εἰ δέ τις ἔτνος ἢ ῥόφημα σκευάζειν ἐκ χόνδρου βούλοιτο, μὴ μόνον ἀνήθου μιγνύειν, ἀλλὰ καὶ πράσου τι προσεπεμβάλλειν ἢ γηήχωνος ἢ καλαμίνθης ἢ ὑσσώπου· καὶ μὲν δὴ καὶ ἡ τῆς πεπέρεως μῖξις οὐκ ἐπὶ τοῖς τοιούτοις ἐδέσμασι μόνον ἀλλά καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασιν οὐ σμικρὰ τῇ λεπτυνούσῃ διαίτῃ συντελεῖ. πτισάνη δὲ καὶ αὐτὴ καθ’ ἑαυτὴν ἔχει τι ῥυπτικόν, ὧς μηδ’ ὑσσώπου δεῖσθαι· καὶ εἴ ποτε δὲ βουληθείης αὐτῆς ἐπιτεῖναι τὴν δύναμιν, ἀρκεῖ πεπέρεως μιγνύναι αὐτῇ· μέλιτος δ’ οὐδὲν δεῖται πτισάνη πλὴν εἰ μὴ τά κατὰ θώρακά τε καὶ πνεύμονά τις ἐκκαθαίρειν ἐθέλοι, τοῖς μέντοι καθ’ ἧπαρ ἢ σπλῆνα πάθεσιν οὐκ ἐπιτήδειος ἡ μῖξις μᾶλλον γὰρ ἐξαίρεται ταῦτα τὰ σπλάγχνα πρὸς τῶν ἐκ τοῦ χόνδρου ῥοφημάτων καὶ αὐτῶν καθ’ ἑαυτὰ καὶ πολὺ μᾶλλον εἰ σὺν μέλιτι σκευάσαις. ἀλλὰ περὶ μὲν τῆς τοῦ μέλιτος χρήσεως ἀπάσης ὀλίγον ὕστερον εἰρήσεται. Νυνὶ ἁ ἐπὶ τὰς κριθὰς αὖθις ἐπανίωμεν· οὐ γὰρ ἔν γε πτισάνη μόνῃ ἡ χρῆσις αὐτῶν ἐδώδιμος, 19 ὀλίγον ὕστερον] § 87 et 110 (= λευκοῦ) pd 1 πολλοὶ G: multis L 2 ἐπιμιγνύντες permiscendo L 6 γλίχωνος G ὑσώπου G 8 ἄλλοις ἐδέσμασιν σχεδὸν, sed. corr. G1 9 αὐτὴ G: ipsa quidem (= αὐτὴ μὲν) L fort, recte 10 ὑσώπου G 14 πνεύμονα ex πνεύματα ut vid. corr. G1 17 αὐτῶν] αὐτὰ G: a sorbitionibus que ex condro ipsis per (secundum v) se ipsas (ipsas om. v) L 22 in ptisana solum L: fort, μόνον ἡ χρῆσις αὐτῶν ἐδώδιμος G: usus eius est esibilis v: usus eius utilis pd: possis esus eius utilis id est ἡ ἐδωδὴ αὐτῶν χρήσιμος (nam hiatus ante ἀλλὰ καὶ ἄρτοι πολλαχόθι κρίθινοι γίνονται καὶ μετὰ γάλακτος ἕψεται τὸ αὐτῶν ἄλευρον καὶ φρυγεισῶν ἄλφιτα γίνεται καὶ δι’ ὕδατος ὥσπερ χόνδρος ἑψηθεῖσαι καὶ μετ’ οἴνου γλυκέος ἢ σιραίου προσφέρονται.