φάττα μὲν οὑν πρὸς τῷ σκληροτέραν ἔχειν καὶ περιστερῶν καὶ τρυγόνων καὶ περδίκων τὴν σάρκα καὶ δύσπεπτός ἐστι καὶ περιττωματική, πέρδικες δὲ καὶ τρυγόνες οὔτ’ ἐσχάτως σκληρὰς ἔχουσι τὰς σάρκας οὔτε δυσπέπτους οὔτε κακοχύμους, ἀλλὰ καὶ τὸ σκληρὸν αὐτῶν ἡμέρᾳ μιᾷ φυλαχθεισῶν νεκρῶν μεταπίπτει ῥᾳ- 6—15 197, 5—10. 157, 27—158, 3 1. 2 τοῖς τῶν λαγωῶν G: ei que leporum (scil. virtuti) recte v: leporibus pd 2 post sicci (ξηρὰ) add. complexione id est τῇ κράσει L, quod fort, addendum 8 ἀκραίοις] cf. p. 20, 5 3 τοῖς ἐν ὄρεσι τεθραμμένοις G: earum (sc. gallinarum) que sunt nutrite in montibus v: montanorum (sc. gallorum) d: montana (sed praecedit corporibus gallorum) p 13 ἐργασαμένους Ο (-νοις ABC) ο: suspendendo (= κρεμασαμένους ?) L μιᾶ G et F in o: ἡμέραν μίαν O o: uno die pd: die una ν: cf. v. 21 τοὐλάχιστον 0 o: ad minus L: om. G 20 σκληρὸν ex -ρῶν G δίως καὶ γίνονται ψαθυραὶ καὶ εὔπεπτοι πάντῃ· καὶ γὰρ χρηστὴν τροφὴν διδόασι τῷ σώματι καὶ γλίσχρον ἤκιστα γεννῶσιν αἷμα καὶ πάχους καὶ λεπτότητος ἐν τῷ μέσῳ καθεστηκός, ὅπερ οἶμαι τοῖς ὑγιεινοῖς ἐδέσμασι προσήκειν μάλιστα. Περὶ μὲν δὴ τούτων αὐταρκῶς εἴρηται· περὶ δὲ τῶν ὑπολοίπων αὖθις ῥητέον. αἶ ῥίζαι τῶν λαχάνων ἅπασαι μὲν ὧς οὕτω φάναι περιττωματικαί τ’ εἰσὶ καὶ δύσπεπτοι, πρὸς μέντοι τὰ παρόντα καὶ αἶ τοῦ δαύκου καὶ αἶ τῆς καροῦς οὐδὲν ἔχουσι βλαβερὸν ὥσπερ οὐδ’ ἐπιτήδειον· ἐναντιώταται δ’ αἶ γογγυλίδες ὁμοίως ὀλίγου δεῖν τοῖς βολβοῖς, ἀπάντων δὲ χείριστοι μύκητες. οὕτω δὲ καὶ τὰς ῥίζας ὑποπτεύειν ἁπάντων δεῖ, ὅσαι γε τὸ δακνῶδες οὐκ ἔχουσι καὶ δριμύ καὶ θερμὸν ἐν τῇ γεύσει, ὥστε καὶ τὰς τῶν τεύτλων φυλάττεσθαι προσήκει· καὶ τοῦτο δὲ τὸ λάχανον ἥκιστα φλεγματῶδες, ἀλλ’ ὅμως καὶ τὰς τούτων ῥίζας φευκτέον. τί δεῖ λέγειν περὶ μαλαχῶν;