Ἀλλὰ γάρ καὶ περὶ τῶν ῥιζῶν ἀρκεῖ τοσαῦτα· μετιέναι δ’ ἤδη καιρὸς ἐπὶ τοὺς τῶν δένδρων καρπούς· εἰσὶ δ’ οὐκ ὀλίγοι τούτων ὑγροὶ καὶ ψυχροὶ καὶ μάλισθ’ ὅσους οὐδ’ εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν· ἥκιστα δ’ λυποῖτό τις ὑπὸ τῶν λαπαττόντων τὴν κοιλίαν, ὧσπερ τά μόρα λαπάττει καὶ τούτων ἐφεξῆς τὰ κοκκύμηλα καὶ τὰ κεράσια καὶ τὰ σῦκα· τὰ δὲ βραδυπόρα χείρω πάντων καὶ μᾶλλον εἰ καὶ σκληρὰ τοῖς σώμασιν ὑπάρχει. ἀλλὰ τούτων μὲν μὴ γεύεσθαι μηδενὸς πλὴν τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων, οἷάπερ ἐστὶν ἀπίων τε καὶ μήλων καὶ σταφυλῶν οὐκ ὀλίγα γένη, τὰ δὲ μαλακώτερα μᾶλλον ἐσθίειν τῶν σκληροτέρων, οὐ μὴν εἰς κόρον γ’ οὐδενὸς τούτων, οὔτε τῶν μήλων τῶν Περσικῶν οὔτε τῶν Ἀρμενίων ἃ δὴ πρεκόκια καλοῦσι ἔτι δὲ μᾶλλον καὶ τῶν ὀνομαζομένων Σηρικῶν. καὶ μὴν καὶ τά μύρτα καὶ τὰ διόσπυρα καὶ τἆλλ’ ὅσα τούτοις ἔοικεν οὐκ ἐπιτήδεια· καὶ τοῖς οὔοις δὲ καὶ τοῖς μεσπίλοις εἰς ἄλλα μὲν ὀρθῶς ἄν τις χρῷτο, πρὸς δὲ τὴν λεπτύνουσαν δίαιταν οὐκ ἐπιτήδεια, καὶ μάλιστα τὰ μέσπιλα· τὸ καθόλου δ’ εἰπεῖν ὅσα σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ διαίτῃ ταύτῃ, συμφέρει δὲ 8—17 Ο 198, 2—5. ο 158, 7—9 24—26,12 O 198, 5—9. o 158, 10—13 2 κρομύου G 9 λυποῖτο Ο ο: λυπῶτό G 10 μῶρα G κοκύμηλα G 11 πάντων ex μᾶλλον G 1 18 precokia pv: precobia d: βεβρώκια G: cf. VI 786, 17 811, 12 466, 6 585, 9 593, 8 594, 6 20 διασποιρα G sic 21 οὔοις ex ὄφοις ut vid. G1 μόνοις τοῖς κατὰ κοιλίαν ῥεύμασιν ἢ ἐκλύτῳ στομάχῳ καὶ γαστρί. τῶν δ’ εἰς τὸν χειμῶνα φυλαχθῆναι δυναμένων ἐπιτηδειότατα πάντων ἐστὶν ἰσχάδες τε καὶ κάρυα < * * * * * * * * * * *> καὶ τὰ πιστάκια· πρὸς γοῦν ταύτην οὐ φαῦλαι καὶ τῶν ἀμυγδαλῶν αἶ ὑπόπικροι. τὰ δὲ Ποντικά καλούμενα κάρυα σκληρότερά τε τούτων ἐστὶ καὶ οὐδὲν ἔχει τῶν ἐν τοῖς σπλάγχνοις περιττωμάτων ῥυπτικόν· αἶ δὲ καστανέαι καὶ αἰ βάλανοι χείρισται μὲν αἶ ὠμαί, μοχθηραὶ δὲ κἂν ἑψηθῶσιν ἢ ὀπτηθῶσιν ἢ φρυγῶσιν.