ἕτερον δέ τι γένος ἐστὶ λαχάνων ἀγρίων ἧττον τῶν εἰρημένων τμητικόν, ὧς δοκεῖν ἐκ τῆς μέσης τε καὶ οὐδετέρας εἷναι φύσεως ὧς μήτε τέμνειν σαφῶς μήτε παχύνειν· καλεῖται δὲ τὰ τοιαῦτα λάχανα κοινὴ μὲν ἅπαντα σέρις, ἰδ’ ία δὲ κατ’ εἶδος ἕκαστον αὐτῶν ἴδιον ὄνομα κέκτηται παρὰ τοῖς ἀγροίκοις οἷον αἴ τε θριδακίναι καὶ αἶ χονδρίλαι καὶ τὰ παρὰ τοῖς Σοροῖς γιγγίδια καὶ ἄλλα μυρία τοιαῦτα καθ’ ἕκαστον ἔθνος· Ἀθηναῖοι μέντοι κοινὴ πάντα σέρεις ὀνομάζουσιν· οἶ γὰρ παλαιοὶ τοῖς εἴδεσιν f. 134r G αὐτῶν ἅπασιν | οὐκ ἔθεντο προσηγορίαν οὐδεμίαν.