πυροὶ μὲν οὖν ἔδεσμα τροφιμώτατόν εἰσι <καὶ> γλίσχρου καὶ παχέος ἐν τοῖς σώμασι γεννητικοί, ὥστε εἰ μή τις σκευάσας αὐτοὺς ὡς σκευάζονται προσφέροιτο, παχύν καὶ γλίσχρον ἱκανῶς ὑποθρέψει χυμόν. οὔκουν οὔθ’ ἁπλῶς ἐψημένον ἐσθίειν χρὴ πυρόν, ὧς εἶδον ἐσθίοντας ἐπὶ τῆς Ἀσίας τῶν ἀγροίκων παμπόλλους — ἡδύνουσι δ’ ὀλίγοις ἁλσὶν αὐτόν — οὔτ’ ἄλευρον ποιήσαντας ἑψεῖν ὧς ἔτνος ἢ ὕδατι δεύσαντας ἢ γάλακτι· πᾶσαι γὰρ αἶ τοιαῦται σκευασίαι καὶ δύσπεπτοι καὶ κακόχυμοι, μόνη δ’ ἐπιτήδειος ἤπερ καὶ μόνη νῦν εὐδοκιμεῖ δεόντως, ἡ διὰ τῆς ζύμης τε καὶ τῶν ἀλῶν καὶ τοῦ κλιβάνου, χείρων δὲ βραχὺ ταύτης ἡ διὰ τῶν ἴπνων. τῶν μὲν γὰρ ἄλλων οὐδὲ μεμνῆσθαι προσήκει· ἔστι δὲ καὶ πυρῶν αὐτῶν οὐκ ὀλίγη διαφορὰ κατ’ εἶδος· ὅσοι μὲν γὰρ βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, τροφιμώτατοί τ’ εἰσὶ καὶ παχύχυμοι καὶ γλίσχρου χυμοῦ γεννητικοί· ὄσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, οὗτοι καὶ ἧττον τρέφουσι καὶ ἧττον παχὺν καὶ γλίσχρον ἀπογεννῶσι χυμόν. ἔστι δὲ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς τρόφιμα καὶ παχύχυμα καὶ γλίσχρα· ἀλλά σεμιδάλεως μὲν οὐδ’ ἀναγκαῖον ἅπτεσθαι τοῖς λεπτυνούσῃ διαίτῃ χρωμένοις· χόνδρου δ’ ἔξεστιν ἀπολαύειν τὰ μέτρια <καὶ> καθ’ ἑαυτὸν ὕδατος ἑφθοῦ <καὶ> μετ’ οἰνομέλιτος ἢ οἴνου μὲν ἀλλά ξανθοῦ τε καὶ λεπτοῦ κατὰ τὴν τοῦ Φαλε- 2 <καὶ> om. G: et L δ’ οὐκ οὑν οὐδ’ G: propter neque ἴ’ 8 αὐτούς G: id (sc. triticum) L οὐτ’] εἶτ’ G: neque L ποιήσαντες ἑψοῦσιν G: faciendo coquere (coquentes v) L 9 δεύσαντες G: infundentes v: infundendo pd 14 μεμνῆσθαι G: meminere v: imitari (= μιμεῖσθαι) pd 24 <καὶ> — om. G: et — et (vel v) L 26 λεπτοῦ G: subtile v: album ρίνου μάλιστα δύναμιν, καὶ πολλοῖς δὲ τῶν ἄλλων ἐδεσμάτων ἐπιμιγνύντας καὶ μάλιστα τῷ τριπτῷ τεύτλῳ καὶ τοῖς ὀρνιθείοις ζωμοῖς. εἰ δέ τις ἔτνος ἢ ῥόφημα σκευάζειν ἐκ χόνδρου βούλοιτο, μὴ μόνον ἀνήθου μιγνύειν, ἀλλὰ καὶ πράσου τι προσεπεμβάλλειν ἢ γηήχωνος ἢ καλαμίνθης ἢ ὑσσώπου· καὶ μὲν δὴ καὶ ἡ τῆς πεπέρεως μῖξις οὐκ ἐπὶ τοῖς τοιούτοις ἐδέσμασι μόνον ἀλλά καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασιν οὐ σμικρὰ τῇ λεπτυνούσῃ διαίτῃ συντελεῖ.