οὔτ’ οὖν φλεγμαίνουσιν οὔτε σκιρρουμένοις οὔτ’ ἐμπεφραγμένοις τὰ στενὰ στόματα τῶν ἀγγείων τοῖς σπλάγχνοις οὐδὲν τῶν γλυκέων ἐπιτήδειον, οὐδ’ οὖν οὐδ’ αὐτὸ τὸ μέλι καίτοι τμητικῆς ὑπάρχον δυνάμεως, ἀλλὰ καὶ τούτου τὸ σφοδρὸν τῆς γλυκύτητος 1 post συγχωρητέον add. αὐτοῖς· G, del. G 1 3 ποιούμενος G : cf. XV 543, 11s. VI 85, 2 8. 223, 4 s. 10 διακείμενα G1 ὄξους ἐπιμιξίᾳ κολάζουσι. καὶ οὕτως ἂν εἴη σοι καὶ λόγῳ καὶ πείρᾳ βασανίζοντι τῶν εἰς λεπτύνουσαν δίαιταν ἐπιτηδειότατον τὸ ὀξύμελι· τό τε γοῦν φαρμακῶδες ὅ τισιν ὑπάρχει τῶν λυσιτελούντων τούτῳ οὐ πρόσεστιν οὔτε κακόχυμόν ἐστιν οὔτε κακοστόμαχον οὔτ’ ἄλλην ἀτοπίαν ἔχον οὐδεμίαν. εἰ δὲ καὶ σκιλλητικὸν εἴη τὸ ὄξος, οὕτω μὲν ἂν οὐ διαιτημάτων μόνον ἀλλὰ καὶ φαρμάκων ἁπάντων ὑπάρχοι τμητικώτερον, καὶ προσήκει τοιούτῳ οἴνῳ χρῆσθαι καὶ ὄξει τοὺς ἄκρως τέμνειν καὶ λεπτύνειν βουλομένους ὅσον ἐν τῷ σώματι παχὺ καὶ γλίσχρον καὶ φλεγματῶδες ὑποτρέφεται περίττωμα, ὧς ἔγωγε μυρίους οἶδα τἆλλα μὴ πάνυ καλῶς διαιτωμένους ὑγιεῖς εἰς τέλος γενομένους ἐπὶ τῷ διὰ τῆς σκίλλης ὄξει τε καὶ οἴνῳ.