Σκοπώμεθα δ’ ἐπ’ αὐτοῖς, ὅπως εἰκός ἐστι τὸ κυούμενον ὑπὸ τῆς κατὰ τὸ σπέρμα δυνάμεως ἅπαν ἐφεξῆς διαπλασθῆναι, τὴν ἀρχὴν τῆς εὑρέσεως αὖθις ἀπὸ τῶν κατὰ τὰς ἀνατομὰς ὁρωμένων ποιησάμενοι. φαίνεται γὰρ τῶν εἰρημένων τεττάρων ἀγγείων, ἃ κατὰ τὸν ὀνομαζόμενον ὀμφαλὸν ἅμα τῷ κατὰ τὸν οὐραχὸν πόρῳ συνίστησιν εὐθὺς ἅμα τῷ διελθεῖν τὸ δέρμα τοῦ κυουμένου, τὸ μὲν ἕτερον ζεῦγος ἑνούμενόν τε παραχρῆμα καὶ μίαν φλέβα μεγάλην γεννῆσαν ἐμφύεσθαι τῷ ἥπατι. λέγω δὲ ἐμφύεσθαι τὴν ἐκ τῆς ἀνατομικῆς ἰδέαν ἑρμηνεύων. οὐ γὰρ δὴ προϋπάρχοντί γε τῷ ἥπατι τὴν ἔμφυσιν ἡ φλὲψ αὕτη ποιεῖται, τοὐναντίον γὰρ ἅπαν εἰκός ἐστι γίγνεσθαι, ὁπόταν εἴσω διασχῇ καθάπερ τι δένδρου στέλεχος ἡ κατὰ τὸν ὀμφαλὸν φλὲψ, δισχιδὲς μὲν τὸ πρῶτον γίγνεσθαι, τῶν μερῶν δ’ αὐτῆς ἑκάτερον ἀποφύσεις ποιεῖσθαι πολλὰς ἀνάλογον τοῖς ἐπὶ τῶν δένδρων κλάδοις, εἶτα τῷ μὲν ἑτέρῳ μορίῳ τῆς σχίσεως τῶν φλεβῶν ἐπιφύεσθαι τὴν εἰρημένην σάρκα τῆς κατὰ τὸ ἧπαρ οὐσίας, τῷ δ’ ἑτέρῳ, τῷ τὸ μεσεντέριον γεννῶντι, τήν τε γαστέρα καὶ τὸν σπλῆνα, καὶ τὴν τῶν ἐντέρων ἕλικα πᾶσαν, ἐπίπλοόν τε καὶ τὸ καλούμενον ἀπευθυσμένον ἔντερον, οὐ δήπου καὶ ταῦτα πρόσθεν ὑπάρχοντα, συγγενόμενα δὲ τῇ σχίσει τῶν φλεβῶν, ὥσπερ ἡ κατὰ τὸ ἧπαρ οὐσία καθ’ ἑκάστην τε τῶν φλεβῶν ἰδίᾳ παραφυομένη καὶ κοινῇ συμπάσαις ἔξωθεν ἅμα πρὸς μίαν ἰδέαν σπλάγχνου διαπλαττομένη. οὐ μὴν οὕτω γε καὶ αἱ ἀρτηρίαι μετὰ τὸ διασχεῖν ἔσω τοῦ δέρματος εὐθέως οὔτε παραφυομένην ἑαυταῖς ἔχουσι τὴν οὐσίαν ἑτέραν, οὔτ’ εἰς πολλὰ μόρια κατασχίζονται, διαμένουσι δὲ μέχρι πολλοῦ δύο, παραλαμβάνουσαί τε τὴν κύστιν τοῦ κυουμένου καὶ κατ’ αὐτοῦ στηριζόμεναι φέρονται κατά τε ἄλλα καὶ πρὸς τὸ βάθος τοῦ σώματος, ἄχρι περ ἂν ἐπὶ τὸ πλατὺ καὶ ἱερὸν ὀστοῦν ὀνομαζόμενον ἀφίκωνται, καθ’ οὗ φαίνονται δύο τινὲς ἀρτηρίαι, μία καθ’ ἑκάτερον μέρος ἐπὶ τὰ σκέλη φερομένη, τῆς ἐπὶ τῇ ῥάχει μεγίστης εἰς αὐτὰς ἐσχισμένης, ἥτις  φαίνεται τῇ τῆς καρδίας ἀριστερᾷ κοιλίᾳ συνημμένη. οὐ μὴν, ὥσπερ ἐπὶ τῆς τοῦ ἥπατος γενέσεως οὐδὲν ὑπολείπεται ζήτημα, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς καρδίας φαίνεται. τὸ μὲν γὰρ ἧπαρ, ἐπὶ θατέρῳ μέρει τῆς ἐξ ὀμφαλοῦ φερομένης φλεβὸς σχισθὲν πολυειδῶς, τὴν πολυειδῆ διάφυσίν τε καὶ παράφυσιν ἔσχε· τῇ καρδίᾳ δὲ τὴν ὕλην, ἐξ ἧς τὴν γένεσιν ἕξει, παρὰ τῆς κυούσης ἤτοι διὰ τῶν ἀρτηριῶν ἀναγκαῖόν ἐστιν ἢ διὰ μέσου τοῦ ἥπατος χορηγεῖσθαι κατὰ τὴν ἐξ αὐτοῦ φερομένην φλέβα μετέωρον εἰς τὴν τῶν ἄνω τοῦδε τοῦ σπλάγχνου μορίων γένεσιν. μακρὸς δ’ ἂν οὗτος ὁ χρόνος εἴη, καὶ οὐκ εὐθέως ἅμα ταῖς πρώταις ἡμέραις, ἐν αἷς τὸ ἧπαρ ἀρχὴν ἴσχει τῆς γενέσεως, ὀλίγον ἀπέχει τοῦ τῆς μήτρας σώματος. ὃ γὰρ ὑποφαίνεσθαι στρογγύλον, ἐρυθρὸν, ἔνδον τοῦ χορίου κατὰ τὴν ἑκταίαν γονὴν Ἱπποκράτης ἔφη, τοῦτ’ ἂν εἴη τὸ ἧπαρ ἀδιάρθρωτον ἔτι καὶ ἀδιάπλαστον. ἔν γε μὴν ταῖς ὑπὲρ τὰς τριάκονθ’ ἡμέρας τῶν ἐμβρύων ἐκτρώσεσιν ἐγγὺς ἀλλήλων σαφῶς φαίνεται τὰ τρία ταῦτα τοῦ ζώου μόρια, τό θ’ ἧπαρ καὶ ἡ καρδία καὶ ὁ ἐγκέφαλος, μεῖζον μὲν ἀμφοῖν τῶν ἑτέρων τὸ ἧπαρ, ἀπολειπόμενα δ’ αὐτοῦ πάμπολυ κατὰ μέγεθος ἥ τε καρδία καὶ ὁ ἐγκέφαλος. οὐ μὴν ὁπηνίκα γε πρώτη ἡ καρδία τὴν ἀρχὴν τῆς διαπλάσεως ἔχει, δυνατὸν εὑρεῖν· αἵ τε γὰρ ἀμβλώσεις αἱ κατὰ τὸν πρῶτον μῆνα γιγνόμεναι σαφὲς οὐδὲν διδάσκουσιν, ἥ τ’ ἐπὶ τῶν ὁμοίων ἀνθρώποις ζώων ἀνατομὴ κατὰ τὸν αὐτὸν τρόπον οὐδ’ αὐτή τι δηλοῖ βέβαιον, ἔστ’ ἂν ἀδιάρθρωτον ᾖ τὸ κύημα. διαρθροῦσθαι δ’ ἀρξαμένου, τῶν μὲν ἄλλων μορίων τὰ πλεῖστα περιγραφὴν οὐδεμίαν ἴσχει σαφῆ, μόνα δ’ ἀλλήλοις ἐγγὺς ὁρᾶται τρία ταῦτα, καθάπερ ἀρτίως εἶπον, ἥ τε καρδία καὶ ὁ ἐγκέφαλος καὶ τὸ ἧπαρ. κατ’ ἀρχὰς μὲν οὖν, ἡνίκα τὰ περὶ σπέρματος ὑπομνήματα γράφων ἠναγκάσθην καὶ περὶ τῆς κατὰ τὸν χρόνον τάξεως ἑκάστου τῶν μορίων τῆς διαπλάσεως εἰπεῖν τι, τὴν καρδίαν ἔφην ὁμοίως τῷ ἥπατι κατὰ τὰς πρώτας ἡμέρας τῆς κυήσεως οἷον κρηπῖδά τινα τῆς γενέσεως ἴσχειν, ἐκ τῆς ἐπὶ τῶν τελείων χρείας αὐτῆς ἀξιολογωτάτης οὔσης ἐπὶ τὸν λογισμὸν τοῦτον ἀγόμενος. ὡς δὲ τοῖς ἄλλοις ἅπασιν ἰατροῖς τε καὶ φιλοσόφοις εὗρον ἀρέσκον ὁμοίως τοῖς φυτοῖς ἄχρι τῆς σαφοῦς διαπλάσεως διοικούμενον τὸ κύημα, πιθανώτερον ἔδοξέ μοι, μηδεμίαν αὐτῆς εἶναι χρείαν ἐν ἀρχῇ τῆς γενέσεως, ἀλλὰ τοῦ μὲν ἥπατος ὑστέραν αὐτὴν διαπλάττεσθαι πάντως, ἐζήτουν δ’, ὅπως γίγνεται τοῦτο. δυοῖν γὰρ δή που τούτων ἀναγκαῖον εἶναι τὸ ἕτερον, ἢ παρὰ τοῦ ἥπατος, αἵματος ἀνιόντος, ἅμα τῇ τῆς ἡπατίτιδος φλεβὸς γενέσει καὶ τὴν καρδίαν ἐκ τούτου γεννᾶσθαι δεῖν, ἢ διὰ τῆς μεγάλης ἀρτηρίας, ἐχούσης αἷμα καὶ αὐτῆς, οὐχ, ὡς Ἐρασίστρατος οἴεται, μόνον πνεῦμα. τοὺς πολλοὺς δ’ εἰκὸς ἐξηπατῆσθαι, καὶ μάλιστα τοὺς φιλοσόφους, ὡς ἂν οὐδὲν ἐπισταμένους τῶν ἐν ταῖς διαιρέσεσι τῶν ζώων φαινομένων, ὧν μάλιστ’ ἐστὶ χρήσιμα τὰ κατὰ τὴν ἐπὶ τῶν ζώντων ἀνατομὴν ἐγχειρουμένην τεχνικῶς εἰς γύμνωσιν τῶν ἐν τῷ βάθει μορίων. ὥστε καὶ κατὰ τοῦτο μακρὸς ὁ λόγος γίγνεται τοῖς ἐπιστημονικῶς αὐτὸν ὅλον ἐκμαθεῖν ὀρεγομένοις. ἓν μὲν γάρ ἐστιν ὑπόμνημά μοι γεγραμμένον, ἐν ᾧ σκοποῦμαι τὴν χρείαν τῆς ἀναπνοῆς, ἕτερον δ’ ἐπ’ αὐτῷ τὸ περὶ τῆς τῶν ἀρτηριῶν τε καὶ τῶν ἐν αὐτοῖς σφυγμῶν, ἐν οἷς ὁ γυμνασάμενος εἴσεται τὸ κυούμενον οὔτ’ ἀρτηριῶν ἔχον ἀναγκαίαν χρείαν ἐν ἀρχῇ τῆς γενέσεως, οὔτε σφυγμῶν, οὔτε καρδίας, ὥσπερ οὐδὲ τὰ φυτά. καὶ μέντοι καὶ περὶ τῆς τῶν φυτῶν γενέσεως ἐσκέφθαι τι χρὴ πρότερον. ἐκ γὰρ τῶν εἰς ταῦτα ἀναγκαίων ἔνεστι καὶ τὸ γινώσκειν, ὁποίων τε καὶ ὁπόσων δεῖται τὸ κύημα, μέχρις ἂν ὑπὸ μιᾶς διοικῆται ψυχῆς, ὡς τὰ φυτά. καλοῦμεν δὲ τὴν ψυχὴν ταύτην, ὅταν μὴ περὶ τούτου προκείμενον ᾖ σκοπεῖν, τῷ κοινῷ πάσης οὐσίας προσρήματι φύσιν ὀνομάζοντες, ὃ κᾀν ταῖς ἀκριβέσι σκέψεσιν οἱ περὶ Χρύσιππον ἐφύλαξαν, οὐχ ὡς Ἀριστοτέλης τε καὶ Πλάτων ἀποστάντες ὠνόμασαν ἀμφότεροι μὲν ψυχὴν, ἀλλ’ ὁ μὲν Ἀριστοτέλης τὸ θρεπτικὸν αὐτῆς προσθεὶς, ὁ δὲ Πλάτων τὸ ἐπιθυμητικόν. ἐπεὶ τοίνυν ὁ νῦν ἡμῖν προκείμενος λόγος οὐ κατὰ τὸ πάρεργον, ὥσπερ ὅταν ἄλλο τι προηγουμένως σκοπῶμεν, ἀλλ’ εἰς ἐσχάτην ἀκρίβειαν ἐκπονεῖται, τῆς κατὰ τὰ φυτὰ γενέσεώς τε καὶ διοικήσεως ἀναμνήσωμεν ὑμᾶς αὐτοὺς πρότερον. ἅτε γὰρ ἀμίκτου τε καὶ μόνης οὔσης αὐτῆς, ὡς ἂν μήτε τὸ θυμοειδὲς ἐχόντων μήτε τὸ λογιστικὸν, ἐλπίς ἐστιν εἰλικρινῆ τε καὶ ἀνόθευτον εὑρεῖν αὐτῶν τὴν διοίκησιν. ἡ δ’ οὖν αὖθις ἀρχὴ περὶ τῆς τῶν φυτῶν γενέσεως ἡμῖν γιγνέσθω, σπέρματος ἀναμνησθεῖσιν εἰς γῆν συμμέτρως ὑγρὰν καὶ θερμὴν ἐμβληθέντος. ἔστω δὲ τοῦτο δρυὸς ἤ τινος οὕτως ὑψηλοῦ φυτοῦ· ῥᾷον μὲν γὰρ ἐν μεγάλῳ σώματι κατοψόμεθα τῆς διοικούσης αὐτὰ φύσεως τὰς ἐνεργείας. αὐτίκα μὲν ἐκ τοῦ σπέρματος ὁρᾶται διττή τις ἀπόφυσις γιγνομένη, κάτω μὲν εἰς τὴν γῆν ἑτέρα, πρὸς δὲ τὸν ὑπὲρ γῆς ἀέρα παραπλησία τις ἄλλη. λεπταὶ δ’ οὖσαι τό γε κατ’ ἀρχὰς αἱ ἀποφύσεις αἵδε τοῦ χρόνου προϊόντος ἁδρύνονταί τε ἅμα καὶ κατὰ τὸ μῆκος ἐκτείνονται, κᾀπειδὰν ἤδη μέγεθος ἀξιόλογον ἔχωσιν, εἰς ἀποφύσεις σχίζονται. καὶ μέντοι τούτων αὐτῶν αὖθις εἰς ἑτέρας ἀποφύσεις διαιρουμένων, εἶτ’ ἐκείνων εἰς ἄλλας, ἐν ἑκάστῳ μορίῳ τοῦ χρόνου πάσας αὐτὰς ἅμα τρέφεσθαί τε καὶ αὐξάνεσθαι συμβαίνει, καὶ δὴ καὶ καρποὺς ἐπιφύεσθαι τοῖς πέρασιν αὐτῶν ἅπασι, τελειωθέντος τοῦ φυτοῦ.  τὴν αὐτὴν οὖν ἔχοντος τοῦ κυήματος ἐν τῇ πρώτῃ γενέσει τοῖς φυτοῖς διοίκησιν, ἐλαχίστη μὲν εἰκότως ἡ αὔξησις αὐτοῦ γίγνεται κατὰ τὸν πρῶτον χρόνον· ὁπόταν δὲ σαφῶς ἄρξηται διαρθροῦσθαι, πλείων, ὥσπερ γε καὶ διαρθρωθέντων μεγίστη, κατὰ πολλὰ μόρια τῆς διοικούσης αὐτῶν φύσεως ἐνεργούσης ἅμα. τίς οὖν ὅρος ἐστὶ τοῦ πρώτου χρόνου, καθ’ ὃν οὐδέπω δεῖται τῆς καρδίας τὸ κυούμενον; ἐμοὶ μὲν δοκεῖ, καθ’ ὃν οὐδὲ τῶν φλεβῶν ἡ κατὰ τὸ ἧπαρ ἐγένετο σύμπασα σχίσις. καλῶ δὲ σύμπασαν, ἐπεὶ διττή τίς ἐστιν οὐκ ἐμοὶ πρώτῳ φανεῖσα τοιαύτη, συμφωνουμένοις δὲ τοῖς ἀνατομικοῖς ἀνδράσιν ἅπασιν. ἡ γὰρ ἐξ ὀμφαλοῦ φλὲψ ἅμα τῷ πρώτως εἰς τὴν ἐντὸς χώραν ἀφικέσθαι τοῦ περὶ τὸ κυούμενον δέρματος εὐθέως σχίζεται δίχα, καθάπερ εἰς δύο μόρια μέγιστα κατὰ τὰ πολλὰ τῶν δένδρων ὁρᾶται τὸ πρέμνον διαιρούμενον, εἶθ’ ἑκατέρας τῶν φλεβῶν τῶνδε δίκην κλάδου ἀποφυούσης ἑτέρας φλέβας, ἐκείνων τε πάλιν ἑτέρας, εἶτα τούτων γεννωμένων ἄλλας, ἄχρι περ ἂν εἴς τινα πέρατα τελευτήσωσιν ἑκάτεραι τῶν κατασχίσεων, ἡ τοῦ ἥπατος ἴδιος οὐσία, περὶ ἧς διῆλθον ἔμπροσθεν, ἐν κύκλῳ τε περιφύεται καὶ τὰ μεταξὺ τῶν σχίσεων ἀναπληροῖ, καθάπερ τις στοιβή. καὶ οὕτως αἱ μὲν ἀπὸ τῆς ταπεινοτέρας φλεβὸς ἀποφύσεις ἐν τοῖς σιμοῖς τοῦ σπλάγχνου γίγνονται μέρεσιν, οἷς περιλαμβάνει τὰ δεξιὰ τῆς γαστρὸς, αἱ δ’ ἀπὸ τῆς ὑψηλοτέρας ἐν τοῖς κυρτοῖς, ἔνθα τοῦ διαφράγματος ψαύει. καὶ διὰ ταύτην γε τὴν αἰτίαν αἱ δύο πύλαι τοῦ ἥπατος ἐγένοντο τοῖς ἐμβρύοις· τῆς γάρ τοι μεγάλης φλεβὸς, ἣν δι’ ὀμφαλοῦ φερομένην ὁρῶμεν, αἱ κατὰ τὸ σῶμα φλέβες ἅπασαι μόριά τε καὶ ἀποβλαστήματά εἰσιν, τῆς μὲν ὑψηλοτέρας πύλης γενομένης ἕνεκα τοῦ γεννηθῆναι τὰς κατὰ τὸ ἧπαρ ἁπάσας, τῆς ταπεινοτέρας δὲ ἕνεκα τοῦ τὰς εἰς τὴν γαστέρα καὶ σπλῆνα, καὶ τὸ ὑπόλοιπον, ἔντερά τε πάντα. συμπληρωθέντος δὲ τοῦ ἥπατος, ἐκ μὲν τῶν κατὰ τὰ κυρτὰ μέρη φλεβῶν αὐτοῦ καθάπερ ἔκ τινων ῥιζῶν ἀθροίζεται στέλεχος ἡ μεγίστη τῶν ἐν τῷ σώματι φλεβῶν, ἣν διὰ τοῦτο κοίλην ὀνομάζουσιν κατ’ ἐξοχὴν δή τινα πρὸς τὰς ἄλλας φλέβας, ἐνδεικνύμενοι τὸ μέγεθος αὐτῆς· Ἱπποκράτης δ’ ἀπὸ τοῦ ἥπατος, ὅθεν ἑώρα τὴν ἔκφυσιν ἔχουσαν, ἡπατῖτιν ἐκάλεσεν. ταύτης οὖν τῆς φλεβὸς ἐκτεταμένης κατὰ τὸ μῆκος τοῦ ζώου, τὸ μέν τι κάτω φέρεται κατὰ μέσης τῆς ῥάχεως ἐστηριγμένον, τὸ δ’ ἄνω διὰ μέσου τοῦ θώρακος ἐπὶ τὸν τράχηλον ἀναφέρεται, πρώτας μὲν ἀποφύσεις εἰς τὸ διάφραγμα ποιούμενον οὐ σμικρὰς, ἐπ’ αὐταῖς δ’ ἑτέρας πάντως λεπτὰς εἴς τε τοὺς διαφράττοντας ὑμένας τὸν θώρακα καὶ τὸν περικάρδιον χιτῶνα, μετὰ δὲ ταῦτα εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας καὶ τὸν θώρακα. κατὰ δὲ τὸν αὐτὸν χρόνον εὔλογόν ἐστι καὶ τὰς ἐκ τῶν ταπεινοτέρων πυλῶν φλέβας εἰς πάντα τὰ κατὰ τὴν γαστέρα μόρια κατασχιζομένας αἰτίας τῆς γενέσεως αὐτοῖς γίγνεσθαι. ἐν ᾧ δ’ ἐπὶ τὴν καρδίαν ἀναφέρεται τὸ ἄνω μέρος τῆς ἡπατίτιδος, ἐν τούτῳ τὸ καταφερόμενον ἀποφύσεις ἑαυτοῦ τάς τ’ ἐπὶ τοὺς νεφροὺς ποιεῖται, (πρῶτοι μὲν γὰρ οὗτοι κεῖνται πλησίον τοῦ ἥπατος,) καὶ εἰς τὰ περὶ τὴν ῥάχιν χωρία τὰ κατ’ ὀσφὺν, ὥσπερ γε τὸ ἄνω τοῦ διαφράγματος μέρος τῆς ῥάχεώς τε καὶ τοῦ θώρακος εὔλογον, ἀπὸ τῆς ἀναφερομένης ἡπατίτιδος ἀποφύσεις λαμβάνον, ὕλην τῆς γενέσεως ἐξ αὐτῶν ἴσχειν, ἐν ᾧ χρόνῳ καὶ καρδία πλάττεται. παραγίγνεσθαι γὰρ ἐπ’ αὐτὴν ἤδη δύναται καὶ τὸ τῶν ἀρτηριῶν προειρημένον ζεῦγος εἰς μίαν ἀνηγμένον. καὶ αὐτὸ ἐπὶ μέσης τῆς ῥάχεως ἐστηριγμένον ὁρῶμεν, ἄχρι περ ἂν ἐγγὺς ἀφίκηται τῆς καρδίας. ἐκ ταύτης οὖν τὴν καρδίαν πιθανόν ἐστιν ἀρυομένην αἷμα θερμότερον πολλῷ τοῦ κατὰ τὰς φλέβας εἰς τοσοῦτον καὶ αὐτὴν θερμοτέραν γίνεσθαι τοῦ ἥπατος, εἰς ὅσον καὶ τὸ αἷμα τοῦ αἵματός ἐστι θερμότερον. οὐσῶν δὲ δυοῖν αὐτῆς κοιλιῶν, εἰς μὲν τὴν δεξιὰν τὸ ἐκ τοῦ ἥπατος αἷμα παραγίγνεται, μετρίως θερμὸν ὑπάρχον, εἰς δὲ τὴν ἀριστερὰν πολλῷ θερμότερον τοῦδε τὸ διὰ τῶν ἀρτηριῶν. ὅταν δὲ τὰς κοιλίας σχῇ καὶ τὰς ὕλας ἀμφοτέρας, ὡς ἂν ἤδη πεπληρωμένης αὐτῶν τῆς οὐσίας, αὐτή τε σφύζει καὶ τὰς ἀρτηρίας ἅμα ἑαυτῇ κινεῖ τὴν αὐτὴν ἑαυτῇ κίνησιν, ὥστε τὸ κυούμενον οὐ μόνον ὡς φυτὸν ἔτι τὴν διοίκησιν ἔχειν, ἀλλ’ ἤδη καὶ ὡς ζῶον, ὁποῖα ζῶα χῆμαί τ’ εἰσὶ καὶ κήρυκες καὶ πίνναι καὶ ὄστρεα καὶ λοπάδες, ἤτοι γ’ ὀλιγίστης, ἢ οὐδ’ ὅλως δεόμενον κινήσεως σφυγμικῆς. ἐδείχθησαν γὰρ οἱ σφυγμοὶ τοῖς θερμοῖς σώμασιν ὑπάρχοντες, οὐδὲν δ’ οὔτ’ ἄναιμον ζῶόν ἐστι σαφῶς θερμὸν, οὔτε τῶν σαφῶς θερμῶν ἄναιμον. ἦν μὲν οὖν καὶ χωρὶς τοῦ παρὰ τῆς καρδίας θερμοῦ σύμφυτος ὑπάρχουσα χλιαρὰ θερμότης τῷ κατὰ τὰς φλέβας αἵματι, καὶ διὰ τοῦτο καὶ τῷ ἥπατι· τὴν καρδίαν δ’ ἔχει τὰ ζῶα καθάπερ τινὸς πυρὸς ἑστίαν, καὶ γὰρ καὶ χωρὶς ταύτης ἡ θερμασία τῶν ἐναίμων ζώων παραπλησία τῇ κατὰ τοὺς οἴκους ἐστὶν ὥρᾳ θέρους, ἀλλ’ ὥσπερ οἶκος, ἀναφθέντος ἐν αὐτῷ πυρὸς, γίνεται θερμότερος, οὕτω καὶ τὸ σῶμα τῶν ζώων ἐκ τῆς καρδίας ἐπικτᾶται θερμότητα πλείονα τῆς ἐμφύτου ταῖς τε φλεψὶ καὶ τῷ ἥπατι, καὶ δηλονότι καὶ τῷ αἵματι τῷ κατ’ αὐτά. κατὰ γὰρ τὰς ἀρτηρίας Ἐρασίστρατος μὲν οὐδ’ ὅλως οἴεται περιέχεσθαι τὸν χυμὸν τοῦτον, ἡμεῖς δ’ ἡγούμεθα, καθάπερ καὶ φαίνεται λεπτομερέστερον καὶ θερμότερον ἐν αὐταῖς ὑπάρχον αἷμα· τοιοῦτον γάρ τι κᾀν τῷ τρωθῆναι τὸ ῥέον ἐξ αὐτῶν ἐστιν. καί μοι δοκεῖ καὶ Πλάτων ἐνδείκνυσθαι τοῦτο δι’ ὧν φησιν ἐν Τιμαίῳ· Τὴν δὲ καρδίαν ἅμα τῶν φλεβῶν πηγὴν καὶ  τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν. οὐ γὰρ ἁπλῶς εἶπεν, αἵματος αὐτὴν εἶναι πηγὴν, ἀλλὰ τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς· οὐ τοιοῦτον δ’ ἐστὶ τὸ κατὰ τὰς ἰδίως ὀνομαζομένας φλέβας, ὡς οἵ γε παλαιοὶ κοινὸν ὄνομα τὸ τῶν φλεβῶν ἑκατέρῳ τῷ γένει τῶν ἀγγείων ἐπέφερον. ὥσπερ δὲ τὴν καρδίαν ὑστέραν ἥπατος εὔλογον ἦν γενέσθαι, καὶ διὰ τοῦτο τῇ τῆς κυούσης μήτρᾳ πλησιέστερον ἐτάχθη τὸ ἧπαρ, οὕτω τὸν ἐγκέφαλον ἔτι καὶ ταύτης ποῤῥωτέρω ταχθῆναι προσῆκον ἦν, ὡς ἂν καὶ τῆς κατασκευῆς αὐτοῦ γενησομένης ὑστέρας, ὅτι μηδὲ χρήζει τι τὸ κυούμενον ζῶον ἐγκεφάλου διὰ τὸ μήθ’ ὁρᾷν αὐτὸ δεῖσθαι, μήτ’ ἀκούειν, μήτε γεύεσθαι, μήτ’ ὀσφραίνεσθαι, καθάπερ οὐδὲ τοῖς κώλοις ἐνεργεῖν, οὐδ’ ὅλως ἑτέραν τινὰ προαιρετικὴν ἐνέργειαν ἢ τὴν τῆς ἁφῆς αἴσθησιν ἔχειν, ἢ φαντασίαν, ἢ λογισμὸν, ἢ μνήμην. ὕστερον οὖν ποτε κατὰ τρίτην τύξιν χρόνου ἐγκέφαλός τε καὶ τὰ κατὰ τὸ πρόσωπον ἅπαντα διεπλάσθη, καθ’ ὃν καιρὸν ἤδη καὶ τὰ κῶλα διηρθρώθη, καὶ πᾶν εἴτι πρόσθεν εἴρηται μόριον εἰς τελειότητα τῆς ἑαυτοῦ κατασκευῆς ἀφίκετο. πρόδηλον δ’, ὅτι καὶ τὸ τῆς κεφαλῆς ὀστοῦν ὕστερον ἁπάντων τῶν ἄλλων ὀστῶν ἐπάγη, καὶ διὰ τοῦτο κατὰ τὸ βρέγμα λεπτὸν οὕτως ἐστὶ καὶ ἀσθενὲς, ὡς ἐπὶ τῶν νεογενῶν παιδίων ὁρᾶσθαι τὴν κίνησιν τοῦ ἐγκεφάλου, μὴ μόνον ψαυόντων ἡμῶν, ἀλλὰ καὶ βλεπόντων. καὶ τέταρτος ἤδη χρόνος οὗτος ἥκει μετὰ τὴν πρώτην σύλληψιν, ἐν ᾧ κρατύνεται τὰ κατὰ τὴν κίνησιν ὕστερα διαπλασθέντα μόρια. καὶ διὰ τοῦτο ταῖς μὲν τῆς θρεπτικῆς ψυχῆς ἐνεργείαις τὰ βρέφη ῥωμαλεωτάταις χρῆται, δευτέραις δὲ κατὰ ῥώμην ταῖς ἀπὸ τῆς καρδίας, ἀῤῥώστοις δὲ ταῖς ἀπ’ ἐγκεφάλου, μὴ ὅτι θεῖν ἤδη τοῖς σκέλεσιν ἢ βαδίζειν, ἀλλὰ μηδὲ στῆναι δυνάμενα, πολὺ δὲ μᾶλλον ἢ λογίσασθαί τι τῶν συμφερόντων, ἢ μαθεῖν, ἢ μνημονεῦσαί τινος αἰσθητοῦ παθήματος ἢ λογικοῦ μαθήματος. ὕστερον δ’ αὐτοῖς καὶ τὸ τῆς κεφαλῆς ὀστοῦν κρατύνεται, καὶ οἱ ὀδόντες ἐκφύονται, τριχοῦταί τε τὸ κρανίον, ὥστε καὶ τοῖς σώμασιν ἀτελῆ τὰ γεννηθέντα καὶ τῷ τῆς ψυχῆς ἀρίστῳ μορίῳ τῷ λογιστικῷ σαφῶς φαίνεται· σὺν γὰρ τοῖς ὀργάνοις τελειούμεναι αἱ τῆς ψυχῆς δυνάμεις ἐνεργοῦσιν. ἔνεστι δὲ τοῦτο μαθεῖν τῷ βουληθέντι τὸ βιβλίον ἀναγνῶναι, καθ’ ὃ δείκνυμι ταῖς τοῦ σώματος κράσεσιν ἕπεσθαι τὰς τῆς ψυχῆς δυνάμεις.