ἐπεὶ τοίνυν οὐδὲν εἶδος αὐτῶν ἐστιν ἅπασι γνώ- 12—19 ὁ 201, 10—202, 1. o 159, 21—24 2 τούτοις ex τούτους corr. G1 καὶ σκολύμου om. L ἰρυγγίου G 6 εἰδέναι δέ (malim δὴ) δεῖ G: iam autem L 7 τμητικά G: sunt incisiva L 8 λεπτύνειν G: subtiliant L ἀκαλίφη G παραπλησίως — τεύτλοις om. L γε G: an ταῖς γε? 10 μάραθρον Οο: μάραθον G: cf. VI 622, 16 638, 17 641, 3 ss. X 678, 2 post coriandrum add. mentastrum pd: cf. μίνθη Ο 193, 2 18 ἀγροίκοις G in versu: rusticis L: γρ. ἀττικοῖς G1 s. V.: Οο Ἀττικοῖς Ο ο χονδρίλαι, δρί s.v. G1 21 antiqui vero L ριμον, ὅτι μηδὲ φύεται πανταχόθι πάντα, καθόλου χρὴ τῆς δυνάμεως αὐτῶν ἐκμαθόντα γνωρίσματα μήτ᾿ ὀνομάτων δεῖσθαι κατ’ εἴδη μήτε τῆς κατὰ μέρος αὐτῶν ἐξηγήσεως. εἰ μὲν δὴ κατὰ τὴν γεῦσιν ἡ τὴν ὀσμὴν ἢ καὶ ἀμφοτέρας τὰς αἰσθήσεις δριμύ <τι> καὶ δάκνον καὶ θερμὸν φαίνοιτο, τμητικὴν καὶ λεπτύνουσαν ἔλπιζε τὴν δύναμιν ὑπάρχειν αὐτῷ· κατὰ ταὐτὰ δὲ κἂν εὐωδίαν τινὰ κατὰ τὴν ὀσμὴν ἔχον ἀρώματος ἐμποιῇ τῇ γεύσει φαντασίαν, ἀνάγκη καὶ τοῦτο θερμὸν μὲν εἷναι τὴν δύναμιν, ἀλλ’ ἧττον τῶν δακνόντων τε καὶ διαβιβρωσκόντων καὶ θερμαινόντων ἐπιφανῶς. ἔχει δέ τι τμητικὸν καὶ ὅσα νιτρῶδες ἢ ἁλμυρῶδες ἐν τῇ γεύσει προσφέρει, πρὸς τῷ καὶ τὴν γαστέρα τὰ πλεῖστα τῶν τοιούτων ὑπάγειν· οὐχ ἧττον δὲ τὰ πικρὰ λεπτυνούσης ἐστὶ δυνάμεως, ὅθεν καὶ τὰ πλεῖστα τῶν τοιούτων ἕψοντες ἐσθίουσιν. οὐ μικρὸν δὲ δήπου διαφέρει καὶ τὸ δι’ ὀξυμέλιτος ἢ ὄξους ἢ ἀλῶν ἢ ἐλαίου προσενέγκασθαί τι τῶν τοιούτων· ἐπιτείνεται μὲν γὰρ ἡ δύναμις αὐτῶν ὄξει τε καὶ ὀξυμέλιτι, καθαιρεῖται δ᾿ ἐλαίῳ· πρὸς γὰρ τῷ μηδὲν ὑπάρχειν ἐλαίῳ παχέων χυμῶν λεπτυντικὸν ἔτι καὶ τὴν ἰσχὺν ὅσα τοῦτο δρᾶν πέφυκε καθαιρεῖ. ταῦτ’ ἄρα καὶ τῶν τῶν ἐδεσμάτων ὑδατώδη τε καὶ ἀμβλέα γευομένοις ἐστίν — ὑπάρχει δὲ τοῦτο διὰ περιττὴν ὑγρότητα τοῖς πλείστοις τῶν λαχανωδῶν καὶ μάλιστα 4—20 ὁ 188, 7—189, 2 1 πανταχόθεν G: ubique L 5 δριμύ G: acutum quid L 7 κατά ταὐτὰ scripsi: κατὰ ταῦτα G: secundum hoc L 9 ἐμποιεῖ G 15 εἰσὶ G 22 ὅσα G: omnium quecumque L: cf. Fleckeiseni annal. suppl. XXIII 682 7 τοῖς κηπευομένοις — ἅπαντα ταῦτα δι’ ὄξους ἐσθίουσιν, ὅσα μὲν ἥδιον ὦμά προσφέρεσθαι, γάρου μιγνύντες, ὅσα δ’ ἑφθά, τοὔλαιον ἐπιχέοντες· ἔνια δὲ καὶ δι’ ὑποτριμμάτων ἐσθίουσιν ὄξος μὲν ἐχόντων ἀπάντων, ἀλλ’ ἤτοι μετὰ μέλιτος ἢ νάπυος, ἄνηθον ἢ Λιβυστικὸν ἢ κύμινον ἢ σέλινον ἢ τὸ τοῦ κάρου σπέρμα μιγνύντες ἢ τι τοιοῦτον ἕτερον.