γίνεται δ’ ἔν τισιν ἔθνεσι κριθὴ γυμνή, καθάπερ ἐν Καππαδοκίᾳ, καὶ καλεῖται οὕτως πρὸς αὐτῶν ἐκείνων ὧς ἐμοὶ νῦν εἴρηται καὶ ἔστι τά τ’ ἄλλα καλλίστη καὶ ἐξ ὕδατος ὥσπερ χόνδρος ἑψηθεῖσα σύν τινι τῶν γλυκέων οἴνων ὢ ἐπιτηδειοτάτη ληφθῆναι. Κύαμοι δὲ ῥυπτικὸν μὲν ἔχουσί τι καὶ αὐτοὶ κριθῶν δὲ] οὐδὲν ἧττον, ἀλλ’ οὔτε πέττονται ῥᾳδίως καὶ φυσώδεις ἱκανῶς εἰσιν, ὥστε πολύ βέλτιον τοὺς πισσοὺς ἐσθίειν· ἀμείνους γὰρ εἰς ἅπαντα κυάμων. 6 Μνησίθεος] Gal. VI 512, 9 88., cf. Athen. Ill 115 f. (265, 14 88. Kaibel) 2 ἕτερον <γένος>? 11 τῶνδε] τοῦδε G: his vp: om. ἐπειδὴ G 23 δὲ delevi: om. L 25 γὰρ εἰς G: enim sunt secundum γάρ <εἰσιν> εἰς?) L ὦχροι δὲ καὶ δόλιχοι καὶ φάσηλοι πολὺ καὶ τῶν κυάμων μοχθηρότεροι. οὐ μὴν οἴ γε φακοὶ φαῦλοι τὰ πάντα καίτοι παχὺν ὑποτρέφοντες Χυμόν, ἀλλ’ ὥστε χρῆσθαί τινα μὴ παρόντος τῶν ἐπιτηδείων ἐδεσμάτων τινός· ὅμοιοι δὲ καὶ οἶ θέρμοι ταῖς φακοῖς, πλὴν ἧττον ξηραίνουσιν.