν δύναμιν, ἀλλὰ πᾶσαν δύναμιν ἅπασιν ἅμα τοῖς μέρεσιν ἐπιφύειν τε καὶ προσαύξειν. οὐκ οὖν ἀποστήσεται τῆς τῶν ἄλλων δημιουργίας ἡ διαπλάττουσα τὰ ζῶα φύσις, ἀλλὰ τάς τε φλέβας, ὥσπερ γε καὶ τὰς ἀρτηρίας, ἀεὶ προάξει κατασχίζουσα, ταύταις τε τἄλλα σπλάγχνα, καθάπερ ἧπάρ τε καὶ καρδίαν ἐλέχθη παραφύειν, ἅμα καὶ τὸ σχῆμα τὸ πρέπον καὶ θέσιν, ὅσα τἄλλα τοιαῦτα προσήκει τοῖς μορίοις ἔχειν, ἀπεργάζεσθαι προσηκόντως. παντοίως οὖν ἐλέγχονται προπετῶς ἀποφαινόμενοί τινες ὑπὸ τοῦ πρώτου διαπλασθέντος μορίου τἄλλα γεννᾶσθαι. τὸ γὰρ ἐκεῖνον δημιουργῆσαν αἴτιον οὐ δή που μετὰ τὸ συμπληρῶσαι τὸ μόριον ἐξῆλθεν ἐκ τοῦ κυουμένου, προστάξαν οἷς ἐποίησεν τἄλλα γεννῆσαι· κατὰ γάρ τοι τὸν λόγον τοῦτον αἱ ἀρτηρίαι καὶ φλέβες αἱ πρῶται γεννηθεῖσαι τἄλλα γεννήσουσιν. οὐ μὴν οὐδὲ φαίνονται τῆς ἥπατος ἢ καρδίας οὐσίας ἀποφύσεις οὖσαι τῶν ἀρτηριῶν καὶ φλεβῶν σώματα, καθάπερ ἐγκεφάλου τε καὶ μηνίγγων ὅ τε νωτιαῖος καὶ τὰ νεῦρα. πιθανώτατον οὖν ἐστιν ὡς ἐν ἀδήλοις ἀποφήνασθαι, τὸ τὰς ἀρτηρίας καὶ φλέβας γεννῆσαν, αὐτὸ τοῦτο κατασχίζον αὐτὰς, προσάγειν ἐπὶ πάντα τοῦ κυουμένου τὰ μέρη, περιπλάττον αὐτὰ κατὰ τοὺς οἰκείους τὰ μόρια. πιθανώτατα δὲ καὶ τὰ διαπλασθέντα, τὴν τελεωτάτην ἴσχοντα συμπλήρωσιν, ἐνεργεῖν ἄρξασθαι ταῖς οἰκείαις τῆς ἑαυτῶν οὐσίας ἐνεργείαις, καὶ μήτε τοὺς νεφροὺς δεῖσθαί τινος ἄλλου μορίου πρὸς τὴν ἰδίαν ἐνέργειαν, μήτε τὰς μήτρας, μήτε σπλῆνα, μήτ’ ἔντερα, μήθ’ ὅλως ἄλλο μηδὲν ὄργανον φυσικόν. ἐπεὶ δὲ οὔτε κατὰ τὸ ποσὸν ἡ οὐσία διαμένει τῶν μορίων, ἀποῤῥοῆς αὐτῶν ἱκανῆς ὁσημέραι γιγνομένης, οὔτε ἡ κατὰ τὸ ποιὸν, ἀλλοιοῦται γὰρ καὶ κατὰ τοῦτο πολυειδῶς, ἐπικουρίας δεῖται τῆς ἐξ ἀλλήλων, ὅπως ἀναπληροῦται τὸ κενούμενον, ἐπανορθοῦταί τε ἀλλοιούμενον. ἅστινας ἐπικουρίας, ὅσαι τέ εἰσι καὶ ὁποῖαι, μὴ ὅτι τῶν φιλοσόφων τις εὗρεν ἀκριβῶς, ἀλλ’ οὐδὲ τῶν ἰατρῶν, ὅσοι χωρὶς ἀνατομῆς ἐπὶ τὴν ζήτησιν αὐτῶν ἧκον. ἡ γοῦν καρδία (ταύτην γὰρ μόνην ἔνιοι διοικεῖν βούλονται τὸ ζῶον) ἐπειδὰν στερηθῇ τῆς ἀναπνοῆς, αὐτή τε παύεται κινουμένη, καὶ σὺν αὐτῇ τὸ πᾶν ζῶον ἀπόλλυται. στερίσκεται δὲ τῆς ἀναπνοῆς οὐ μόνοις τοῖς ἀπαγξαμένοις, ἢ διὰ τὴν φλεγμονὴν τῶν περὶ λάρυγγα μορίων φραχθέντος τοῦ πόρου τῆς εἰσπνοῆς, ἀλλὰ καὶ τῶν κινούντων τὸν θώρακα νεύρων κακωθέντων ἤτοι διὰ τομῆς ἢ θλάσεως ἢ βρόχου, ὧν ἁπάντων ἐστὶν ὁ νωτιαῖος μυελὸς ἀρχὴ, καθάπερ ἐγκέφαλος ἐκείνου. ὥσπερ οὖν ὁ ἐγκέφαλος εἰς τὴν διαμονὴν τῇ καρδίᾳ χρήσιμος ὑπάρχει, διὰ νεύρων τὸν θώρακα κινῶν, οὗ διαστελλομένου μὲν εἰσπνοὴ γίγνεται, συστελλομένου δ’ ἐκπνοὴ, κατὰ τὸν αὐτὸν τρόπον ἐγκεφάλῳ παρέχει τινὰ χρείαν ἡ καρδία, καὶ τούτοις τὸ ἧπαρ, ὡς ἐν τοῖς περὶ τούτων ἀποδέδεικται λόγοις. οὐ μόνον δὲ ταῖς τρισὶ ταύταις ἀρχαῖς ὑπ’ ἀλλήλων ὠφελεῖσθαι συμβέβηκεν, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι μορίοις. αὐτίκα γοῦν, ἵν’ ἀφ’ ἑνὸς ἀναμνήσω τὰ καθ’ ἕκαστον τῶν ἄλλων ἐν τοῖς περὶ χρείας μορίων εἰρημένα, δι’ ἧπαρ ἐγένοντο καὶ οἱ νεφροὶ καὶ κύστεις δύο, κατὰ μὲν αὐτοῦ τοῦ σπλάγχνου τὴν ἐπίφυσιν ἡ χοληδόχος ἔχουσα, τοῖς νεφροῖς δ’ αὖθις ἡ οὐρηδόχος τεταγμένη, τὰ δ’ ἰλυώδη περιττώματα τοῦ σπλάγχνου καθαίρων ὁ σπλήν. ὅτι δὲ καὶ ἡ γαστὴρ προπέττει τῷ ἥπατι τὴν τροφὴν, ἥ τε τῶν ἐντέρων ἕλιξ ἀναδόσεως ἕνεκα ἐγένετο τῆς εἰς αὐτὰ, δέδεικται καὶ ταῦτα καὶ τἄλλα πάντα τὰ καθ’ ἕκαστον τόπον τοῦ σώματος ἐν τοῖς περὶ χρείας μορίων ὑπομνήμασιν, ὧν οὐδὲν οὐδ’ ἄχρι βραχέος ἐγνωκότες οἱ τῇ καρδίᾳ πάντ’ ἀνατιθέντες ἰατροί τε καὶ φιλόσοφοι τολμηρῶς ἀποφαίνονται. ἀλλὰ ταῦτα μὲν ἴσως ἐπὶ πλεῖον ἢ κατὰ τὰ προκείμενα νῦν ἐκτέταται πάντα, εἰκότως τῶν ἀνατομικῶν ἰατρῶν ἀγανακτούντων ἐφ’ οἷς οὐ μόνον ἀποφαίνονταί τινες ὑπὲρ ὧν οὐκ ἴσασιν, ἀλλὰ καὶ θρασέως ἐπιτιμῶσι τοῖς ἐπισταμένοις· οἵ γε νομίζουσι, τὸ πρῶτον διαπλασθὲν ὑπὸ τῆς φύσεως μόριον αὐτὸ διαπλάττειν τἄλλα, καὶ τοῦτ’ εἶναι τὴν καρδίαν, οὐ μόνον ἀπατώμενοι κατ’ ἀμφοτέρας τὰς ἀποφάσεις, ἀλλὰ κᾂν συγχωρηθῇ, μὴ μόνον ἁπάντων πρώτην  διαπλάττεσθαι τὴν καρδίαν, ἀλλὰ καὶ τἄλλα διαπλάττειν αὐτὴν, οὐκ ἐξ ἀνάγκης ἑπόμενον, τοῖς δὲ τὰς ἐν τοῖς τελείοις ζώοις ἐνεργείας ὑπ’ ἐκείνης γίγνεσθαι, οὐδὲ ταὐτόν ἐστιν ἢ γενέσεως ἢ διοικήσεως ἀρχὴν εἶναί τι.