οἶδα δέ τινας οὕτως ὀνομάζοντας καὶ τὸ τῶν ἰσχάδων ἀφέψημα· ἔστι δὲ καὶ τοῦτο παραπλήσιον μοχθηρῷ μέλιτι καὶ αὐτό τινα δύναμιν ἔχει τμητικήν, ἀλλ’ ἀπολείπεται μέλιτος οὐκ ὀλίγον, καὶ πολύ δὴ μᾶλλον αἶ ἰσχάδες αὐταί, τὰ δὲ σῦκα πολὺ καὶ τούτων ἔτι μᾶλλον, ὥστ’ ἐκπεπτωκέναι τῆς λεπτυνούσης ἰδέας. ὅσα μὲν οὖν πέπονα σῦκα, τῆς μέσης ὕλης τῶν ἐδεσμάτων ἐστίν, ἢν οὔτε λεπτύνειν οὔτε παχύνειν ἱκανῶς 2. 3 ὁ 198, 1 s. ὁ 158, 6 s. 8—10 ὁ 198, 9—11. o 158, 13—15 9—16 200, 11—201, 2. 159, 11—13 3 κρεῶν Οο: camibus L: om. G 8 μόνον] non v 9 [καὶ] om. Οο : καὶ οὐκ et μόνον (10) et πομάτων om. L, praeterea ἄλλα καὶ om. pd 11. 12 οἳ ἂν ὧσι γλυκεῖς scripsi: que dulcia L : οἱ γλυκεῖς Οο: κἂν εἰσὶ γλυκεῖς G 17 καὶ e corr. G 1 18 καὶ αὐτὸ τινὰ G : et quandam et ipsa L: fort, καἰ τινα καὶ αὐτὸ 22 certitudinaliter mature (= ἀκριβῶς πέπονα?) L 23 εἰσὶν G neque — neque L: οὐδὲ — οὐδὲ G τοὺς χυμοὺς εἰπεῖν ἐγχωρεῖ· τὰ δ’ ἄλλα πάντα τῆς μέσης ἐστὶ κατωτέρω· παχύχυμά τε γάρ ἐστι καὶ ψυχρὰ καὶ δύσπεπτα καὶ φυσώδη τὰ μηδέπω καλῶς πέπειρα, καθάπερ ὁ γλεύκινος οἶνος· ἔν δ’ αὐτοῖς ἀγαθὸν ὑπάρχει τὸ ταχέως διεξιέναι καὶ ταύτῃ σμικρά βλάπτειν. καὶ μὲν δὴ καὶ σταφυλαὶ γλυκεῖαι τῆς αὐτῆς εἰσι φύσεως, καὶ μᾶλλον ἔτι τούτων αὐτῶν φοινίκων βάλανοι· αἶ μὲν γάρ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κύπρον καὶ Φοινίκην καὶ Λυκίαν καὶ Κιλικίαν οὐδὲ τὴν ἀπόθεσιν ὑπομένουσιν, ἀλλ’ ὡς ὀπῶραι μᾶλλον ἐσθίονται διὰ περιττὴν ὑγρότητα σηπόμεναι ῥᾳδίως· τῶν δ’ ἄλλων τῶν εἰς ἀπόθεσιν ἐσκευασμένων ἐλάττων μὲν ἡ βλάβη, παχὺς δ’ οὐδὲν ἧττον καὶ τούτων ὁ χυμός, ὥστε φυλάττεσθαι χρὴ τὴν ἐδωδὴν αὐτῶν ἐν τοῖς εἰρημένοις πάθεσιν.