ταῦτ’ ἄρα καὶ τῶν τῶν ἐδεσμάτων ὑδατώδη τε καὶ ἀμβλέα γευομένοις ἐστίν — ὑπάρχει δὲ τοῦτο διὰ περιττὴν ὑγρότητα τοῖς πλείστοις τῶν λαχανωδῶν καὶ μάλιστα 4—20 ὁ 188, 7—189, 2 1 πανταχόθεν G: ubique L 5 δριμύ G: acutum quid L 7 κατά ταὐτὰ scripsi: κατὰ ταῦτα G: secundum hoc L 9 ἐμποιεῖ G 15 εἰσὶ G 22 ὅσα G: omnium quecumque L: cf. Fleckeiseni annal. suppl. XXIII 682 7 τοῖς κηπευομένοις — ἅπαντα ταῦτα δι’ ὄξους ἐσθίουσιν, ὅσα μὲν ἥδιον ὦμά προσφέρεσθαι, γάρου μιγνύντες, ὅσα δ’ ἑφθά, τοὔλαιον ἐπιχέοντες· ἔνια δὲ καὶ δι’ ὑποτριμμάτων ἐσθίουσιν ὄξος μὲν ἐχόντων ἀπάντων, ἀλλ’ ἤτοι μετὰ μέλιτος ἢ νάπυος, ἄνηθον ἢ Λιβυστικὸν ἢ κύμινον ἢ σέλινον ἢ τὸ τοῦ κάρου σπέρμα μιγνύντες ἢ τι τοιοῦτον ἕτερον. αὐτὴ γὰρ ἡ φύσις ἡγεῖται καὶ διδάσκει τὸ ποιητέον οὐ μόνον τούς τι σοφώτερον ἐπισταμένους ἀλλὰ καὶ τοὺς ἰδιώτας· καὶ ἔγωγε πολλάκις συνεχῶς χρῆσθαι τοῖς τοιούτοις ὑποτρίμμασιν ἐκέλευον <ἂν> οἷς μέλει διαίτης, εἰ μὴ τῆς σαρκὸς τῶν φοινίκων ἐμίγνυον αὐτοῖς ἔνιοι τῶν ὀψοποιῶν πάμπολυ. γινώσκειν οὖν χρὴ καὶ περὶ τῶν ὑποτριμμάτων ἐν βραχεῖ· τὰ μὲν δὴ <διὰ> τῶν δριμέων τε καὶ θερμῶν πλείστων οἷάπερ ἐστὶ τά τε νῦν εἰρημένα καὶ ὅσα διά κρομμύων τε καὶ σκορόδων ἢ κοριάνου σκευάζουσι, ταῦτα μὲν οὖν ἅπαντα τῆς λεπτυνούσης ἐστὶ δυνάμεως, ὅσα δ’ ἧττον τούτων μὲν μετέχει πλειόνων δὲ τῶν παχυνόντων, ἐπί μικτὰ ταῖς δυνάμεσιν ὑπάρχει.