ἀλλὰ τούτων μὲν ἀπέχεσθαι παντάπασιν οἷς μέλει λεπτυνούσης διαίτης πλὴν ὅσα τῶν ἀκραίων ἅπτεσθαί ποτε μηδὲ τούτων ἀπλῶς, ἀλλ’ εἰ γυμνάζοιτό τις ἀξιολόγως· ἔξεστι γὰρ τούτῳ καὶ ὧτα καὶ ῥύγχη καὶ πόδας συῶν ἐσθίειν καὶ γαστρὸς γεύεσθαι καὶ μήτρας καλῶς καθεψημένων· ὅσοι δ’ ἀργότερον καὶ ῥᾳθυμότερον διαιτῶνται, τούτους εἴργεσθαι προσήκει οὐ τούτων μόνον τῶν συῶν τῆς ἐδωδῆς ἀλλὰ καὶ τῶν ὀρείων, ἀρκέσει δ’ αὐτοῖς ὑπό τε στρουθῶν διαιτᾶσθαι τῶν ὀρείων καὶ ἰχθύων τῶν πετραίων, ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ κίχλης καὶ σκάρου καὶ ἀπλῶς εἰπεῖν ἀπάντων ὅσοι μαλακήν τε καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα, τῶν δ᾿ ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν. μαλακὴ μὲν οὖν ἡ τῶν ὀνίσκων σὰρξ ἀλλ’ ἧττον ψαθυρὰ τῆς τῶν πετραίων, τῶν μέντοι τριγλῶν ψαθυρὰ μὲν οὐ μὴν <καὶ> μαλακή. ταῦτ’ οὖν ἄμφω γνωρίσματα περὶ παντὸς ζῴου σαρκός, μαλακόν τε καὶ ψαθυρὸν εἷναι, καὶ τούτοις προσέχων τὸν νοῦν ᾧ μὲν 12—21, 15 ὁ 195, 8—197, 2. o 157, 5—24 1 2 ἐν αὐταῖς G: in se ipsis L 4 μέλλει G 5 ἀκραίων] cf. Stephani Thesaurus s. v. ἀκραῖος et ἄκρεος et adnota ad Hippocr. Epidem. I 2 p. 182, 6 7 ῥύγχη] μύτη sscr. G1, cf. Sophoclis lexicon b. v. 11 ὑπό G: in p: fort, ἐπί 13 κοττύφου G1 14 ὅσοι Οο.. ὅσα G: quecumque L 15 μαλακήν te ἄμα καὶ Οο fort, recte: mollem simul et L 19 <καὶ> et pd: om. Gv ταῦτα οὑν ἔχειν ἄμφω τὰ γνωρίσματα ὁ fort, recte: τ’ οὔν ἔχεις ἔχει ΑC1) τὰ γν. Ο: hee igitur due (ambe v) sint (sunt d) tibi (tibi om. v) congitiones L 20.21 τὸ μ’ τε καὶ ψ. (om. εἷναι) Oo: mollities et fragilitas L γὰρ] ὑπάρχει συναμφότερον, εἰς κόρον ἐσθίειν, τῶν δ’ ἄλλων ᾧ μὲν μηδέτερον, ἀπέχεσθαι παντάπασιν, ᾧ δὲ θάτερον, ἐσθίειν μέν ποτε καὶ τόδε τῶν ἄλλων ἀπορήσαντα, φυλάττεσθαι δὲ τὸν κόρον.