ἔστι δὲ καὶ τά ἄλλα πάντα τὰ ἐν τοῖς ὄρεσι φυόμενα μακρῷ βελτίω τῶν ἐν τοῖς πεδίοις, καί μοι δοκοῦσι καὶ οἶ ἄρειοι στρουθοὶ μὴ μόνον τῇ λεπτότητι τοῦ ἀέρος ἀλλὰ καὶ ταῖς τροφαῖς οὐχ ἤκιστα πλεονεκτεῖν τῶν ἐν ἕλεσί τε καὶ πεδίοις διαιτωμένων. ψᾶρας οὖν καὶ κίχλας καὶ κοττύφους καὶ πέρδικας ἅμα τοῖς ἄλλοις στρουθοῖς τοῖς ὀρείοις ἐσθίειν, δὲ καὶ νηττῶν καὶ τῶν ἄλλων ὀρείων ὀρνίθων· ἄρτω δὲ καὶ ὠτίδων καὶ χηνῶν καὶ τῶν ἄλλων μεγάλων στρουθῶν ἃς καὶ στρουθοκαμήλους ὀνομάζουσι καὶ πά.πων τῶν ὁμοίων ἀφεκτέον, ὅτῳ φροντίς ἐστι λεπτυνούσῃ χρῆσθαι διαίτῃ· σύμπαντα γὰρ τὰ τοιαῦτα περιττωματικὴν ἔχει τὴν σάρκα. καὶ οἶ πυργίται καλούμενοι στρουθοὶ καὶ ὅσοι κατὰ τὰς ἀμπέλους διαιτῶνται καὶ τῶν περιστερῶν αἶ ἐκ τῶν πύργων ἀμείνους τῶν κατοικιδίων εἰσίν· οὕτω δὲ καὶ οἶ σύες οἶ ὄρειοι τῶν ἡμέρων βελτίους εἰς ἐδωδὴν καὶ καθόλου πάντα τὰ γεγυμνασμένα τῶν ἀγυμνάστων καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίον· αἶ γὰρ τῶν ἡμέρων συῶν σάρκες ἀπάντων μὲν τῶν ἐδε- 8—10 ὁ 196, 1 s. ὁ 166, 23 s. 16—23 ὁ 195, 2—10. o 156. 24—157, 5 2 ξηρότερά τε καὶ θερμότερα Οο: sicciora et calidiora L: θ’. τε καὶ ’ξ G 9 κοττύφους G1 11 νιττῶν G 18 πύργων Οο of. VI 485, 9: turribus pv (ex turturibus p): ruribus d: πέτρων G 28 τῶν ἐναντίων GO o: contrariis v: eis que contrarium (scil. respirant aerem) pd σμάτων εἰσὶ τροφιμώταται, πάμπολυ δ’ ἔχουσιν ἐν αὑταῖς τὸ γλίσχρον ἀργίᾳ θ’ ἄμα τῇ τοῦ ζῴου καὶ ἀφθονίᾳ τροφῆς ὑγροτέρας.