καθόλου δὲ περὶ πάντων ἐδεσμάτων τοῦτ’ ἐπίστασθαι χρὴ κοινόν, ὧς εἶτ’ ἀποτεθείη διά τινος τῶν εἰρημένων εἴτε σκευασθείη, μέγιστον αὐτοῖς τοῦθ’ ὑπάρχει πρὸς τὸ λεπτύνειν· ὥστε καὶ αὐτὸν ἕκαστον ὅτῳ πρόκειται τοιαύτης διαίτης σκοπὸς ἐπιτεχνᾶσθαι <δεῖ> δι’ ὄξους καὶ 13—16 O 197, 10—198, 1. o 158, 3—6 3 fort. ἔχοι, cf. index s. v. κἂν εἰ 10 ὑπηλάχθαι G 16 κητώδεις O o: cetodeos L : σκληρώδεις G 20 <ἢ καὶ> addidi: vel v: et pd: om. G 26 ἐπιτεχνάσθω G : mgeniare (-ri v, vigilare d) oportet L ἐσκευασμένα προσφέρεσθαι τῶν ἐδεσμάτων τὰ πλεῖστα καὶ προταριχεύειν αὐτῶν ὅσα δυνατόν· ταριχευθέντων δή τοι καὶ τῶν χοιρείων <κρεῶν> γεύοιτ’ ἄν τις ἄλλως δὲ φυλάττεσθαι χρὴ καὶ ταῦτα παχὺν καὶ γλίσχρον γεννῶντα χυμόν. Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐταρκῶς δέῃρηται, λείποιτ’ ἄν ἔτι καὶ περὶ μέλιτος καὶ οἴνου καὶ γάλακτος διελθεῖν, καὶ πρῶτόν γε περὶ μέλιτος, ἐπειδὴ μόνον ὧς ἔπος εἰπεῖν τῶν γλυκέων [καὶ] οὐκ ἐδεσμάτων μόνον ἀλλά καὶ πομάτων ἀκριβῶς λεπτοῦ τὴν σύστασιν χυμοῦ γεννητικὸν ὑπάρχει. τῶν γὰρ οἴνων οἳ ἂν ὧσι γλυκεῖς ἱκανῶς ἅπαντες παχέος αἵματός εἰσι γεννητικοί· καὶ γὰρ μέλανές εἰσιν οὗτοι καὶ παχεῖς τὴν σύστασιν· ἔτι δὲ μᾶλλον τῶν οἴνων τὸ σίραιον ὀνομαζόμενον· ἔστι δὲ τοῦτο γλεῦκος ἐπὶ πλεῖστον ἑψημένον.