οὐ μὴν οἴ γε φακοὶ φαῦλοι τὰ πάντα καίτοι παχὺν ὑποτρέφοντες Χυμόν, ἀλλ’ ὥστε χρῆσθαί τινα μὴ παρόντος τῶν ἐπιτηδείων ἐδεσμάτων τινός· ὅμοιοι δὲ καὶ οἶ θέρμοι ταῖς φακοῖς, πλὴν ἧττον ξηραίνουσιν. ἐρέβινθοι δὲ φυσῶδες μέν ἐστι καὶ δύσπεπτον καὶ περιττωματικὸν ἔδες μὰ, πρὸς μέντοι τὴν οὔρησιν ἐπιτήσειοι, καί τι καὶ ῥυπτικὸν ἔχουσιν. ὄροβοι δὲ βοῶν μᾶλλον ἢ ἀνθρώπων ἔδεσμα, τημτικὴν μέντοι δύναμιν ἔχουσιν, ὥστε καὶ σκευάζεται δι’ αὐτῶν φάρμακον οὐδενὸς ἧττον ἐκκαθαῖρον τὰ κατὰ θώρακα. βούκερας δὲ καὶ τῆλις — ἑκατέρως γάρ ὀνομάζεται — λαμβάνεται μὲν οὐ κακῶς καὶ πρὸ τῶν σιτίων ὑπαγωγῆς ἕνεκα γαστρὸς ἅμα τῷ γάρῳ, προσφέρονται δὲ καί τινες καὶ τὸν χυλὸν αὐτῆς μετὰ μέλιτος ὧς καὶ θερμαίνειν καὶ ῥύπτειν δυνάμενον· καὶ ἔστι μὲν ἐς ἄμφω ταῦτα ἀγαθή, φυλάττεσθαι δ’ ἐπὶ πλέον ταύτῃ χρῆσθαι· κεφαλαλγὴς γάρ ἐστι. καὶ τοῖς ἄλλοις δὲ τοῖς οὕτω προσλαμβανομένοις ὑπαγωγῆς ἕνεκα γαστρὸς ὀλιγίστοις χρῆσθαι προσῆκε· φυσώδη γὰρ αὐτῶν ἐστι τὰ πλεῖστα καὶ δύσπεπτα, καθάπερ καὶ οἶ θέρμοι καὶ οἶ ὦχροι καὶ οἶ φάσηλοι.