περὶ μὲν δὴ τῶν ἄρτων ὧδε γινώσκειν χρή· ὀλιγότροφοι πάντες εἰσὶ καὶ παχύχυμοι καὶ φυσώδεις ἤκιστα, ὅπως ἂν σκευασθῶσι· περὶ δὲ τῶν ἀλφίτων· ἅπαντα ὀλιγότροφα τοῖς ἄρτοις ὁμοίως, ξηραίνει δὲ μᾶλλον τῷ πεφρῦχθαι· τὸ δ’ ἄλευρον ὑγρότερόν τ’ ἐστὶν ἀμφοῖν καὶ περιττωματικώτερον καὶ φυσωδέδτερον καὶ μάλιστ’ ἂν μετὰ γάλακτος σκευασθῇ ὁμοίως τῴ χόνδρῳ. αἶ δὲ διά τινος τῶν γλυκέων λαμβανόμεναι κριθαὶ πολὺ μὲν εἰς τὴν προκειμένην δίαιτάν εἰσι χόνδρου λυσιτελέστεραι· καὶ γὰρ παχύν τε καὶ γλίσχρον χυμὸν ὁ χόνδρος γεννᾷ· πειρᾶσθαι δ’ ὅμως καὶ ταύτας μήτε διὰ σιραίου μήτε διά τινος τῶν πάχος ἐχόντων ἱκανὸν προσλαμβάνειν, ἀλλ’ ἤτοι δι’ οἰνομέλιτος ἢ διά τινος οἴνου παραπλησίου τῷ φαλερίνῳ. κατά δὲ τὸν αὐτὸν τρόπον καὶ ταῖς τίφαις ἔνεστι χρήσασθαι καὶ τῷ βρόμῳ πλὴν ὅσα καὶ δυσπεπτότερα καὶ περιττωματικώτερα πτισάνης ἐστὶ καὶ χόνδρου· πάμπολλα δὲ ταῦτα τὰ σπέρματα κατὰ τὴν ἐν Ἀσίᾳ γεννᾶται Μυσίαν, ὥστε καὶ ἄρτους ἐξ αὐτῶν σκευάζουσιν· εἰσὶ δὲ δήπου καὶ αὐτοὶ οἶ ἄρτοι δύσπεπτοί τε καὶ οὐκ εὔχυμοι.