ὧν οὐχ αἶ ῥίζαι μόνον οὐδ’ ὁ καυλὸς ἀλλὰ καὶ τὰ φύλλα φλεγματώδη γεννᾷ χυμόν, ἧττον δ’ εἰσὶ βλαβεραί· πρὸς γοῦν τὴν λεπτύνουσαν δίαιταν αἶ ἄγριαι τῶν κηπευομένων εἰσὶ καλλίους. ἔστι δ’ ἐκ ταὐτοῦ γένους καὶ τά ὕδνα τούτοις, πλὴν ὅσον ἐν ψαμμώδει τε καὶ ἧττον ὑγρᾷ συνίσταται γῇ καὶ ταύτῃ τῶν μυκήτων ἀπολείπεται τῆς κακίας. ἑνὶ δὲ λόγῳ συμπάσας μὲν τἀς ῥίζας 4 existtmt (= καθεστήκασιν) L 10 κάρου G: caroti L: cf. Orib. I 87, 4a. 10 220, 12 (unde corrig. Gal. VI 654, 12. 17 794, 18). 211, 6 Buss.-Dar. 11 γογγύλες G 16 καὶ — δέ G: quamvis L : an καίτοι τοῦτό γε ? 18 Quid oportet (autem add. v) dicere adhuc (adhuc om. v) fort, τί <δ’ ἔτι> δεῖ λέγειν coll. § 54 in. 28 tamen (attamen v) quecumque (= ὅσα ut 15, 20 et 20, 4) L δυσπέπτους ὑποπτεύειν, γεύεσθαι δὲ μόνων τῶν θερμῶν τε καὶ δριμέων, ὥσπερ σκορόδου τε καὶ κρομμύου καὶ ῥαφανῖδος, καὶ τούτων ὧς φαρμάκου μᾶλλον ἢ ὧς ἐδέσματος. Ἀλλὰ γάρ καὶ περὶ τῶν ῥιζῶν ἀρκεῖ τοσαῦτα· μετιέναι δ’ ἤδη καιρὸς ἐπὶ τοὺς τῶν δένδρων καρπούς· εἰσὶ δ’ οὐκ ὀλίγοι τούτων ὑγροὶ καὶ ψυχροὶ καὶ μάλισθ’ ὅσους οὐδ’ εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν· ἥκιστα δ’ λυποῖτό τις ὑπὸ τῶν λαπαττόντων τὴν κοιλίαν, ὧσπερ τά μόρα λαπάττει καὶ τούτων ἐφεξῆς τὰ κοκκύμηλα καὶ τὰ κεράσια καὶ τὰ σῦκα· τὰ δὲ βραδυπόρα χείρω πάντων καὶ μᾶλλον εἰ καὶ σκληρὰ τοῖς σώμασιν ὑπάρχει.