σκευάζεται δὲ κἀκ τῶν καλουμένων λοβῶν ἔτνος, οἵπερ δὴ καὶ κηπεύονται, παραπλησίως τῷ κυαμίνῳ· καὶ χρὴ καὶ τοῦτο γινώσκειν παχύχυμόν τε καὶ φλεγματικὸν ὑπάρχον, ἧττον μέντοι κυάμων εἰσὶ φυσώδεις οἶ λοβοὶ καὶ τὸ ῥυπτικὸν ὅπερ τούτοις ὑπάρχει τοῖς λοβοῖς οὐ πρόσεστι. τί δ᾿ ἂν ἔτι περὶ τῶν ἄλλων σπερμάτων λέγοιμι τῶν μοχθηρῶν, ἃ καὶ τῆς ἡμετέρας παραινέσεως ἄπαντες ἤδη φεύγουσιν; ἀρκεῖ γὰρ κατὰ πάντων εἰπεῖν ὡς κριθαὶ μὲν εἰς λεπτύνουσαν δίαιταν ἄλυποι παρὰ πάντα τὰ σιτηρὰ ἐδέσματα, δεύτεροι δ’ οἶ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δ’ ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ μὴ διὰ μακροῦ πισσῶν ἢ φακῆς γεύεσθαι δή τις ἐθέλοι ἢ χόνδρου. Πλείστην δ’ ἂν ἔχοις εἰ βούλοιο καὶ ἄφθονον ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπὸ τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν· οἶ μὲν γὰρ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὑγρότεροί τ’ εἰσὶ καὶ περιττωματικώ- 14—19 8 ὁ 194, 6—195, 1. o 156, 15—23 3 προειρημένον G 8 ἔτνος, οἵπερ G: etnum quod p: et υῆα v: unum ferculum quod d: fort, ἔτνος, ὅπερ (= ταῖς λοβαῖς G 13 πρὸ ex πρὸς G1 ἄλυποι Οο: ἄλυπα G δεύτεροι Οο: secumndi v: δεύτερον G: secundario pd 18 πλὴν εἰ διά μακροῦ χρόνου ὁ 19 πισσῶν ἢ φακῆς G: de pisis vel lente L: πίσσου ἢ φακοῦ Οο δή om. Ο ο L 22 ἀπό τε τῶν O o τεροι, τὰ δ’ ἐν τοῖς ὄρεσι διαιτώμενα ζῷα πάντα ξηρότερά τε καὶ θερμότερα ταῖς κράσεσιν ὑπάρχει καὶ ἡ σὰρξ αὐτῶν ἤκιστα φλεγματώδης ἐστὶ καὶ γλίσχρα.