χρὴ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων ἐπιστάτην εἷναι τὸν ἰατρόν, τόν τε καιρὸν ἐξευρίσκοντα καὶ τὸ μέτρον τῆς χρήσεως, οὕτω κἀν τοῖσδε· κίνδυνος γὰρ εἰς κακοχυμίαν ἐμπεσεῖν τὸν οὐκ ὀρθῶς αὐτοῖς χρώμενον· ἀλλ’ οὐ τοῦτο νῦν πρόκειται διδάσκειν, ἀλλ’ ὑπὲρ αὐτῶν μόνον τῶν ἐδεσμάτων διελθεῖν. Ὅτι μὲν οὖν σκόροδα καὶ κρόμμυα καὶ κάρδαμα καὶ πράσα καὶ νᾶπυ τῶν λεπτυνόντων ἐστίν, οὐδ’ ἂν οὐδ᾿ ἰδιώτην λάθοι διὰ τὸ σφοδρὸν τῆς ἐν αὐτοῖς δυνάμεως, ἐφεξῆς δὲ τούτων σμύρνιόν τε καὶ πύρεθρον ὀρίγανόν τε καὶ καλαμίνθη καὶ σισύμβρια καὶ γλήχων καὶ θύμβρα καὶ θύμα, χλωρὰ πάντα προσφερόμενα πρὶν ξηρανθῆναι· ἀποξηρανθέντα γὰρ ἤδη φάρμακα τε] καὶ οὐκέτι τροφαί. καθόλου δὲ πᾶν τὸ ξηρὸν ἰσχυρότερον τοῦ τεθηλότος ἐστί, καθότι καὶ αὐτῶν τῶν ὢ μὴ ξηρῶν τὰ τελεώτερα τῶν ἀτελῶν ἐστιν ἰσχυρότερα, καὶ ὅσα κατὰ λόφους ἢ ἐν χωρίοις ἀνύδροις ηὐξήθη, τῶν ἐν πεδίοις ἢ κήποις ἢ τέλμασιν ἰσχυρότερα. ταυτὶ μὲν <οὗν> ὑπὲρ ἀπάντων χρὴ γινώσκειν κοινῇ· δ’ εἰρημένοις ἐφεξῆς ἐστιν ὅ τε τῆς καππάρεως καὶ ὁ 11—7, 12 193, 1—194, 2. o 156, 1—11 7 ἐκπεσεῖν G: incidere L 11 κρόμυα G 15 μίνθη Ο, cf. adnota ad 7, 10 σισύμβρια GO: σισύμβριον Ο et C2 in Ο: sisimbrium L γλίχων G 16 θύμα Ο: θῦμα G: θύμον ὁ (sed θῦμα F): thymus L 18 τε induxi: om. Οο· farmaca iam sunt L: an φάρμακ’ ἐδτὶ? δέ G cf. § 78: γὰρ Οο: ἁ L 20 εἰσὶν G 22 23 ταυτὶ μὲν G: ταύτῃ μὲν οὖν Ο: ταῦτα μὶν οὑν o: hec igitur L: cf, VI 326, 18 τῆς τερμίνθου καρπός καὶ τούτων ἐφεξῆς εὔζωμά τε καὶ σία καὶ σέλινα καὶ πετροσέλινα καὶ ὤκιμα καὶ ῥαφανῖδες καὶ κράμβη καὶ τεῦτλα. μαλάχη δὲ καὶ βλίτα καὶ ἀτράφαξις, εἰ καὶ ταῖς ἰδέαις ἐγγυτάτω τῶν τεύτλων εἰσίν, ἀλλὰ τήν γε δύναμιν οὐκ ἐγγύς· ὑδατώδη τε γάρ ἐστι καὶ ἀμβλέα καὶ δριμείας δυνάμεως ἤκιστα μετέχοντα παραπλησίως κολοκύνθαις τε καὶ σικύοις πέποσί τε καὶ μηλοπέποσι καὶ κοκκυμήλοις.