Τριττὴν δ’ ἐγχωρεῖ ποιήσασθαι τὴν ἐπίσκεψιν, ἐναργεστάτην μὲν, ἣν πολλάκις κᾀγὼ ἐποιησάμην, ἵππους τε καὶ κύνας, καὶ ὄνους, καὶ βοῦς, αἶγάς τε καὶ πρόβατα παραφυλάξας, εἰ κατέχει τὸ σπέρμα ποτὲ μετὰ τὴν ὀχείαν, ἢ ἐκκρίνει διὰ παντός. εὐθέως μὲν οὖν μοι καὶ κατὰ τὰς ἀρχὰς παρὰ τῶν τὰ τοιαῦτα δεινῶν ἐλέχθη, φασκόντων ἀκριβῶς τετηρηκέναι, τηνικαῦτα κατέχεσθαι τὸ σπέρμα τοῖς θήλεσι ζώοις, ὅταν κυΐσκειν μέλλοιεν. ἀλλ’ εἴ τις καταγνῷ μου τόδε, ὁμολογῶ τὸ πάθος τοὐμὸν, ὃ παρ’ ὅλον ἐμαυτοῦ τὸν βίον ἔπαθον, οὐδενὶ πιστεύσας τῶν διηγουμένων τὰ τοιαῦτα, πρὶν πειραθῆναι καὶ αὐτὸς, ὧν δυνατὸν ἦν εἰς πεῖραν ἐλθεῖν με. οὔκουν οὐδὲ περὶ τούτου τοῖς αὐτόπταις φάσκουσι γεγονέναι πολλάκις ὧν διηγοῦνται πιστεύειν ἔμελλον μόνοις, εἰ καὶ ὅτι μάλιστα συμφωνοῦντας ἑώρων αὐτοὺς, ἀλλὰ τῇ συνήθει χρώμενος ἀπιστίᾳ διττὴν ἐποιησάμην τὴν βάσανον, ἑτέραν μὲν ἐπὶ τοῖς ἐκκρίνασι τὸ σπέρμα ζώοις, ἑτέραν δὲ ἐπὶ τοῖς κατασχοῦσιν. οὔτ’ οὖν τῶν ἐκκρινάντων ἐκύησέ τι καὶ πάντα ἐκύησε τὰ κατασχόντα. δευτέραν δὲ νῦν ὁδὸν εἰς τὰς γυναῖκας ἰέναι ἔγνων, πυνθανόμενος, ὅσαι μάλιστα ἐδόκουν ἑαυταῖς παρακολουθεῖν, εἰ ὁμοίως φαίνοιτο ἐπ’ αὐτῶν γινόμενον, ὡς ἐπὶ τῶν ζώων τῶν ἀλόγων, ἐμαυτὸν ἐπιτιμῶν ἐν τῷδε, (τί γὰρ οὐ χρὴ τἀληθῆ λέγειν;) εἰ νομίζοιμι διαφοράν τινα εἶναι κυήσεως ἐν ἀλόγῳ τε καὶ λογικῷ ζώῳ, γνῶναι δὲ ὅμως βουλόμενος, εἰ παρακολουθοῦσι τῷ γινομένῳ. πλέον οὖν ἐλπίδος ἐξεῦρον, ὡς μὴ μεταγνῶναι τῆς πολυπραγμοσύνης. κινήσεως γάρ τινος ἔφασαν αἰσθάνεσθαι κατὰ τὴν μήτραν, οἷον σπωμένης τε καὶ κατὰ βραχὺ συνιούσης εἰς ἑαυτὴν, ἐπειδὰν συλλαμβάνωσι τὸ σπέρμα. καί μοι καὶ αὐτὸ τοῦτο συλλαμβάνειν τὸ σπέρμα, ἔτι τε πρὸς αὐτῷ τοὔνομα τοῦτο ἡ σύλληψις ἐντεῦθεν ὑπὸ τῶν γυναικῶν ἐδόκει τεθεῖσθαι. τρίτην οὖν ὁδὸν ἔτι περιελθεῖν ἐδικαίωσα, ὅλα τὰ συγγράμματα ἀναγινώσκων ἁπάντων τῶν τὰ τοιαῦτα συγγραψάντων ἰατρῶν. εὕρισκον δὲ κᾀκείνους λέγονας, ἔνδον μένειν τὴν γονὴν τοῦ ἀνδρὸς, εἰ μέλλοι κυΐσκειν ἡ γυνή. τινὲς δὲ αὐτῶν, ὅσοι γε ἐπιμελέστεροι, καὶ τὴν τῶν ὑστερῶν κίνησιν ἐγεγράφεισαν, εὐθέως προστιθέντες, ὅτι καὶ περιστέλλονται τῷ σπέρματι, καὶ πανταχόθεν αὐτὸ περιλαμβάνουσι. τοῦτο οὖν ἔγνων πάλιν χρῆναι βασανίσαι ταῖς ἀνατομαῖς, καὶ πολλὰ λαμβάνων ἐφεξῆς ἀνέτεμον ἐγκύμονα ζῶα. πάντων οὖν ἐφαίνοντο τοῖς ἐμβρύοις αἱ μῆτραι περιεσταλμέναι διὰ παντὸς, εἴτε μεῖζον, εἴτ’ ἔλασσον, εἴτε καὶ παντάπασιν ἦν μικρόν. ἐοίκασι γὰρ οὕτως, ὥσπερ ὁ Πλάτων εἶπεν, αἱ μῆτραί τε καὶ ὑστέραι λεγόμεναι καθάπερ τι ζῶον παιδοποιΐας ἐπιθυμητικὸν ὑπάρχειν, καὶ διὰ τοῦτο ἕλκειν τε πρὸς ἑαυτὰς τὸ σπέρμα καὶ περιπτυσσομένας κατέχειν, ὥς που καὶ αὐτὸ τοῦτο προφανῶς αὐτοῖς τοῖς ἀνδράσι πολλάκις ὑπῆρξεν αἰσθέσθαι, δίκην σικύας ἰατρικῆς εἴσω τὸ αἰδοῖον ἐπισπωμένων αὐτῶν. γίνεται δὲ μάλιστα τὸ τοιοῦτο, ἄρτι πεπαυμένων τῶν καταμηνίων, ἡνίκα μάλιστα συλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν.