Τί ποτ’ οὖν ἔδοξε Χρυσίππῳ καὶ ἄλλοις πολλοῖς φιλοσόφοις Στωϊκοῖς τε καὶ Περιπατητικοῖς ἀποφήνασθαι περὶ καρδίας, ὡς πρώτη τε φύεται τῶν τοῦ ζώου μορίων, ὑπ’ αὐτῆς τε τἄλλα γίγνοιτο, καὶ ὡς τῷ πρώτως διαπλασθέντι καὶ φλεβῶν καὶ νεύρων ἀναγκαῖον ὑπάρχειν ἀρχήν; οὔτε γὰρ πρώτη σαφῶς φαίνεται γινομένη, καὶ δέδεικται πρόσθεν, ὡς ἐπὶ πασῶν τῶν τεχνῶν ὁ αὐτὸς τεχνίτης ἐργάζεται τό τε πρῶτον μέρος τοῦ δημιουργουμένου καὶ τὰ μετ’ αὐτὸ πάντα μέχρι τῆς συμπληρώσεως, ἀρτηρίας τε καὶ φλέβας ἀναγκαῖόν ἐστιν ἐκ τῆς τοῦ σπέρματος οὐσίας πρώτας ἁπάντων γεννηθῆναι, καθότι κᾀν τοῖς περὶ σπέρματος ὑπομνήμασι δέδεικται.· ὥστε, κᾂν ἄλλος τις ὁμοίως τοῖς ἀποφηναμένοις περὶ καρδίας ἢ τὸ χορίον ἢ τὸ ἧπαρ ἀρχὴν εἶναι λέγει πασῶν τῶν κατὰ τὸ ζῶον ἐνεργειῶν, οὐ πεισθησόμεθα, γενέσεως μὲν ἀρχὰς ἑκάστῳ τῷ γένει τῶν σωμάτων ἑτέρας εἰδότες, ἑτέρας δὲ τῆς διοικήσεως. οἰκοδομοῦσι μὲν γὰρ ἄλλοι τὰς πόλεις, διοικοῦσι δ’ ἄλλοι, καθάπερ γε καὶ τὰς ναῦς καὶ πᾶν ὁτιοῦν ἄλλο δημιουργοῦσι μὲν ἕτεροι, χρῶνται δ’ ὀρθῶς ἕτεροι τοῖς δημιουργηθεῖσι. καὶ κατά γε τὰς διοικούσας τὸν βίον ἡμῶν δυνάμεις ὁ λογισμὸς ἁπασῶν ὕστατος γενόμενός τε καὶ τελειούμενος ὅμως αὐτὸς ἄρχει, καὶ διοικεῖ τὰ κατὰ τοὺς ἀνθρώπους εὐδαιμόνως μὲν, ὅταν ἡ σύμπασα ψυχὴ κατὰ φύσιν ἔχῃ, κακοδαιμόνως δ’, ὅταν εἰς τὸ παρὰ φύσιν ἐκτραπῇ. ἀλλ’ οὔ μοι πρόκειται νῦν σκοπεῖσθαι περὶ τῆς κατὰ τὰς πράξεις ἐνεργείας, ἐνεστησάμην γὰρ ἐν τῷδε τῷ λόγῳ περὶ διαπλάσεως τῶν κυουμένων εἰπεῖν, εὔχρηστον μὲν λόγον αὐτὸν καθ’ αὑτὸν οὐ μόνον τοῖς φιλοσόφοις, ἀλλὰ καὶ τοῖς ἰατροῖς, διὰ δὲ τοὺς ἀφ’ ὧν οὐ χρὴ τὰ λήμματα πρὸς τὰς ἀποδείξεις λαμβάνοντας ἀναγκαίως ἡμῖν ζητηθέντα· παρέντες γὰρ ἐξ αὐτοῦ τοῦ ζητουμένου τῆς οἰκείας φύσεως ἄρχεσθαι τῶν ἀποδείξεων ἔνιοι τὰς ἐκ τῶν ἀδήλων μετέρχονται. τοῖς δ’ ἰατροῖς χρήσιμον ἱκανῶς ἐστιν, ὁπόταν ἤτοι τὸ ἥμισυ τοῦ σώματος, ἢ καὶ ἅπαν ὀλίγου δεῖν ἐξαίφνης παραλυθὲν, ἀκίνητόν τε ταῖς κατὰ προαίρεσιν ἐνεργείαις γεγένηται, καὶ πρὸς τούτοις γε ἤτοι παντάπασιν ἀναίσθητον, ἢ ἀμυδρῶς αἰσθανόμενον, ἐπίστασθαι, τίνι χρὴ τόπῳ τοῦ σώματος ἐπιβάλλειν τὰ βοηθήματα. τοῦτο δὲ οὐχ οἷόν τε γνῶναι πρὸ τοῦ ζητηθῆναι, πότερον ἐξ αὑτῶν τήν τ’ αἴσθησιν ἔχει καὶ τὴν εἰρημένην κίνησιν ἅπαντα τοῦ ζώου τὰ μόρια, ἢ διὰ νεύρων αὐτοῖς ἐπιῤῥεῖ τις ἐξ ἐγκεφάλου δύναμις, ὡς πᾶσιν ὡμολόγηται τοῖς ἀνατομικοῖς, ἢ, καθάπερ ἔνιοί φασιν, ἐκ καρδίας. οἱ Στωϊκοὶ δ’ οὐκ οἶδ’ ὅπως ἀχρήστως εἰς τὴν τοῦ τέλους εὕρεσιν, ἐν ᾧ κριθέντι τὴν εὐδαιμονίαν εἶναί φασιν, ἐπεχείρησαν οὐ ζητῆσαι μόνον, ἀλλὰ καὶ χωρὶς τῶν ἐξ ἀνατομῆς φαινομένων, ἐξ ὧν εὑρεθῆναι δυνατὸν ἦν αὐτά. ἀλλὰ γὰρ , ἐπειδήπερ ἧκον, ὥσπερ ἐν ἄλλοις πολλοῖς, οὕτω κᾀνταῦθα πρὸς ἀχρήστου πράγματος ἑαυτοῖς ἐπίσκεψιν, ἐχρῆν αὐτοὺς ἐκ τῶν ἐναργῶς φαινομένων  ὁμοίως τοῖς ἀνατομικοῖς ἰατροῖς τὰς ἀρχὰς τῆς ἀποδείξεως πεποιῆσθαι. οἱ δέ γε ἀποφηνάμενοι, τὴν καρδίαν πρώτην διαπεπλάσθαι, μήτε φαινόμενον ἐξ ἀνατομῆς ἔχοντες εἰπεῖν, ἐξ οὗ τὴν ἀρχὴν τῆς εὑρέσεως ἐποιήσαντο, μήτε λογικήν τινα ἀπόδειξιν ἄλλην, ἑτέραν ἀφ’ ἑτέρας συνάπτουσιν ἄγνοιαν, ὑπὸ τῆς καρδίας τἄλλα γεγονέναι φάσκοντες, εἶναί τε ταύτην, ὥσπερ τῆς γενέσεως αὐτῶν, οὕτω καὶ τῆς διοικήσεως ἡγεμόνα. πρότερον μὲν οὖν, ὅτ’ οὔπω τὰ τῆς ἀνατομῆς εἰς τοσοῦτον προεληλύθει γνώσεως, εἰς ὅσον νῦν προελήλυθεν, εἰκὸς ἦν ἀπορεῖν τι περὶ τῆς ἐπιπεμπούσης ἀρχῆς διὰ τῶν νεύρων τοῖς τοῦ ζώου μορίοις αἴσθησίν τε καὶ κίνησιν. ἤδη δὲ καὶ πολλοῖς τοῖς τ’ ἀνατομικοῖς ὡμολογημένης ταύτης τῶν παθῶν τῆς ἰάσεως ἐκ πολυχρονίας τε καὶ συμφώνου πείρας ἅπασι τοῖς ἰατροῖς κεκριμένης, καὶ μηδενὸς ἔτι μήτ’ ἐπὶ τῶν ἄνευ πυρετοῦ μαινομένων, ἢ μελαγχολώντων, ἢ τὸν λογισμὸν, ἢ τὴν μνήμην ὁπωσοῦν βεβλαμμένων, ἢ μετὰ πυρετοῦ φρενιτιζόντων, ἢ ληθάργῳ κατειλημμένων, ἢ ἐπιλήπτων, ἢ ἀποπλήκτων, ἀφισταμένου τῆς κατὰ τὴν κεφαλὴν ἐπιμελείας, αὐτοὶ μόνοι ζητοῦσιν ἔτι τὰ σαφῶς γιγνωσκόμενα πᾶσι τοῖς εὑρεῖν αὐτὰ βουληθεῖσιν. ἀλλὰ τούτων μὲν ἅλις ἔν γε τῷ παρόντι, δέδεικται γὰρ ἑτέρωθι, περὶ ὧν ἀχρήστως ὡς πρὸς τὸ τέλος εἰς μακρὰς ζητήσεις ἐνέβαλον ἑαυτοὺς ἔνιοι τῶν φιλοσόφων, οὐδὲ πιθανὴν πρόφασιν εὑρεῖν τῆς ζητήσεως αὐτῶν δυνάμενοι, καθάπερ οἱ θεωρητικοὶ ὑποθέμενοι τὴν εἴτε φιλοσοφίαν χρὴ λέγειν εἴτ’ εὐδαιμονίαν.