ὁ μὲν οὖν μυακάνθινος ὀνομαζόμενος τῆς μέσης πως ὑπάρχει δυνάμεως· ἐφ’ ἑκάτερα δὲ τούτου μικρὸν ἀποδέοντες ὅ θ’ ἕλειός ἐστι καὶ ὁ τῆς χαμαιδάφνης, τοσούτῳ δ’ ὑγρότερος ὁ ἕλειος ὅσῳ ξηρότερος ὁ τῆς χαμαιδάφνης· εὐστόμαχος δ’ οὐδὲν ἧττον τῶν εἰρημένων ἐστὶν ὅ τε τῆς βρυωνίας καὶ ὁ τοῦ ἄγνου καὶ <ὁ τῆς> ἀκτῆς | καὶ μᾶλλον ἔτι f. 134v G τούτων οἶ σαφῶς αὐστηροὶ καὶ στύφοντες οἷος καὶ ὁ τῆς βάτου καὶ· <ὁ> τῆς ἀμπέλου· καθαίρει δὲ διὰ κάτω γαστρὸς ὁ τῆς ἀκτῆς.