Τῶν δ᾿ ἄλλων ζῴων τῶν πεζῶν κριοὶ μὲν καὶ τράγοι καὶ σύμπαν δὲ τὸ τῶν προβάτων καὶ τῶν αἰγῶν γένος οὐ χρηστὴ τροφή· μόνοις δὲ τοῖς ἐρίφοις εἰκότως ἄν τις χρῷρο· τὴν δὲ τῶν ἀρνῶν ἐδωδὴν φυλακτέον δι᾿ ὑπερβάλλουσαν ὑγρότητα. τοὺς δ᾿ ἵππους καὶ τοὺς ὄνους ὀνώδεσιν ἀνθρώποις ἐπιτρεπτέον ἐσθίειν, ὥσπερ δὴ καὶ παρδάλεις καὶ ἄρκτους καὶ λέοντας τοῖς θηριώδεσιν· ἐγγὺς δὲ τῆς τῶν ὄνων ἐδωδῆς εἰσι καὶ οἱ ἔλαφοι, ὥστε καὶ τούτων ἀφεκτέον. ἡ δὲ τοῦ λαγωοῦ σὰρξ εἰς μὲν τὴν ἄλλην τὴν ξηραίνουσαν δίαιταν ἐπιτήδειος, εἰς δὲ τὴν νῦν προκειμένην οὐ πάνυ χρηστή ἐστι· παχὺ γὰρ ἱκανῶς αἷμα γεννᾷ· καὶ μὲν δὴ καὶ ἡ τοῦ αἵματος ἐδωδὴ ἀπάντων τῶν ζῴων φευκτέα καὶ πολὺ μᾶλλον εἰς τὴν λεπτύνουσαν δίαιταν ἡ τοῦ τῶν λαγωῶν, οὕτω δὲ καὶ τὰ σπλάγχνα πάντα· καὶ γὰρ καὶ περιττωματικὰ καὶ δύσπεπτα καὶ κακόχυμα.