ἐλαῖαι δὲ μέσον πῶς εἰσιν ἔδεσμα πρός γε τὰ παρόντα, ὥστ’ οὔτ’ ἐπαινεῖν ἔχομεν οὔτε ψέγειν οὐδὲν ἀξιόλογον, ὡσπερ οὐδὲ τἀς κρεμασθείσας σταφυλάς· αἶ δ’ ἐν τοῖς στεμφύλοις ἢ βοτρύοις ἡ ὅπως ἂν ὀνομαζειν ἐθέλῃς ἀποτιθέμεναι ταῖς μὲν τῆς γαστρὸς ἀρρωστίαις οὐκ ἀνεπιτήδειοι, χείρους δ’ εἰς τὰ παρόντα, καὶ τούτων ἔτι μᾶλλον αἶ εἰς οἶνον ἐμβαλλόμεναι. αἶ δ’ ἀσταφίδες, ὅσαι μήπω σπληνὶ καὶ ἥπατι μεγάλοις οὐκ ἀγαθαί, βελτίους δ’· εῖς τά κατά θώρακα καὶ πνεύμονα πάθη· καὶ μὲν δὴ καὶ τῶν ῥοιῶν αἶ στρυφναὶ μοχθηραὶ μὲν εἰς ταῦτα, βελτίους δ’ εἰς τὰς τῆς γαστρὸς ἀρρωστίας. τοὺς δ’ ἄλλους τῶν δένδρων καρπούς ἀπὸ τούτων ὁρμώμενος κρῖνε· 4 et nuces, aliter (aliqualiter ν) quidem et rum (nil v) minus ad preiacentem (nobis add. v) dietam. adhuc autem pistacia (-cea 4) ad hanc quidem non sunt prava (Sunt autem et fistice adhuc non prave v) L. restituenda igitur haec fere: καὶ κάρυα <ἄλλως καὶ οὐχ (vel οὐδὲν) ἦττον πρὸς τὴν προκειμένην (ἡμῖν ?) δίαιταν προσέτι δὲ> καὶ τὰ πιστάκια πρὸς γοῦν ταύτην οὐ φαῦλα 8 castanee L, cf. VI 777, 16 ss.: κάστανοι G 9 χείριστοι G ὥστε ἔχομεν G : ὥστε — ἔχοιμι ἂν Ο ο fort, recte: ut — habeam p d: unde — habeo v 13 βοτρύοις sic certo compendio G: botris L : fort. βρυτίοις coll. VI 579, 12 et Athen. 11 56 d, ubi vid. Kaibelii adnota 14 ἐθέλοις G ἐπιτιθέμεναι G : reponuntur L οἶ μὲν γὰρ σκληροὶ καὶ στρυφνοὶ πάντες εἰσὶ μοχθηροί, τῶν δ’ ἄλλων γεύεσθαι τὰ μέτρια, ὥστε κἂν εἰ διαφερούσας τι ποιότητας ἔχῃ κατὰ τά μόρια, τὰ μὶν ὄξεα τε καὶ δριμέα τῶν μερῶν αὐτοῦ προσφέρεσθαι χρή, τὰ δ’ ἄλλα φυλάττεσθαι· πολλὰ δ’ ἂν εὕροις τοιαῦτα, καθάπερ καὶ τὸ Μηδικὸν μῆλον, ὃ κίτρον ὀνομάζομεν· ἔστι γάρ αὐτοῦ δριμύς μὲν ὁ φλοιός, ὀξύ δὲ τὸ ἔνδον, παχύχυμος δὲ καὶ φλεγματώδης ἡ σάρξ. Τῶν δ’ ἐν ὄξει καὶ ἅλμῃ δυναμένων ἀποτίθεσθαι τοσοῦτον ὑπηλλάχθαι χρὴ νομίζειν τὴν ἀρχαίαν δύναμιν ὅσον ἐκ τῆς σκευασίας ἠλλοιώθησαν· ὅτι δ’ ὄξος καὶ ἅλμη τῶν τεμνόντων καὶ λεπτυνόντων, οὐδεὶς ἀγνοεῖ. ταῦτ’ ἄρα καὶ τῶν ἰχθύων οἶ ταριχευθέντες ἱκανώτατα λεπτύνουσι καὶ τέμνουσι τούς παχεῖς χυμοὺς καὶ γλίσχρους· ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσοι φύσει μαλακόσαρκοι, τοὺς δὲ κητώδεις φυλάττεσθαι καὶ πολὺ δὴ τούτων ἔτι μαλλὸν αὐτά δὴ τὰ κήτη· γεύεσθαι δ’ εἰ βούλοιτό τις καὶ τούτων ἀπορίᾳ τῶν βελτιόνων ἢ καὶ ἄλλως ὀρεχθείς, ἤτοι δι’ ὑποτρίμματος δριμέος ὢ οἷον καὶ τὸ τοθ’ νάπυός ἐστι>ν ἢ καὶ> δι’ ἐλαίου καὶ ὄξους μόνον ἁρμόττει.