πτισάνη δὲ καὶ αὐτὴ καθ’ ἑαυτὴν ἔχει τι ῥυπτικόν, ὧς μηδ’ ὑσσώπου δεῖσθαι· καὶ εἴ ποτε δὲ βουληθείης αὐτῆς ἐπιτεῖναι τὴν δύναμιν, ἀρκεῖ πεπέρεως μιγνύναι αὐτῇ· μέλιτος δ’ οὐδὲν δεῖται πτισάνη πλὴν εἰ μὴ τά κατὰ θώρακά τε καὶ πνεύμονά τις ἐκκαθαίρειν ἐθέλοι, τοῖς μέντοι καθ’ ἧπαρ ἢ σπλῆνα πάθεσιν οὐκ ἐπιτήδειος ἡ μῖξις μᾶλλον γὰρ ἐξαίρεται ταῦτα τὰ σπλάγχνα πρὸς τῶν ἐκ τοῦ χόνδρου ῥοφημάτων καὶ αὐτῶν καθ’ ἑαυτὰ καὶ πολὺ μᾶλλον εἰ σὺν μέλιτι σκευάσαις. ἀλλὰ περὶ μὲν τῆς τοῦ μέλιτος χρήσεως ἀπάσης ὀλίγον ὕστερον εἰρήσεται. Νυνὶ ἁ ἐπὶ τὰς κριθὰς αὖθις ἐπανίωμεν· οὐ γὰρ ἔν γε πτισάνη μόνῃ ἡ χρῆσις αὐτῶν ἐδώδιμος, 19 ὀλίγον ὕστερον] § 87 et 110 (= λευκοῦ) pd 1 πολλοὶ G: multis L 2 ἐπιμιγνύντες permiscendo L 6 γλίχωνος G ὑσώπου G 8 ἄλλοις ἐδέσμασιν σχεδὸν, sed. corr. G1 9 αὐτὴ G: ipsa quidem (= αὐτὴ μὲν) L fort, recte 10 ὑσώπου G 14 πνεύμονα ex πνεύματα ut vid. corr. G1 17 αὐτῶν] αὐτὰ G: a sorbitionibus que ex condro ipsis per (secundum v) se ipsas (ipsas om. v) L 22 in ptisana solum L: fort, μόνον ἡ χρῆσις αὐτῶν ἐδώδιμος G: usus eius est esibilis v: usus eius utilis pd: possis esus eius utilis id est ἡ ἐδωδὴ αὐτῶν χρήσιμος (nam hiatus ante ἀλλὰ καὶ ἄρτοι πολλαχόθι κρίθινοι γίνονται καὶ μετὰ γάλακτος ἕψεται τὸ αὐτῶν ἄλευρον καὶ φρυγεισῶν ἄλφιτα γίνεται καὶ δι’ ὕδατος ὥσπερ χόνδρος ἑψηθεῖσαι καὶ μετ’ οἴνου γλυκέος ἢ σιραίου προσφέρονται. περὶ μὲν δὴ τῶν ἄρτων ὧδε γινώσκειν χρή· ὀλιγότροφοι πάντες εἰσὶ καὶ παχύχυμοι καὶ φυσώδεις ἤκιστα, ὅπως ἂν σκευασθῶσι· περὶ δὲ τῶν ἀλφίτων· ἅπαντα ὀλιγότροφα τοῖς ἄρτοις ὁμοίως, ξηραίνει δὲ μᾶλλον τῷ πεφρῦχθαι· τὸ δ’ ἄλευρον ὑγρότερόν τ’ ἐστὶν ἀμφοῖν καὶ περιττωματικώτερον καὶ φυσωδέδτερον καὶ μάλιστ’ ἂν μετὰ γάλακτος σκευασθῇ ὁμοίως τῴ χόνδρῳ. αἶ δὲ διά τινος τῶν γλυκέων λαμβανόμεναι κριθαὶ πολὺ μὲν εἰς τὴν προκειμένην δίαιτάν εἰσι χόνδρου λυσιτελέστεραι· καὶ γὰρ παχύν τε καὶ γλίσχρον χυμὸν ὁ χόνδρος γεννᾷ· πειρᾶσθαι δ’ ὅμως καὶ ταύτας μήτε διὰ σιραίου μήτε διά τινος τῶν πάχος ἐχόντων ἱκανὸν προσλαμβάνειν, ἀλλ’ ἤτοι δι’ οἰνομέλιτος ἢ διά τινος οἴνου παραπλησίου τῷ φαλερίνῳ. κατά δὲ τὸν αὐτὸν τρόπον καὶ ταῖς τίφαις ἔνεστι χρήσασθαι καὶ τῷ βρόμῳ πλὴν ὅσα καὶ δυσπεπτότερα καὶ περιττωματικώτερα πτισάνης ἐστὶ καὶ χόνδρου· πάμπολλα δὲ ταῦτα τὰ σπέρματα κατὰ τὴν ἐν Ἀσίᾳ γεννᾶται Μυσίαν, ὥστε καὶ ἄρτους ἐξ αὐτῶν σκευάζουσιν· εἰσὶ δὲ δήπου καὶ αὐτοὶ οἶ ἄρτοι δύσπεπτοί τε καὶ οὐκ εὔχυμοι.